Book 3 — ΓΑΛΗΝΟΥ (continued 3)
Arthur John Brock translation
Εἴη δ' ἂν ταῦτα καὶ τῶν ὑπὲρ τῶν ἀρτηριῶν ἔμπροσθεν εἰρημένων οὐ σμικρὰ μαρτύρια. πανταχοῦ γὰρ ὅσον οἰκεῖόν τε καὶ λεπτὸν αἵμα τοῦ μὴ τοιούτου ῥᾷον ἕπεται τοῖς ἕλκουσιν. ἀτμὸν οὖν ἕλκουσαι καὶ πνεῦμα καὶ λεπτὸν αἷμα κατὰ τὰς διαστάσεις αἱ ἀρτηρίαι τῶν κατὰ τὴν κοιλίαν καὶ τὰ ἔντερα περιεχομένων χυμῶν ἢ οὐδ' ὅλως ἢ παντάπασιν ἐπισπῶνται βραχύ.