Volume 2 — ΕΙΣ ΤΗΝ ΤΟΥ ΠΑΤΡΟΣ ΔΕΝΔΡΟΛΟΓΙΑΝ
Reading edition
Ὑμνήσω φρονίμοιο πατρὸς μελέεσσιν ἐπαίνους, ὑμνήσω ἐπέεσσιν ἀριστεύοντα γεωργῶν· οὐρανίην ταναῆς ἀρετὴν δρυὸς αὐτὸς ἔγραψεν, καὶ ποταπῶν γενεὴν δένδρων κατὰ δάσκιον ὕλην. ἀθανάτων κύδιστος ἔη νεφεληγερέτα Ζεύς, ἔσχεν δὴ δένδροιο φίλαις πραπίδεσσιν ἐέλδωρ, φύλλοις τ' ἀμβροσίοις θαλερᾶς δρυὸς ἐστεφάνωτο· Ἀγγλιακῶν ὃς ἄριστος ἔη θεοείκελος ἀνήρ, ἱστορίην δένδρων τέλεσεν φρεσὶ κυδαλίμοισι, ὑλογενής κηπουρὸς ὑπείροχος, ὃς μέγ' ὄνειαρ ἀνδράσιν ἐσσομένοις κατὰ γαίην πουλυβότειραν, νηυσί τε ποντοπόροισι βαρυγδούποιο θαλάσσης.
Jo. Evelyn, Fil.