Book 3 — ΓΑΛΗΝΟΥ (continued 2)
Arthur John Brock translation
Ἐναργῆ γὰρ δὴ καὶ τὰ περὶ τῶν ὑδέρων ἁμαρτήματα τῇ ῥᾳθυμίᾳ ταύτῃ κατὰ λόγον ἠκολουθηκότα. τό τε γὰρ τῇ στενοχωρίᾳ τῶν ὁδῶν κωλύεσθαι νομίζειν πρόσω τοῦ ἥπατος ἰέναι τὸ αἷμα καὶ μηδέποτ' ἂν ἄλλως ὕδερον δύνασθαι συστῆναι πῶς οὐκ ἐσχάτην ἐνδείκνυται ῥᾳθυμίαν; τό τε μὴ διὰ τὸν σπλῆνα μηδὲ δι' ἄλλο τι μόριον, ἀλλ' ἀεὶ διὰ τὸν ἐν τῷ ἥπατι σκίρρον ὕδερον οἴεσθαι γίγνεσθαι τελέως ἀργοῦ τὴν διάνοιαν ἀνθρώπου καὶ μηδενὶ τῶν ὁσημέραι γιγνομένων παρακολουθοῦντος. ἐπὶ μέν γε χρονίαις αἱμορροΐσιν ἐπισχεθείσαις ἢ διὰ κένωσιν ἄμετρον εἰς ψῦξιν ἐσχάτην ἀγαγούσαις τὸν ἄνθρωπον οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολλάκις ἤδη τεθεάμεθα συστάντας ὑδέρους, ὥσπερ γε καὶ γυναιξὶν ἥ τε τῆς ἐφ' ἑκάστῳ μηνὶ καθάρσεως ἀπώλεια παντελὴς καὶ ἄμετρος κένωσις, ὅταν αἱμορραγήσωσί ποθ' αἱ μῆτραι σφοδρῶς, ἐπεκαλέσαντο πολ||110λάκις ὕδερον καί τισιν αὐτῶν καὶ ὁ γυναικεῖος ὀνομαζόμενος ῥοῦς εἰς τοῦτ' ἐτελεύτησε τὸ πάθος, ἵνα τοὺς ἀπὸ τῶν κενεώνων ἀρχομένους ἢ ἄλλου τινὸς τῶν ἐπικαίρων μορίων ὑδέρους παραλίπω, σαφῶς μὲν καὶ αὐτοὺς ἐξελέγχοντας τὴν Ἐρασιστράτειον ὑπόληψιν, ἀλλ' οὐχ οὕτως ἐναργῶς ὡς οἱ διὰ κατάψυξιν σφοδρὰν τῆς ὅλης ἕξεως ἀποτελούμενοι. πρώτη γὰρ αὕτη γενέσεως ὑδέρων αἰτία διὰ τὴν ἀποτυχίαν τῆς αἱματώσεως γιγνομένη τρόπον ὁμοιότατον ταῖς ἐπὶ τῇ τῶν σιτίων ἀπεψίᾳ διαρροίαις. οὐ μὴν ἐσκίρρωταί γε κατὰ τοὺς τοιούτους ὑδέρους οὐδ' ἄλλο τι σπλάγχνον οὐδὲ τὸ ἧπαρ.
Ἀλλ' Ἐρασίστρατος ὁ σοφὸς ὑπεριδὼν καὶ καταφρονήσας, ὧν οὔθ' Ἱπποκράτης οὔτε Διοκλῆς οὔτε Πραξαγόρας οὔτε Φιλιστίων ἀλλ' οὐδὲ τῶν ἀρίστων φιλοσόφων οὐδεὶς κατεφρόνησεν οὔτε Πλάτων οὔτ' Ἀριστοτέλης οὔτε Θεόφραστος, ὅλας ἐνεργείας ὑπερβαίνει καθάπερ τι σμικρὸν καὶ τὸ τυχὸν τῆς τέχνης παραλιπὼν μέρος οὐδ' ἀντειπεῖν ἀξιώσας, εἴτ' ὀρθῶς εἴτε καὶ μὴ || 111 σύμπαντες οὗτοι θερμῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ ὑγρῷ, τοῖς μὲν ὡς δρῶσι, τοῖς δ' ὡς πάσχουσι, τὰ κατὰ τὸ σῶμα τῶν ζῴων ἁπάντων διοικεῖσθαί φασι καὶ ὡς τὸ θερμὸν ἐν αὐτοῖς εἴς τε τὰς ἄλλας ἐνεργείας καὶ μάλιστ' εἰς τὴν τῶν χυμῶν γένεσιν τὸ πλεῖστον δύναται. ἀλλὰ τὸ μὲν μὴ πείθεσθαι τοσούτοις τε καὶ τηλικούτοις ἀνδράσι καὶ πλέον αὐτῶν οἴεσθαί τι γιγνώσκειν ἀνεμέσητον, τὸ δὲ μήτ' ἀντιλογίας ἀξιῶσαι μήτε μνήμης οὕτως ἔνδοξον δόγμα θαυμαστήν τινα τὴν ὑπεροψίαν ἐνδείκνυται.
Καὶ μὴν σμικρότατός ἐστι τὴν γνώμην καὶ ταπεινὸς ἐσχάτως ἐν ἁπάσαις ταῖς ἀντιλογίαις ἐν μὲν τοῖς περὶ τῆς πέψεως λόγοις τοῖς σήπεσθαι τὰ σιτία νομίζουσι φιλοτίμως ἀντιλέγων, ἐν δὲ τοῖς περὶ τῆς ἀναδόσεως τοῖς διὰ τὴν παράθεσιν τῶν ἀρτηριῶν ἀναδίδοσθαι τὸ διὰ τῶν φλεβῶν αἷμα νομίζουσιν, ἐν δὲ τοῖς περὶ τῆς ἀναπνοῆς τοῖς περιωθεῖσθαι τὸν ἀέρα φάσκουσιν. οὐκ ὤκνησε δ' οὐδὲ τοῖς ἀτμοειδῶς εἰς τὴν κύστιν ἰέναι τὰ οὖρα νομίζουσιν ἀντειπεῖν οὐδὲ τοῖς εἰς || 112 τὸν πνεύμονα φέρεσθαι τὸ ποτόν. οὕτως ἐν ἅπασι τὰς χειρίστας ἐπιλεγόμενος δόξας ἀγάλλεται διατρίβων ἐπὶ πλέον ἐν ταῖς ἀντιλογίαις· ἐπὶ δὲ τῆς τοῦ αἵματος γενέσεως οὐδὲν ἀτιμοτέρας οὔσης τῆς ἐν τῇ γαστρὶ χυλώσεως τῶν σιτίων οὔτ' ἀντειπεῖν τινι τῶν πρεσβυτέρων ἠξίωσεν οὔτ' αὐτὸς εἰσηγήσασθαί τιν' ἑτέραν γνώμην ἐτόλμησεν, ὁ περὶ πασῶν τῶν φυσικῶν ἐνεργειῶν ἐν ἀρχῇ τῶν καθόλου λόγων ὑποσχόμενος ἐρεῖν, ὅπως τε γίγνονται καὶ δι' ὧντινων τοῦ ζῴου μορίων. ἢ τῆς μὲν πέττειν τὰ σιτία πεφυκυίας δυνάμεως ἀρρωστούσης ἀπεπτήσει τὸ ζῷον, τῆς δ' αἱματούσης τὰ πεφθέντα οὐδὲν ἔσται πάθημα τὸ παράπαν, ἀλλ' ἀδαμαντίνη τις ἡμῖν αὕτη μόνη καὶ ἀπαθής ἐστιν; ἢ ἄλλο τι τῆς ἀρρωστίας αὐτῆς ἔκγονον ὑπάρξει καὶ οὐχ ὕδερος; δῆλος οὖν ἐναργῶς ἐστιν ὁ Ἐρασίστρατος ἐξ ὧν ἐν μὲν τοῖς ἄλλοις οὐδὲ ταῖς φαυλοτάταις δόξαις ἀντιλέγειν ὤκνησεν, ἐνταυθοῖ δ' οὔτ' ἀντειπεῖν τοῖς πρόσθεν οὔτ' αὐτὸς εἰπεῖν τι καινὸν ἐτόλμησε, τὸ σφάλμα τῆς ἑαυτοῦ γνωρίζων αἱρέσεως.
Τί γὰρ ἂν καὶ λέγειν ἔσχεν ὑπὲρ αἵματος || 113 ἄνθρωπος εἰς μηδὲν τῷ συμφύτῳ θερμῷ χρώμενος; τί δὲ περὶ ξανθῆς χολῆς ἢ μελαίνης ἢ φλέγματος; ὅτι νὴ Δία δυνατόν ἐστιν ἀναμεμιγμένην τοῖς σιτίοις εὐθὺς ἔξωθεν παραγίγνεσθαι τὴν χολήν. λέγει γοῦν ὥδέ πως αὐτοῖς ὀνόμασι· “Πότερον δ' ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται τοιαύτη ὑγρασία ἢ μεμιγμένη τοῖς ἔξωθεν προσφερομένοις παραγίγνεται, οὐδὲν χρήσιμον πρὸς ἰατρικὴν ἐπεσκέφθαι.” καὶ μήν, ὦ γενναιότατε, καὶ κενοῦσθαι χρῆναι φάσκεις ἐκ τοῦ ζῴου τὸν χυμὸν τοῦτον καὶ μεγάλως λυπεῖν, εἰ μὴ κενωθείη. πῶς οὖν οὐδὲν ἐξ αὐτοῦ χρηστὸν ὑπολαμβάνων γίγνεσθαι τολμᾷς ἄχρηστον λέγειν εἰς ἰατρικὴν εἶναι τὴν περὶ τῆς γενέσεως αὐτοῦ σκέψιν;
Ὑποκείσθω γὰρ ἐν μὲν τοῖς σιτίοις περιέχεσθαι, μὴ διακρίνεσθαι δ' ἀκριβῶς ἐν ἥπατι· ταῦτα γὰρ ἀμφότερα νομίζεις εἶναι δυνατά. καὶ μὴν οὐ σμικρὸν ἐνταῦθα τὸ διαφέρον ἢ ἐλαχίστην ἢ παμπόλλην χολὴν ἐν ἑαυτοῖς περιέχοντα προσάρασθαι σιτία. τὰ μὲν γὰρ ἀκίνδυνα, τὰ δὲ παμπόλλην περιέχοντα τῷ μὴ δύνασθαι πᾶσαν αὐτὴν ἐν || 114 ἥπατι καθαρθῆναι καλῶς αἰτία καταστήσεται τῶν τ' ἄλλων παθῶν, ὧν αὐτὸς ὁ Ἐρασίστρατος ἐπὶ πλήθει χολῆς γίγνεσθαί φησι, καὶ τῶν ἰκτέρων οὐχ ἥκιστα. πῶς οὖν οὐκ ἀναγκαιότατον ἰατρῷ γιγνώσκειν, πρῶτον μέν, ὡς ἐν τοῖς σιτίοις αὐτοῖς ἔξωθεν ἡ χολὴ περιέχεται, δεύτερον δ', ὡς τὸ μὲν τεῦτλον, εἰ τύχοι, παμπόλλην, ὁ δ' ἄρτος ἐλαχίστην καὶ τὸ μὲν ἔλαιον πλείστην, ὁ δ' οἶνος ὀλιγίστην ἕκαστόν τε τῶν ἄλλων ἄνισον τῷ πλήθει περιέχει τὴν χολήν; πῶς γὰρ οὐκ ἂν εἴη γελοιότατος, ὃς ἂν ἑκὼν αἱρῆται τὰ πλείονα χολὴν ἐν ἑαυτοῖς περιέχοντα πρὸ τῶν ἐναντίων;
Τί δ' εἰ μὴ περιέχεται μὲν ἐν τοῖς σιτίοις ἡ χολή, γίγνεται δ' ἐν τοῖς τῶν ζῴων σώμασιν; ἢ οὐχὶ καὶ κατὰ τοῦτο χρήσιμον ἐπίστασθαι, τίνι μὲν καταστάσει σώματος ἕπεται πλείων αὐτῆς ἡ γένεσις, τίνι δ' ἐλάττων; ἀλλοιοῦν γὰρ δήπου καὶ μεταβάλλειν οἷοί τ' ἐσμὲν καὶ τρέπειν ἐπὶ τὸ βέλτιον ἀεὶ τὰς μοχθηρὰς καταστάσεις τοῦ σώματος. ἀλλ' εἰ μὴ γιγνώσκοιμεν, καθότι μοχθηραὶ καὶ ὅπῃ τῆς δεούσης ἐξίστανται, πῶς ἂν αὐτὰς ἐπανάγειν οἷοί τ' εἴημεν ἐπὶ τὸ || 115 κρεῖττον;
Οὔκουν ἄχρηστόν ἐστιν εἰς τὰς ἰάσεις, ὡς Ἐρασίστρατός φησιν, ἐπίστασθαι τἀληθὲς αὐτὸ περὶ γενέσεως χολῆς. οὐ μὴν οὐδ' ἀδύνατον οὐδ' ἀσαφὲς ἐξευρεῖν, ὅτι μὴ τῷ πλείστην ἐν ἑαυτῷ περιέχειν τὸ μέλι τὴν ξανθὴν χολὴν ἀλλ' ἐν τῷ σώματι μεταβαλλόμενον εἰς αὐτὴν ἀλλοιοῦταί τε καὶ τρέπεται. πικρόν τε γὰρ ἂν ἦν γευομένοις, εἰ χολὴν ἔξωθεν εὐθὺς ἐν ἑαυτῷ περιεῖχεν ἅπασί τ' ἂν ὡσαύτως τοῖς ἀνθρώποις ἴσον αὐτῆς ἐγέννα τὸ πλῆθος. ἀλλ' οὐχ ὧδ' ἔχει τἀληθές. ἐν μὲν γὰρ τοῖς ἀκμάζουσι καὶ μάλιστ' εἰ φύσει θερμότεροι καὶ βίον εἶεν βιοῦντες ταλαίπωρον, ἅπαν εἰς ξανθὴν χολὴν μεταβάλλει τὸ μέλι· τοῖς γέρουσι δ' ἱκανῶς ἐστιν ἐπιτήδειον, ὡς ἂν οὐκ εἰς χολὴν ἀλλ' εἰς αἷμα τὴν ἀλλοίωσιν ἐν ἐκείνοις λαμβάνον. Ἐρασίστρατος δὲ πρὸς τῷ μηδὲν τούτων γιγνώσκειν οὐδὲ περὶ τὴν διαίρεσιν τοῦ λόγου σωφρονεῖ, πότερον ἐν τοῖς σιτίοις ἡ χολὴ περιέχεται εὐθὺς ἐξ ἀρχῆς ἢ κατὰ τὴν ἐν τῇ κοιλίᾳ κατεργασίαν ἐγένετο, μηδὲν εἶναι χρήσιμον εἰς ἰατρικὴν ἐπεσκέφθαι λέγων. ἐχρῆν || 116 γὰρ δήπου προσθεῖναί τι καὶ περὶ τῆς ἐν ἥπατι καὶ φλεψὶ γενέσεως αὐτῆς, ἐν τοῖσδε τοῖς ὀργάνοις γεννᾶσθαι τὴν χολὴν ἅμα τῷ αἵματι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀποφηναμένων. ἀλλὰ τοῖς εὐθὺς ἐξ ἀρχῆς σφαλεῖσι καὶ διαμαρτάνουσι τῆς ὀρθῆς ὁδοῦ τοιαῦτά τε ληρεῖν ἀναγκαῖόν ἐστι καὶ προσέτι τῶν χρησιμωτάτων εἰς τὴν τέχνην παραλιπεῖν τὴν ζήτησιν.
Ἡδέως δ' ἂν ἐνταῦθα τοῦ λόγου γεγονὼς ἠρόμην τοὺς ὁμιλῆσαι φάσκοντας αὐτὸν ἐπὶ πλεῖστον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, εἰ γιγνώσκουσιν, ὅσα περὶ τοῦ κεκρᾶσθαι τὰ σώμαθ' ἡμῶν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πρὸς Ἀριστοτέλους εἴρηταί τε καὶ ἀποδέδεικται, καὶ ὡς τὸ θερμὸν ἐν αὐτοῖς ἐστι τὸ δραστικώτατον καὶ ὡς τῶν ζῴων ὅσα μὲν θερμότερα φύσει, ταῦτα πάντως ἔναιμα, τὰ δ' ἐπὶ πλέον ψυχρότερα πάντως ἄναιμα καὶ διὰ τοῦτο τοῦ χειμῶνος ἀργὰ καὶ ἀκίνητα κεῖται φωλεύοντα δίκην νεκρῶν. εἴρηται δὲ καὶ περὶ τῆς χροιᾶς τοῦ αἵματος οὐκ Ἀριστοτέλει μόνον, ἀλλὰ καὶ Πλάτωνι. καὶ ἡμεῖς νῦν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, || 117 οὐ τὰ καλῶς ἀποδεδειγμένα τοῖς παλαιοῖς λέγειν προὐθέμεθα, μήτε τῇ γνώμῃ μήτε τῇ λέξει τοὺς ἄνδρας ἐκείνους ὑπερβαλέσθαι δυνάμενοι· τὰ δ' ἤτοι χωρὶς ἀποδείξεως ὡς ἐναργῆ πρὸς αὐτῶν εἰρημένα διὰ τὸ μηδ' ὑπονοῆσαι μοχθηροὺς οὕτως ἔσεσθαί τινας σοφιστάς, οἳ καταφρονήσουσι τῆς ἐν αὐτοῖς ἀληθείας, ἢ καὶ παραλελειμμένα τελέως ὑπ' ἐκείνων ἀξιοῦμεν εὑρίσκειν τε καὶ ἀποδεικνύναι.
Περὶ δὲ τῆς τῶν χυμῶν γενέσεως οὐκ οἶδ', εἰ ἔχει τις ἕτερον προσθεῖναι σοφώτερον ὧν Ἱπποκράτης εἶπε καὶ Ἀριστοτέλης καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ ἄλλοι πολλοὶ τῶν παλαιῶν. ἀποδέδεικται γὰρ ἐκείνοις τοῖς ἀνδράσιν ἀλλοιουμένης τῆς τροφῆς ἐν ταῖς φλεψὶν ὑπὸ τῆς ἐμφύτου θερμασίας αἷμα μὲν ὑπὸ τῆς συμμετρίας τῆς κατ' αὐτήν, οἱ δ' ἄλλοι χυμοὶ διὰ τὰς ἀμετρίας γιγνόμενοι· καὶ τούτῳ τῷ λόγῳ πάνθ' ὁμολογεῖ τὰ φαινόμενα. καὶ γὰρ τῶν ἐδεσμάτων ὅσα μέν ἐστι θερμότερα φύσει, χολωδέστερα, τὰ δὲ ψυχρότερα φλεγματικώτερα· καὶ τῶν ἡλικιῶν ὡσαύτως χολωδέστε||118ραι μὲν αἱ θερμότεραι φύσει, φλεγματωδέστεραι δ' αἱ ψυχρότεραι· καὶ τῶν ἐπιτηδευμάτων δὲ καὶ τῶν χωρῶν καὶ τῶν ὡρῶν καὶ πολὺ δὴ πρότερον ἔτι τῶν φύσεων αὐτῶν αἱ μὲν ψυχρότεραι φλεγματωδέστεραι, χολωδέστεραι δ' αἱ θερμότεραι· καὶ νοσημάτων τὰ μὲν ψυχρὰ τοῦ φλέγματος ἔκγονα, τὰ δὲ θερμὰ τῆς ξανθῆς χολῆς· καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν τῶν πάντων, ὃ μὴ τούτῳ τῷ λόγῳ μαρτυρεῖ. πῶς δ' οὐ μέλλει; διὰ γὰρ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ἑκάστου τῶν μορίων ὡδί πως ἐνεργοῦντος ἀνάγκη πᾶσα καὶ διὰ τὴν βλάβην αὐτῶν ἢ διαφθείρεσθαι τελέως ἢ ἐμποδίζεσθαί γε τὴν ἐνέργειαν καὶ οὕτω νοσεῖν τὸ ζῷον ἢ ὅλον ἢ κατὰ τὰ μόρια.
Καὶ τὰ πρῶτά γε καὶ γενικώτατα νοσήματα τέτταρα τὸν ἀριθμὸν ὑπάρχει θερμότητι καὶ ψυχρότητι καὶ ξηρότητι καὶ ὑγρότητι διαφέροντα. τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ καίτοι μὴ βουλόμενος. ὅταν γὰρ ἐν τοῖς πυρετοῖς χείρους τῶν σιτίων τὰς πέψεις γίγνεσθαι λέγῃ, μὴ διότι τῆς ἐμφύτου || 119 θερμασίας ἡ συμμετρία διέφθαρται, καθάπερ οἱ πρόσθεν ὑπελάμβανον, ἀλλ' ὅτι περιστέλλεσθαι καὶ τρίβειν ἡ γαστὴρ οὐχ ὁμοίως δύναται βεβλαμμένη τὴν ἐνέργειαν, ἐρέσθαι δίκαιον αὐτόν, ὑπὸ τίνος ἡ τῆς γαστρὸς ἐνέργεια βέβλαπται.
Γενομένου γάρ, εἰ τύχοι, βουβῶνος ἐπὶ προσπταίσματι, πρὶν μὲν πυρέξαι τὸν ἄνθρωπον, οὐκ ἂν χεῖρον ἡ γαστὴρ πέψειεν· οὐ γὰρ ἱκανὸν ἦν οὐδέτερον αὐτῶν οὔθ' ὁ βουβὼν οὔτε τὸ ἕλκος ἐμποδίσαι τι καὶ βλάψαι τὴν ἐνέργειαν τῆς κοιλίας· εἰ δὲ πυρέξειεν, εὐθὺς μὲν αἱ πέψεις γίγνονται χείρους, εὐθὺς δὲ καὶ τὴν ἐνέργειαν τῆς γαστρὸς βεβλάφθαι φαμὲν ὀρθῶς λέγοντες. ἀλλ' ὑπὸ τίνος ἐβλάβη, προσθεῖναι χρὴ τῷ λόγῳ. τὸ μὲν γὰρ ἕλκος οὐχ οἷόν τ' ἦν αὐτὴν βλάπτειν, ὥσπερ οὐδ' ὁ βουβών· ἦ γὰρ ἂν ἔβλαψε καὶ πρὸ τοῦ πυρετοῦ. εἰ δὲ μὴ ταῦτα, δῆλον, ὡς ἡ τῆς θερμασίας πλεονεξία. δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερμασίας πλεονεξία. ἀλλ' ἡ μὲν τῆς κινήσεως ἀλλοίωσις οὐ μόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γα||120στρός, ἀλλὰ καὶ προσωφελήσει κατ' ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς τὴν πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐμπῖπτον πνεῦμα. διὰ λοιπὴν οὖν ἔτι καὶ μόνην τὴν ἄμετρον θερμασίαν ἡ βλάβη τῆς ἐνεργείας τῇ γαστρί. τὸ μὲν γὰρ πνεῦμα σφοδρότερόν τε καὶ συνεχέστερον καὶ πλέον ἐμπίπτει νῦν ἢ πρότερον. ὥστε ταύτῃ μὲν μᾶλλον πέψει τὰ διὰ τὸ πνεῦμα καλῶς πέττοντα ζῷα, διὰ λοιπὴν δ' ἔτι τὴν παρὰ φύσιν θερμασίαν ἀπεπτήσει. τὸ γὰρ καὶ τῷ πνεύματι φάναι τιν' ὑπάρχειν ἰδιότητα, καθ' ἣν πέττει, κἄπειτα ταύτην πυρεττόντων διαφθείρεσθαι καθ' ἕτερον τρόπον ἐστὶν ὁμολογῆσαι τὸ ἄτοπον. ἐρωτηθέντες γὰρ αὖθις, ὑπὸ τίνος ἠλλοιώθη τὸ πνεῦμα, μόνην ἕξουσιν ἀποκρίνεσθαι τὴν παρὰ φύσιν θερμασίαν καὶ μάλιστ' ἐπὶ τοῦ κατὰ τὴν κοιλίαν· οὐδὲ γὰρ πλησιάζει κατ' οὐδὲν τοῦτο τῷ βουβῶνι.
Καίτοι τί τῶν ζῴων ἐκείνων, ἐν οἷς ἡ τοῦ πνεύματος ἰδιότης μέγα δύναται, μνημονεύω, παρὸν ἐπ' ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν ἢ παντάπασιν ἀμυ||121δρόν τι καὶ μικρὸν ὠφελεῖ, ποιεῖσθαι τὸν λόγον; ἀλλ' ὅτι μὲν ἐν τοῖς πυρετοῖς οὗτοι κακῶς πέττουσιν, ὁμολογεῖ καὶ αὐτὸς καὶ τήν γ' αἰτίαν προστιθεὶς βεβλάφθαι φησὶ τῆς γαστρὸς τὴν ἐνέργειαν. οὐ μὴν ἄλλην γέ τινα πρόφασιν τῆς βλάβης εἰπεῖν ἔχει πλὴν τῆς παρὰ φύσιν θερμασίας. ἀλλ' εἰ βλάπτει τὴν ἐνέργειαν ἡ παρὰ φύσιν θερμασία μὴ κατά τι συμβεβηκός, ἀλλὰ διὰ τὴν αὑτῆς οὐσίαν τε καὶ δύναμιν, ἐκ τῶν πρώτων ἂν εἴη νοσημάτων· καὶ μὴν οὐκ ἐνδέχεται τῶν πρώτων μὲν εἶναι νοσημάτων τὴν ἀμετρίαν τῆς θερμασίας, τὴν δ' ἐνέργειαν ὑπὸ τῆς εὐκρασίας μὴ γίγνεσθαι. οὐδὲ γὰρ δι' ἄλλο τι δυνατὸν γίγνεσθαι τὴν δυσκρασίαν αἰτίαν τῶν πρώτων νοσημάτων ἀλλ' ἢ διὰ τὴν εὐκρασίαν διαφθειρομένην. τῷ γὰρ ὑπὸ ταύτης γίγνεσθαι τὰς ἐνεργείας ἀνάγκη καὶ τὰς πρώτας αὐτῶν βλάβας διαφθειρομένης γίγνεσθαι.
Ὅτι μὲν οὖν καὶ κατ' αὐτὸν τὸν Ἐρασίστρατον ἡ εὐκρασία τοῦ θερμοῦ τῶν ἐνεργειῶν αἰτία, τοῖς θεωρεῖν τὸ ἀκόλουθον δυναμένοις ἱκανῶς ἀποδεδεῖχθαι νομίζω. τούτου δ' ὑπάρχοντος ἡμῖν οὐδὲν ἔτι χαλεπὸν || 122 ἐφ' ἑκάστης ἐνεργείας τῇ μὲν εὐκρασίᾳ τὸ βέλτιον ἕπεσθαι λέγειν, τῇ δὲ δυσκρασίᾳ τὰ χείρω. καὶ τοίνυν εἴπερ ταῦθ' οὕτως ἔχει, τὸ μὲν αἷμα τῆς συμμέτρου θερμασίας, τὴν δὲ ξανθὴν χολὴν τῆς ἀμέτρου νομιστέον ὑπάρχειν ἔγγονον. οὕτω γὰρ καὶ ἡμῖν ἔν τε ταῖς θερμαῖς ἡλικίαις καὶ τοῖς θερμοῖς χωρίοις καὶ ταῖς ὥραις τοῦ ἔτους ταῖς θερμαῖς καὶ ταῖς θερμαῖς καταστάσεσιν, ὡσαύτως δὲ καὶ ταῖς θερμαῖς κράσεσι τῶν ἀνθρώπων καὶ τοῖς ἐπιτηδεύμασί τε καὶ τοῖς διαιτήμασι καὶ τοῖς νοσήμασι τοῖς θερμοῖς εὐλόγως ἡ ξανθὴ χολὴ πλείστη φαίνεται γιγνομένη.
Τὸ δ' ἀπορεῖν, εἴτ' ἐν τοῖς σώμασι τῶν ἀνθρώπων ὁ χυμὸς οὗτος ἔχει τὴν γένεσιν εἴτ' ἐν τοῖς σιτίοις περιέχεται, μηδ' ὅτι τοῖς ὑγιαίνουσιν ἀμέμπτως, ὅταν ἀσιτήσωσι παρὰ τὸ ἔθος ὑπὸ τινος περιστάσεως πραγμάτων ἀναγκασθέντες, πικρὸν μὲν τὸ στόμα γίγνεται, χολώδη δὲ τὰ οὖρα, δάκνεται δ' ἡ γαστήρ, ἑωρακότος ἐστὶν ἀλλ' ὥσπερ ἐξαίφνης νῦν εἰς τὸν κόσμον ἐληλυθότος καὶ μήπω τὰ κατ' αὐτὸν φαινόμενα γιγνώσκοντος. ἐπεὶ τίς οὐκ οἶδεν, ὡς ἕκαστον τῶν ἑψομένων ἐπὶ πλέον ἁλυκώτερον μὲν τὸ πρῶτον, ὕστερον || 123 δὲ πικρότερον γίγνεται; κἂν εἰ τὸ μέλι βουληθείης αὐτὸ τὸ πάντων γλυκύτατον ἐπὶ πλεῖστον ἕψειν, ἀποδείξεις καὶ τοῦτο πικρότατον· ὃ γὰρ τοῖς ἄλλοις, ὅσα μὴ φύσει θερμά, παρὰ τῆς ἑψήσεως ἐγγίγνεται, τοῦτ' ἐκ φύσεως ὑπάρχει τῷ μέλιτι. διὰ τοῦτ' οὖν ἑψόμενον οὐ γίγνεται γλυκύτερον· ὅσον γὰρ ἐχρῆν εἶναι θερμότητος εἰς γένεσιν γλυκύτητος, ἀκριβῶς αὐτῷ τοῦτο πᾶν οἴκοθεν ὑπάρχει. ὃ τοίνυν ἔξωθεν τοῖς ἐλλιπῶς θερμοῖς ἦν ὠφέλιμον, τοῦτ' ἐκείνῳ βλάβη τε καὶ ἀμετρία γίγνεται καὶ διὰ τοῦτο θᾶττον τῶν ἄλλων ἑψόμενον ἀποδείκνυται πικρόν. δι' αὐτὸ δὲ τοῦτο καὶ τοῖς θερμοῖς φύσει καὶ τοῖς ἀκμάζουσιν εἰς χολὴν ἑτοίμως μεταβάλλεται. θερμῷ γὰρ θερμὸν πλησιάζον εἰς ἀμετρίαν κράσεως ἑτοίμως ἐξίσταται καὶ φθάνει χολὴ γιγνόμενον, οὐχ αἷμα. δεῖται τοίνυν ψυχρᾶς μὲν κράσεως ἀνθρώπου, ψυχρᾶς δ' ἡλικίας, ἵν' εἰς αἵματος ἄγηται φύσιν. οὔκουν ἄπο τρόπου συνεβούλευσεν Ἱπποκράτης τοῖς φύσει πικροχόλοις μὴ προσφέρειν τὸ μέλι, ὡς ἂν θερμοτέρας || 124 δηλονότι κράσεως ὑπάρχουσιν. οὕτω δὲ καὶ τοῖς νοσήμασι τοῖς πικροχόλοις πολέμιον εἶναι τὸ μέλι καὶ τῇ τῶν γερόντων ἡλικίᾳ φίλιον οὐχ Ἱπποκράτης μόνον ἀλλὰ καὶ πάντες ἰατροὶ λέγουσιν, οἱ μὲν ἐκ τῆς φύσεως αὐτοῦ τὴν δύναμιν ἐνδειξαμένης εὑρόντες, οἱ δ' ἐκ τῆς πείρας μόνης. οὐδὲ γὰρ οὐδὲ τοῖς ἀπὸ τῆς ἐμπειρίας ἰατροῖς ἕτερόν τι παρὰ ταῦτα τετήρηται γιγνόμενον, ἀλλὰ χρηστὸν μὲν γέροντι, νέῳ δ' οὐ χρηστόν, καὶ τῷ μὲν φύσει πικροχόλῳ βλαβερόν, ὠφέλιμον δὲ τῷ φλεγματώδει· καὶ τῶν νοσημάτων ὡσαύτως τοῖς μὲν πικροχόλοις ἐχθρόν, τοῖς δὲ φλεγματώδεσι φίλιον· ἑνὶ δὲ λόγῳ τοῖς μὲν θερμοῖς σώμασιν ἢ διὰ φύσιν ἢ διὰ νόσον ἢ δι' ἡλικίαν ἢ δι' ὥραν ἢ διὰ χώραν ἢ δι' ἐπιτήδευμα χολῆς γεννητικόν, αἵματος δὲ τοῖς ἐναντίοις.
Καὶ μὴν οὐκ ἐνδέχεται ταὐτὸν ἔδεσμα τοῖς μὲν χολὴν γεννᾶν, τοῖς δ' αἷμα μὴ οὐκ ἐν τῷ σώματι τῆς γενέσεως αὐτῶν ἐπιτελουμένης. εἰ γὰρ δὴ οἴκοθέν γε καὶ παρ' ἑαυτοῦ τῶν ἐδεσμάτων ἕκαστον ἔχον καὶ οὐκ ἐν τοῖς τῶν ζῴων σώμασι || 125 μεταβαλλόμενον ἐγέννα τὴν χολήν, ἐν ἅπασιν ἂν ὁμοίως αὐτὴν τοῖς σώμασιν ἐγέννα καὶ τὸ μὲν πικρὸν ἔξω γευομένοις ἦν ἂν οἶμαι χολῆς ποιητικόν, εἰ δέ τι γλυκὺ καὶ χρηστόν, οὐκ ἂν οὐδὲ τὸ βραχύτατον ἐξ αὐτοῦ χολῆς ἐγεννᾶτο. καὶ μὴν οὐ τὸ μέλι μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον τῶν γλυκέων τοῖς προειρημένοις σώμασι τοῖς δι' ὁτιοῦν τῶν εἰρημένων θερμοῖς οὖσιν εἰς χολὴν ἑτοίμως ἐξίσταται.
Καίτοι ταῦτ' οὐκ οἶδ' ὅπως ἐξηνέχθην εἰπεῖν οὐ προελόμενος ἀλλ' ὑπ' αὐτῆς τοῦ λόγου τῆς ἀκολουθίας ἀναγκασθείς. εἴρηται δ' ἐπὶ πλεῖστον ὑπὲρ αὐτῶν Ἀριστοτέλει τε καὶ Πραξαγόρᾳ τὴν Ἱπποκράτους καὶ Πλάτωνος γνώμην ὀρθῶς ἐξηγησαμένοις.
IX
Μὴ τοίνυν ὡς ἀποδείξεις ὑφ' ἡμῶν εἰρῆσθαι νομίζειν τὰ τοιαῦτα μᾶλλον ἢ περὶ τῆς τῶν ἄλλως γιγνωσκόντων ἀναισθησίας ἐνδείξεις, οἳ μηδὲ τὰ πρὸς ἁπάντων ὁμολογούμενα καὶ καθ' ἑκάστην ἡμέραν φαινόμενα γιγνώσκουσιν· τὰς δ' ἀποδείξεις αὐτῶν τὰς κατ' ἐπιστήμην ἐξ ἐκείνων χρὴ λαμβάνειν τῶν ἀρχῶν, ὧν ἤδη καὶ πρόσθεν || 126 εἴπομεν, ὡς τὸ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα τοῖς σώμασιν ὑπάρχει κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. καὶ εἴτε φλέβας εἴθ' ἧπαρ εἴτ' ἀρτηρίας εἴτε καρδίαν εἴτε κοιλίαν εἴτ' ἄλλο τι μόριον ἐνεργεῖν τις φήσειεν ἡντινοῦν ἐνέργειαν, ἀφύκτοις ἀνάγκαις ἀναγκασθήσεται διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ὁμολογῆσαι τὴν ἐνέργειαν ὑπάρχειν αὐτῷ. διὰ τί γὰρ ἡ γαστὴρ περιστέλλεται τοῖς σιτίοις, διὰ τί δ' αἱ φλέβες αἷμα γεννῶσι, παρὰ τῶν Ἐρασιστρατείων ἐδεόμην ἀκοῦσαι. τὸ γὰρ ὅτι περιστέλλεται μόνον αὐτὸ καθ' ἑαυτὸ γιγνώσκειν οὐδέπω χρηστόν, εἰ μὴ καὶ τὴν αἰτίαν εἰδείημεν· οὕτω γὰρ ἂν οἶμαι καὶ τὰ σφάλματα θεραπεύσαιμεν. οὐ μέλει, φασίν, ἡμῖν οὐδὲ πολυπραγμονοῦμεν ἔτι τὰς τοιαύτας αἰτίας· ὑπὲρ ἰατρὸν γάρ εἰσι καὶ τῷ φυσικῷ προσήκουσι. πότερον οὖν οὐδ' ἀντερεῖτε τῷ φάσκοντι τὴν μὲν εὐκρασίαν τὴν κατὰ φύσιν αἰτίαν εἶναι τῆς ἐνεργείας ἑκάστῳ τῶν ὀργάνων, τὴν δ' αὖ δυσκρασίαν νόσον τ ἤδη καλεῖσθαι καὶ πάντως ὑπ' αὐ||127τῆς βλάπτεσθαι τὴν ἐνέργειαν; ἢ πεισθήσεσθε ταῖς τῶν παλαιῶν ἀποδείξεσιν; ἢ τρίτον τι καὶ μέσον ἑκατέρου τούτων πράξετε μήθ' ὡς ἀληθέσι τοῖς λόγοις ἐξ ἀνάγκης πειθόμενοι μήτ' ἀντιλέγοντες ὡς ψευδέσιν, ἀλλ' ἀπορητικοί τινες ἐξαίφνης καὶ Πυρρώνειοι γενήσεσθε; καὶ μὴν εἰ τοῦτο δράσετε, τὴν ἐμπειρίαν ἀναγκαῖον ὑμῖν προστήσασθαι. τῷ γὰρ ἂν ἔτι τρόπῳ καὶ τῶν ἰαμάτων εὐποροίητε τὴν οὐσίαν ἑκάστου τῶν νοσημάτων ἀγνοοῦντες; τί οὖν οὐκ ἐξ ἀρχῆς ἐμπειρικοὺς ὑμᾶς αὐτοὺς ἐκαλέσατε; τί δὲ πράγμαθ' ἡμῖν παρέχετε φυσικὰς ἐνεργείας ἐπαγγελλόμενοι ζητεῖν ἰάσεως ἕνεκεν; εἰ γὰρ ἀδύνατος ἡ γαστήρ ἐστί τινι περιστέλλεσθαι καὶ τρίβειν, πῶς αὐτὴν εἰς τὸ κατὰ φύσιν ἐπανάξομεν ἀγνοοῦντες τὴν αἰτίαν τῆς ἀδυναμίας; ἐγὼ μέν φημι τὴν μὲν ὑπερτεθερμασμένην ἐμψυκτέον ἡμῖν εἶναι, τὴν δ' ἐψυγμένην θερμαντέον· οὕτω δὲ καὶ τὴν ἐξηρασμένην ὑγραντέον, τὴν δ' ὑγρασμένην ξηραντέον. ἀλλὰ καὶ || 128 κατὰ συζυγίαν, εἰ θερμοτέρα τοῦ κατὰ φύσιν ἅμα καὶ ξηροτέρα τύχοι γεγενημένη, κεφάλαιον εἶναι τῆς ἰάσεως ἐμψύχειν θ' ἅμα καὶ ὑγραίνειν· εἰ δ' αὖ ψυχροτέρα τε καὶ ὑγροτέρα, θερμαίνειν τε καὶ ξηραίνειν κἀπὶ τῶν ἄλλων ὡσαύτως· οἱ δ' ἀπ' Ἐρασιστράτου τί ποτε καὶ πράξουσιν οὐδ' ὅλως ζητεῖν τῶν ἐνεργειῶν τὰς αἰτίας ὁμολογοῦντες; ὁ γάρ τοι καρπὸς τῆς περὶ τῶν ἐνεργειῶν ζητήσεως οὗτός ἐστι, τὸ τὰς αἰτίας τῶν δυσκρασιῶν εἰδότα εἰς τὸ κατὰ φύσιν ἐπανάγειν αὐτάς, ὡς αὐτό γε μόνον τὸ γνῶναι τὴν ἑκάστου τῶν ὀργάνων ἐνέργειαν ἥτις ἐστὶν οὔπω χρηστὸν εἰς τὰς ἰάσεις.
Ἐρασίστρατος δέ μοι δοκεῖ καὶ αὐτὸ τοῦτ' ἀγνοεῖν, ὡς, ἥτις ἂν ἐν τῷ σώματι διάθεσις βλάπτῃ τὴν ἐνέργειαν μὴ κατά τι συμβεβηκὸς ἀλλὰ πρώτως τε καὶ καθ' ἑαυτήν, αὕτη τὸ νόσημά ἐστιν αὐτό. πῶς οὖν ἔτι διαγνωστικός τε καὶ ἰατικὸς ἔσται τῶν νοσημάτων ἀγνοῶν ὅλως αὐτὰ τίνα τ' ἐστὶ καὶ πόσα καὶ ποῖα; κατὰ μὲν δὴ τὴν γαστέρα τό γε τοσοῦτον Ἐρασίστρατος ἠξίωσε ζητεῖσθαι τὸ πῶς πέττεται τὰ σιτία· || 129 τὸ δ' ἥτις πρώτη τε καὶ ἀρχηγὸς αἰτία τούτου, πῶς οὐκ ἐπεσκέψατο; κατὰ δὲ τὰς φλέβας καὶ τὸ αἷμα καὶ αὐτὸ τὸ πῶς παρέλιπεν.
Ἀλλ' οὔθ' Ἱπποκράτης οὔτ' ἄλλος τις ὧν ὀλίγῳ πρόσθεν ἐμνημόνευσα φιλοσόφων ἢ ἰατρῶν ἄξιον ᾤετ' εἶναι παραλιπεῖν· ἀλλὰ τὴν κατὰ φύσιν ἐν ἑκάστῳ ζῴῳ θερμασίαν εὔκρατόν τε καὶ μετρίως ὑγρὰν οὖσαν αἵματος εἶναί φασι γεννητικὴν καὶ δι' αὐτό γε τοῦτο καὶ τὸ αἷμα θερμὸν καὶ ὑγρὸν εἶναί φασι τῇ δυνάμει χυμόν, ὥσπερ τὴν ξανθὴν χολὴν θερμὴν καὶ ξηρὰν εἶναι, εἰ καὶ ὅτι μάλισθ' ὑγρὰ φαίνεται. διαφέρειν γὰρ αὐτοῖς δοκεῖ τὸ κατὰ φαντασίαν ὑγρόν τοῦ κατὰ δύναμιν. ἢ τίς οὐκ οἶδεν, ὡς ἅλμη μὲν καὶ θάλαττα ταριχεύει τὰ κρέα καὶ ἄσηπτα διαφυλάττει, τὸ δ' ἄλλο πᾶν ὕδωρ τὸ πότιμον ἑτοίμως διαφθείρει τε καὶ σήπει; τίς δ' οὐκ οἶδεν, ὡς ξανθῆς χολῆς ἐν τῇ γαστρὶ περιεχομένης πολλῆς ἀπαύστῳ δίψει συνεχόμεθα καὶ ὡς ἐμέσαντες αὐτὴν εὐθὺς ἄδιψοι γιγνόμεθα μᾶλλον ἢ εἰ πάμπολυ ποτὸν προσηράμεθα; || 130 θερμὸς οὖν εὐλόγως ὁ χυμὸς οὗτος εἴρηται καὶ ξηρὸς κατὰ δύναμιν, ὥσπερ γε καὶ τὸ φλέγμα ψυχρὸν καὶ ὑγρόν. ἐναργεῖς γὰρ καὶ περὶ τούτου πίστεις Ἱπποκράτει τε καὶ τοῖς ἄλλοις εἴρηνται παλαιοῖς.
Πρόδικος δ' ἐν τῷ περὶ φύσεως ἀνθρώπου γράμματι τὸ συγκεκαυμένον καὶ οἷον ὑπερωπτημένον ἐν τοῖς χυμοῖς ὀνομάζων φλέγμα παρὰ τὸ πεφλέχθαι τῇ λέξει μὲν ἑτέρως χρῆται, φυλάττει μέντοι τὸ πρᾶγμα κατὰ ταὐτὸ τοῖς ἄλλοις. τὴν δ' ἐν τοῖς ὀνόμασι τἀνδρὸς τούτου καινοτομίαν ἱκανῶς ἐνδείκνυται καὶ Πλάτων. ἀλλὰ τοῦτό γε τὸ πρὸς ἁπάντων ἀνθρώπων ὀνομαζόμενον φλέγμα τὸ λευκὸν τὴν χρόαν, ὃ βλένναν ὀνομάζει Πρόδικος, ὁ ψυχρὸς καὶ ὑγρὸς χυμός ἐστιν οὗτος καὶ πλεῖστος τοῖς τε γέρουσι καὶ τοῖς ὁπωσδήποτε ψυγεῖσιν ἀθροίζεται καὶ οὐδεὶς οὐδὲ μαινόμενος ἂν ἄλλο τι ἢ ψυχρὸν καὶ ὑγρὸν εἴποι ἂν αὐτόν.
Ἆρ' οὖν θερμὸς μέν τίς ἐστι καὶ ὑγρὸς χυμὸς καὶ θερμὸς καὶ ξηρὸς ἕτερος καὶ ὑγρὸς καὶ ψυχρὸς ἄλλος, οὐδεὶς δ' ἐστὶ ψυχρὸς καὶ ξηρὸς τὴν δύναμιν, ἀλλ' ἡ τετάρτη συζυγία τῶν κράσεων || 131 ἐν ἅπασι τοῖς ἄλλοις ὑπάρχουσα μόνοις τοῖς χυμοῖς οὐχ ὑπάρχει; καὶ μὴν ἥ γε μέλαινα χολὴ τοιοῦτός ἐστι χυμός, ὃν οἱ σωφρονοῦντες ἰατροὶ καὶ φιλόσοφοι πλεονεκτεῖν ἔφασαν τῶν μὲν ὡρῶν τοῦ ἔτους ἐν φθινοπώρῳ μάλιστα, τῶν δ' ἡλικιῶν ἐν ταῖς μετὰ τὴν ἀκμήν. οὕτω δὲ καὶ διαιτήματα καὶ χωρία καὶ καταστάσεις καὶ νόσους τινὰς ψυχρὰς καὶ ξηρὰς εἶναί φασιν· οὐ γὰρ δὴ χωλὴν ἐν ταύτῃ μόνῃ τῇ συζυγίᾳ τὴν φύσιν εἶναι νομίζουσιν ἀλλ' ὥσπερ τὰς ἄλλας τρεῖς οὕτω καὶ τήνδε διὰ πάντων ἐκτετάσθαι.
Ηὐξάμην οὖν κἀνταῦθ' ἐρωτῆσαι δύνασθαι τὸν Ἐρασίστρατον, εἰ μηδὲν ὄργανον ἡ τεχνικὴ φύσις ἐδημιούργησε καθαρτικὸν τοῦ τοιούτου χυμοῦ, ἀλλὰ τῶν μὲν οὔρων ἄρα τῆς διακρίσεώς ἐστιν ὄργανα δύο καὶ τῆς ξανθῆς χολῆς ἕτερον οὐ σμικρόν, ὁ δὲ τούτων κακοηθέστερος χυμὸς ἀλᾶται διὰ παντὸς ἐν ταῖς φλεψὶν ἀναμεμιγμένος τῷ αἵματι. καίτοι “Δυσεντερίη,” φησί που Ἱπποκράτης, “ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον,” οὐ μὴν ἥ γ' ἀπὸ τῆς ξαν||132θῆς χολῆς ἀρχομένη πάντως ὀλέθριος, ἀλλ' οἱ πλείους ἐξ αὐτῆς διασῴζονται. τοσούτῳ κακοηθεστέρα τε καὶ δριμυτέρα τὴν δύναμιν ἡ μέλαινα χολὴ τῆς ξανθῆς ἐστιν. ἆρ' οὖν οὔτε τῶν ἄλλων ἀνέγνω τι τῶν τοῦ Ἱπποκράτους γραμμάτων ὁ Ἐρασίστρατος οὐδὲν οὔτε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἵν' οὕτως ἀργῶς παρέλθοι τὴν περὶ τῶν χυμῶν ἐπίσκεψιν, ἢ γιγνώσκει μέν, ἑκὼν δὲ παραλείπει καλλίστην τῆς τέχνης θεωρίαν; ἐχρῆν οὖν αὐτὸν μηδὲ περὶ τοῦ σπληνὸς εἰρηκέναι τι μηδ' ἀσχημονεῖν ὑπὸ τῆς τεχνικῆς φύσεως ὄργανον τηλικοῦτον μάτην ἡγούμενον κατεσκευάσθαι. καὶ μὴν οὐχ Ἱπποκράτης μόνον ἢ Πλάτων, οὐδέν τι χείρους Ἐρασιστράτου περὶ φύσιν ἄνδρες, ἕν τι τῶν καθαιρόντων τὸ αἷμα καὶ τοῦτ' εἶναί φασι τὸ σπλάγχνον, ἀλλὰ καὶ μυρίοι σὺν αὐτοῖς ἄλλοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὧν ἁπάντων προσποιησάμενος ὑπερφρονεῖν ὁ γενναῖος Ἐρασίστρατος οὔτ' ἀντεῖπεν οὔθ' ὅλως τῆς δόξης αὐτῶν ἐμνημόνευσε. καὶ μὴν ὅσοις γε τὸ σῶμα θάλλει, τούτοις ὁ σπλὴν φθίνει, φησὶν Ἱπποκράτης, καὶ οἱ ἀπὸ τῆς || 133 ἐμπειρίας ὁρμώμενοι πάντες ὁμολογοῦσιν ἰατροί. καὶ ὅσοις γ' αὖ μέγας καὶ ὕπουλος αὐξάνεται, τούτοις καταφθείρει τε καὶ κακόχυμα τὰ σώματα τίθησιν, ὡς καὶ τοῦτο πάλιν οὐχ Ἱπποκράτης μόνον ἀλλὰ καὶ Πλάτων ἄλλοι τε πολλοὶ καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας ὁμολογοῦσιν ἰατροί. καὶ οἱ ἀπὸ σπληνὸς δὲ κακοπραγοῦντος ἴκτεροι μελάντεροι καὶ τῶν ἑλκῶν αἱ οὐλαὶ μέλαιναι. καθόλου γάρ, ὅταν ἐνδεέστερον ἢ προσῆκεν εἰς ἑαυτὸν ἕλκῃ τὸν μελαγχολικὸν χυμόν, ἀκάθαρτον μὲν τὸ αἷμα, κακόχρουν δὲ τὸ πᾶν γίγνεται σῶμα. πότε δ' ἐνδεέστερον ἕλκει; ἢ δῆλον ὅτι κακῶς διακείμενος; ὥσπερ οὖν τοῖς νεφροῖς ἐνεργείας οὔσης ἕλκειν τὰ οὖρα κακῶς ἕλκειν ὑπάρχει κακοπραγοῦσιν, οὕτω καὶ τῷ σπληνὶ ποιότητος μελαγχολικῆς ἑλκτικὴν ἐν ἑαυτῷ δύναμιν ἔχοντι σύμφυτον ἀρρωστήσαντί ποτε ταύτην ἀναγκαῖον ἕλκειν κακῶς κἀν τῷδε παχύτερον ἤδη καὶ μελάντερον γίγνεσθαι τὸ αἷμα.
Ταῦτ' οὖν ἅπαντα πρός τε τὰς διαγνώσεις τῶν νοσημάτων καὶ τὰς ἰάσεις μεγίστην παρεχόμενα χρείαν || 134 ὑπερεπήδησε τελέως ὁ Ἐρασίστρατος καὶ καταφρονεῖν προσεποιήσατο τηλικούτων ἀνδρῶν ὁ μηδὲ τῶν τυχόντων καταφρονῶν ἀλλ' ἀεὶ φιλοτίμως ἀντιλέγων ταῖς ἠλιθιωτάταις δόξαις. ᾧ καὶ δῆλον, ὡς οὐδὲν ἔχων οὔτ' ἀντειπεῖν τοῖς πρεσβυτέροις ὑπὲρ ὧν ἀπεφήναντο περὶ σπληνὸς ἐνεργείας τε καὶ χρείας οὔτ' αὐτὸς ἐξευρίσκων τι καινὸν εἰς τὸ μηδὲν ὅλως εἰπεῖν ἀφίκετο. ἀλλ' ἡμεῖς γε πρῶτον μὲν ἐκ τῶν αἰτίων, οἷς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς φύσεις, τοῦ θερμοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δεύτερον δ' ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων κατὰ τὸ σῶμα ψυχρὸν καὶ ξηρὸν εἶναί τινα χρῆναι χυμὸν ἀπεδείξαμεν. ἑξῆς δ', ὅτι καὶ μελαγχολικὸς οὗτος ὑπάρχει καὶ τὸ καθαῖρον αὐτὸν σπλάγχνον ὁ σπλήν ἐστιν, διὰ βραχέων ὡς ἔνι μάλιστα τῶν τοῖς παλαιοῖς ἀποδεδειγμένων ἀναμνήσαντες ἐπὶ τὸ λεῖπον ἔτι τοῖς παροῦσι λόγοις ἀφιξόμεθα.
Τί δ' ἂν εἴη λεῖπον ἄλλο γ' ἢ ἐξηγήσασθαι σαφῶς, οἷόν τι βούλονταί τε || 135 καὶ ἀποδεικνύουσι περὶ τὴν τῶν χυμῶν γένεσιν οἱ παλαιοὶ συμβαίνειν. ἐναργέστερον δ' ἂν γνωσθείη διὰ παραδείγματος. οἶνον δή μοι νόει γλεύκινον οὐ πρὸ πολλοῦ τῶν σταφυλῶν ἐκτεθλιμμένον ζέοντά τε καὶ ἀλλοιούμενον ὑπὸ τῆς ἐν αὐτῷ θερμασίας· ἔπειτα κατὰ τὴν αὐτοῦ μεταβολὴν δύο γεννώμενα περιττώματα τὸ μὲν κουφότερόν τε καὶ ἀερωδέστερον, τὸ δὲ βαρύτερόν τε καὶ γεωδέστερον, ὧν τὸ μὲν ἄνθος, οἶμαι, τὸ δὲ τρύγα καλοῦσι. τούτων τῷ μὲν ἑτέρῳ τὴν ξανθὴν χολήν, τῷ δ' ἑτέρῳ τὴν μέλαιναν εἰκάζων οὐκ ἂν ἁμάρτοις, οὐ τὴν αὐτὴν ἐχόντων ἰδέαν τῶν χυμῶν τούτων ἐν τῷ κατὰ φύσιν διοικεῖσθαι τὸ ζῷον, οἵαν καὶ παρὰ φύσιν ἔχοντος ἐπιφαίνονται πολλάκις. ἡ μὲν γὰρ ξανθὴ λεκιθώδης γίγνεται· καὶ γὰρ ὀνομάζουσιν οὕτως αὐτήν, ὅτι ταῖς τῶν ὠῶν λεκίθοις ὁμοιοῦται κατά τε χρόαν καὶ πάχος. ἡ δ' αὖ μέλαινα κακοηθέστερα μὲν πολὺ καὶ αὕτη τῆς κατὰ φύσιν· ὄνομα δ' οὐδὲν ἴδιον κεῖται τῷ τοιούτῳ χυμῷ, πλὴν εἴ πού τινες ἢ ξυστικὸν ἢ ὀξώδη κεκλήκασιν αὐτόν, ὅτι καὶ δριμὺς ὁμοίως ὄξει γίγνεται καὶ || 136 ξύει γε τὸ σῶμα τοῦ ζῴου καὶ τὴν γῆν, εἰ κατ' αὐτῆς ἐκχυθείη, καί τινα μετὰ πομφολύγων οἷον ζύμωσίν τε καὶ ζέσιν ἐργάζεται, σηπεδόνος ἐπικτήτου προσελθούσης ἐκείνῳ τῷ κατὰ φύσιν ἔχοντι χυμῷ τῷ μέλανι. καί μοι δοκοῦσιν οἱ πλεῖστοι τῶν παλαιῶν ἰατρῶν αὐτὸ μὲν τὸ κατὰ φύσιν ἔχον τοῦ τοιούτου χυμοῦ καὶ διαχωροῦν κάτω καὶ πολλάκις ἐπιπολάζον ἄνω μέλανα καλεῖν χυμόν, οὐ μέλαιναν χολήν, τὸ δ' ἐκ συγκαύσεώς τινος καὶ σηπεδόνος εἰς τὴν ὀξεῖαν μεθιστάμενον ποιότητα μέλαιναν ὀνομάζειν χολήν. ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὐ χρὴ διαφέρεσθαι, τὸ δ' ἀληθὲς ὧδ' ἔχον εἰδέναι.
Κατὰ τὴν τοῦ αἵματος γένεσιν ὅσον ἂν ἱκανῶς παχὺ καὶ γεῶδες ἐκ τῆς τῶν σιτίων φύσεως ἐμφερόμενον τῇ τροφῇ μὴ δέξηται καλῶς τὴν ἐκ τῆς ἐμφύτου θερμασίας ἀλλοίωσιν, ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει τοῦτο. τὸ δ' ὀπτηθέν, ὡς ἄν τις εἴποι, καὶ συγκαυθὲν τῆς τροφῆς, εἴη δ' ἂν τοῦτο τὸ θερμότατον ἐν αὐτῇ καὶ γλυκύτατον, οἷον τό τε μέλι καὶ ἡ πιμελή, ξανθὴ γενόμενον χολὴ διὰ τῶν χοληδόχων ὀνομαζομένων ἀγγείων ἐκκαθαίρεται. || 137 λεπτὸν δ' ἐστὶ τοῦτο καὶ ὑγρὸν καὶ ῥυτὸν οὐχ ὥσπερ ὅταν ὀπτηθὲν ἐσχάτως ξανθὸν καὶ πυρῶδες καὶ παχὺ γένηται ταῖς τῶν ὠῶν ὅμοιον λεκίθοις. τοῦτο μὲν γὰρ ἤδη παρὰ φύσιν· θάτερον δὲ τὸ πρότερον εἰρημένον κατὰ φύσιν ἐστίν· ὥσπερ γε καὶ τοῦ μέλανος χυμοῦ τὸ μὲν μήπω τὴν οἷον ζέσιν τε καὶ ζύμωσιν τῆς γῆς ἐργαζόμενον κατὰ φύσιν ἐστί, τὸ δ' εἰς τοιαύτην μεθιστάμενον ἰδέαν τε καὶ δύναμιν ἤδη παρὰ φύσιν, ὡς ἂν τὴν ἐκ τῆς συγκαύσεως τοῦ παρὰ φύσιν θερμοῦ προσειληφὸς δριμύτητα καὶ οἷον τέφρα τις ἤδη γεγονός. ὧδέ πως καὶ ἡ κεκαυμένη τρὺξ τῆς ἀκαύστου διήνεγκε. θερμὸν γάρ τι χρῆμα αὕτη γ' ἱκανῶς ἐστιν, ὥστε καίειν τε καὶ τήκειν καὶ διαφθείρειν τὴν σάρκα. τῇ δ' ἑτέρᾳ τῇ μήπω κεκαυμένῃ τοὺς ἰατροὺς ἔστιν εὑρεῖν χρωμένους εἰς ὅσαπερ καὶ τῇ γῇ τῇ καλουμένῃ κεραμίτιδι καὶ τοῖς ἄλλοις, ὅσα ξηραίνειν θ' ἅμα καὶ ψύχειν πέφυκεν.
Εἰς τὴν τῆς οὕτω συγκαυθείσης μελαίνης χολῆς ἰδέαν καὶ ἡ λεκιθώδης ἐκείνη μεθίσταται πολλάκις, ὅταν καὶ αὐτή ποθ' οἷον ὀπτηθεῖσα τύχῃ πυρώδει θερμασίᾳ. τὰ δ' ἄλλα || 138 τῶν χολῶν εἴδη σύμπαντα τὰ μὲν ἐκ τῆς τῶν εἰρημένων κράσεως γίγνεται, τὰ δ' οἷον ὁδοί τινές εἰσι τῆς τούτων γενέσεώς τε καὶ εἰς ἄλληλα μεταβολῆς. διαφέρουσι δὲ τῷ τὰς μὲν ἀκράτους εἶναι καὶ μόνας, τὰ δ' οἷον ὀρροῖς τισιν ἐξυγρασμένας. ἀλλ' οἱ μὲν ὀρροὶ τῶν χυμῶν ἅπαντες περιττώματα καὶ καθαρὸν αὐτῶν εἶναι δεῖται τοῦ ζῴου τὸ σῶμα. τῶν δ' εἰρημένων χυμῶν ἐστί τις χρεία τῇ φύσει καὶ τοῦ παχέος καὶ τοῦ λεπτοῦ καὶ καθαίρεται πρός τε τοῦ σπληνὸς καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως τὸ αἷμα καὶ ἀποτίθεται τοσοῦτόν τε καὶ τοιοῦτον ἑκατέρου μέρος, ὅσον καὶ οἷον, εἴπερ εἰς ὅλον ἠνέχθη τοῦ ζῴου τὸ σῶμα, βλάβην ἄν τιν' εἰργάσατο. τὸ γὰρ ἱκανῶς παχὺ καὶ γεῶδες καὶ τελέως διαπεφευγὸς τὴν ἐν τῷ ἥπατι μεταβολὴν ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει· τὸ δ' ἄλλο τὸ μετρίως παχὺ σὺν τῷ κατειργάσθαι πάντη φέρεται. δεῖται γὰρ ἐν πολλοῖς τοῦ ζῴου μορίοις παχύτητός τινος τὸ αἷμα καθάπερ οἶμαι καὶ τῶν || 139 ἐμφερομένων ἰνῶν. καὶ εἴρηται μὲν καὶ Πλάτωνι περὶ τῆς χρείας αὐτῶν, εἰρήσεται δὲ καὶ ἡμῖν ἐν ἐκείνοις τοῖς γράμμασιν, ἐν οἷς ἂν τὰς χρείας τῶν μορίων διερχώμεθα· δεῖται δ' οὐχ ἥκιστα καὶ τοῦ ξανθοῦ χυμοῦ τοῦ μήπω πυρώδους ἐσχάτως γεγενημένου τὸ αἷμα καὶ τίς αὐτῷ καὶ ἡ παρὰ τοῦδε χρεία, δι' ἐκείνων εἰρήσεται.
Φλέγματος δ' οὐδὲν ἐποίησεν ἡ φύσις ὄργανον καθαρτικόν, ὅτι ψυχρὸν καὶ ὑγρόν ἐστι καὶ οἷον ἡμίπεπτός τις τροφή. δεῖται τοίνυν οὐ κενοῦσθαι τὸ τοιοῦτον ἀλλ' ἐν τῷ σώματι μένον ἀλλοιοῦσθαι. τὸ δ' ἐξ ἐγκεφάλου καταρρέον περίττωμα τάχα μὲν ἂν οὐδὲ φλέγμα τις ὀρθῶς ἀλλὰ βλένναν τε καὶ κόρυζαν, ὥσπερ οὖν καὶ ὀνομάζεται, καλοίη. εἰ δὲ μή, ἀλλ' ὅτι γε τῆς τούτου κενώσεως ὀρθῶς ἡ φύσις προὐνοήσατο, καὶ τοῦτ' ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται. καὶ γὰρ οὖν καὶ τὸ κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα συνιστάμενον φλέγμα ὅπως ἂν ἐκκενωθῇ καὶ αὐτὸ τάχιστά τε καὶ κάλλιστα, τὸ παρεσκευασμένον τῇ φύσει μηχάνημα δι' ἐκείνων εἰρήσεται καὶ αὐτὸ τῶν ὑπομνη||140μάτων. ὅσον οὖν ἐμφέρεται ταῖς φλεψὶ φλέγμα χρήσιμον ὑπάρχον τοῖς ζῴοις, οὐδεμιᾶς δεῖται κενώσεως. προσέχειν δὲ χρὴ κἀνταῦθα τὸν νοῦν καὶ γιγνώσκειν, ὥσπερ τῶν χολῶν ἑκατέρας τὸ μέν τι χρήσιμόν ἐστι καὶ κατὰ φύσιν τοῖς ζῴοις, τὸ δ' ἄχρηστόν τε καὶ παρὰ φύσιν, οὕτω καὶ τοῦ φλέγματος, ὅσον μὲν ἂν ᾖ γλυκύ, χρηστὸν εἶναι τοῦτο τῷ ζῴῳ καὶ κατὰ φύσιν, ὅσον δ' ὀξὺ καὶ ἁλμυρὸν ἐγένετο, τὸ μὲν ὀξὺ τελέως ἠπεπτῆσθαι, τὸ δ' ἁλμυρὸν διασεσῆφθαι. τελείαν δ' ἀπεψίαν φλέγματος ἀκούειν χρὴ τὴν τῆς δευτέρας πέψεως δηλονότι τῆς ἐν φλεψίν· οὐ γὰρ δὴ τῆς γε πρώτης τῆς κατὰ τὴν κοιλίαν· ἢ οὐδ' ἂν ἐγεγένητο τὴν ἀρχὴν χυμός, εἰ καὶ ταύτην διεπεφεύγει.
Ταῦτ' ἀρκεῖν μοι δοκεῖ περὶ γενέσεώς τε καὶ διαφθορᾶς χυμῶν ὑπομνήματ' εἶναι τῶν Ἱπποκράτει τε καὶ Πλάτωνι καὶ Ἀριστοτέλει καὶ Πραξαγόρᾳ καὶ Διοκλεῖ καὶ πολλοῖς ἄλλοις τῶν παλαιῶν εἰρημένων· οὐ γὰρ ἐδικαίωσα πάντα μεταφέρειν εἰς τόνδε τὸν λόγον τὰ τελέως ἐκείνοις γεγραμμένα. τοσοῦτον δὲ μόνον ὑπὲρ ἑκάστου εἶπον, ὅσον ἐξορμήσει τε τοὺς || 141 ἐντυγχάνοντας, εἰ μὴ παντάπασιν εἶεν σκαιοί, τοῖς τῶν παλαιῶν ὁμιλῆσαι γράμμασι καὶ τὴν εἰς τὸ ῥᾷον αὐτοῖς συνεῖναι βοήθειαν παρέξει. γέγραπται δέ που καὶ δι' ἑτέρου λόγου περὶ τῶν κατὰ Πραξαγόραν τὸν Νικάρχου χυμῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα δέκα ποιεῖ χωρὶς τοῦ αἵματος, ἑνδέκατος γὰρ ἂν εἴη χυμὸς αὐτὸ τὸ αἷμα, τῆς Ἱπποκράτους οὐκ ἀποχωρεῖ διδασκαλίας. ἀλλ' εἰς εἴδη τινὰ καὶ διαφορὰς τέμνει τοὺς ὑπ' ἐκείνου πρώτου πάντων ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν εἰρημένους χυμούς.
Ἐπαινεῖν μὲν οὖν χρὴ τούς τ' ἐξηγησαμένους τὰ καλῶς εἰρημένα καὶ τοὺς εἴ τι παραλέλειπται προστιθέντας· οὐ γὰρ οἷόν τε τὸν αὐτὸν ἄρξασθαί τε καὶ τελειῶσαι· μέμφεσθαι δὲ τοὺς οὕτως ἀταλαιπώρους, ὡς μηδὲν ὑπομένειν μαθεῖν τῶν ὀρθῶς εἰρημένων, καὶ τοὺς εἰς τοσοῦτον φιλοτίμους, ὥστ' ἐπιθυμίᾳ νεωτέρων δογμάτων ἀεὶ πανουργεῖν τι καὶ σοφίζεσθαι, τὰ μὲν ἑκόντας παραλιπόντας, ὥσπερ Ἐρασίστρατος ἐπὶ τῶν χυμῶν ἐποίησε, τὰ δὲ πα||142νούργως ἀντιλέγοντας, ὥσπερ αὐτός θ' οὗτος καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων.
Ἀλλ' οὗτος μὲν ὁ λόγος ἐνταυθοῖ τελευτάτω, τὸ δ' ὑπόλοιπον ἅπαν ἐν τῷ τρίτῳ προσθήσω.
Γ
I
143 Ὅτι μὲν οὖν ἡ θρέψις ἀλλοιουμένου τε καὶ ὁμοιουμένου γίγνεται τοῦ τρέφοντος τῷ τρεφομένῳ καὶ ὡς ἐν ἑκάστῳ τῶν τοῦ ζῴου μορίων ἐστί τις δύναμις, ἣν ἀπὸ τῆς ἐνεργείας ἀλλοιωτικὴν μὲν κατὰ γένος, ὁμοιωτικὴν δὲ καὶ θρεπτικὴν κατ' εἶδος ὀνομάζομεν, ἐν τῷ πρόσθεν δεδήλωται λόγῳ. τὴν δ' εὐπορίαν τῆς ὕλης, ἣν τροφὴν ἑαυτῷ ποιεῖται τὸ τρεφόμενον, ἐξ ἑτέρας τινὸς ἔχειν ἐδείκνυτο δυνάμεως ἐπισπᾶσθαι πεφυκυίας τὸν οἰκεῖον χυμόν, εἶναι δ' οἰκεῖον ἑκάστῳ τῶν μορίων χυμόν, ὃς ἂν || 144 ἐπιτήδειος εἰς τὴν ἐξομοίωσιν ᾖ, καὶ τὴν ἕλκουσαν αὐτὸν δύναμιν ἀπὸ τῆς ἐνεργείας ἑλκτικήν τέ τινα καὶ ἐπισπαστικὴν ὀνομάζεσθαι. δέδεικται δὲ καί, ὡς πρὸ μὲν τῆς ὁμοιώσεώς ἡ πρόσφυσίς ἐστιν, ἐκείνης δ' ἔμπροσθεν ἡ πρόσθεσις γίγνεται, τέλος, ὡς ἂν εἴποι τις, οὖσα τῆς κατὰ τὴν ἐπισπαστικὴν δύναμιν ἐνεργείας. αὐτὸ μὲν γὰρ τὸ παράγεσθαι τὴν τροφὴν ἐκ τῶν φλεβῶν εἰς ἕκαστον τῶν μορίων τῆς ἑλκτικῆς ἐνεργούσης γίγνεται δυνάμεως, τὸ δ' ἤδη παρῆχθαί τε καὶ προστίθεσθαι τῷ μορίῳ τὸ τέλος ἐστὶν αὐτὸ, δι' ὃ καὶ τῆς τοιαύτης ἐνεργείας ἐδεήθημεν· ἵνα γὰρ προστεθῇ, διὰ τοῦθ' ἕλκεται. χρόνου δ' ἐντεῦθεν ἤδη πλείονος εἰς τὴν θρέψιν τοῦ ζῴου δεῖ· ἑλχθῆναι μὲν γὰρ καὶ διὰ ταχέων τι δύναται, προσφῦναι δὲ καὶ ἀλλοιωθῆναι καὶ τελέως ὁμοιωθῆναι τῷ τρεφομένῳ καὶ μέρος αὐτοῦ γενέσθαι παραχρῆμα μὲν οὐχ οἷόν τε, χρόνῳ δ' ἂν πλείονι συμβαίνοι καλῶς. ἀλλ' εἰ μὴ μένοι κατὰ τὸ μέρος ὁ προστεθεὶς οὗτος χυμός, εἰς ἕτερον δέ τι μεθίσταιτο καὶ παραρρέοι διὰ παντὸς ἀμείβων τε καὶ ὑπαλλάττων τὰ χωρία, κατ' οὐδὲν αὐτῶν || 145 οὔτε πρόσφυσις οὔτ' ἐξομοίωσίς ἔσται. δεῖ δὲ κἀνταῦθά τινος τῇ φύσει δυνάμεως ἑτέρας εἰς πολυχρόνιον μονὴν τοῦ προστεθέντος τῷ μορίῳ χυμοῦ καὶ ταύτης οὐκ ἔξωθέν ποθεν ἐπιρρεούσης ἀλλ' ἐν αὐτῷ τῷ θρεψομένῳ κατῳκισμένης, ἣν ἀπὸ τῆς ἐνεργείας πάλιν οἱ πρὸ ἡμῶν ἠναγκάσθησαν ὀνομάσαι καθεκτικήν.
Ὁ μὲν δὴ λόγος ἤδη σαφῶς ἐνεδείξατο τὴν ἀνάγκην τῆς γενέσεως τῆς τοιαύτης δυνάμεως καὶ ὅστις ἀκολουθίας σύνεσιν ἔχει, πέπεισται βεβαίως ἐξ ὧν εἴπομεν, ὡς ὑποκειμένου τε καὶ προαποδεδειγμένου τοῦ τεχνικὴν εἶναι τὴν φύσιν καὶ τοῦ ζῴου κηδεμονικὴν ἀναγκαῖον ὑπάρχειν αὐτῇ καὶ τὴν τοιαύτην δύναμιν.
II
Ἀλλ' ἡμεῖς οὐ τούτῳ μόνῳ τῷ γένει τῆς ἀποδείξεως εἰθισμένοι χρῆσθαι, προστιθέντες δ' αὐτῷ καὶ τὰς ἐκ τῶν ἐναργῶς φαινομένων ἀναγκαζούσας τε καὶ βιαζομένας πίστεις ἐπὶ τὰς τοιαύτας καὶ νῦν ἀφιξόμεθα καὶ δείξομεν ἐπὶ μέν τινων μορίων τοῦ σώματος οὕτως ἐναργῆ τὴν καθεκτικὴν δύναμιν, ὡς αὐταῖς ταῖς αἰσθήσεσι || 146 διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς, ἐπὶ δέ τινων ἧττον μὲν ἐναργῶς ταῖς αἰσθήσεσι, λόγῳ δὲ κἀνταῦθα φωραθῆναι δυναμένην.
Ἀρξώμεθ' οὖν τῆς διδασκαλίας ἀπ' αὐτοῦ τοῦ τέως πρῶτον μεθόδῳ τινὶ προχειρίσασθαι μόρι' ἄττα τοῦ σώματος, ἐφ' ὧν ἀκριβῶς ἐστι βασανίσαι τε καὶ ζητῆσαι τὴν καθεκτικὴν δύναμιν ὁποία ποτ' ἐστίν.
Ἆρ' οὖν ἄμεινον ἄν τις ἑτέρωθεν ἢ ἀπὸ τῶν μεγίστων τε καὶ κοιλοτάτων ὀργάνων ὑπάρξαιτο τῆς ζητήσεως; ἐμοί μὲν οὖν οὐκ ἂν δοκεῖ βέλτιον. ἐναργεῖς γοῦν εἰκὸς ἐπὶ τούτων φανῆναι τὰς ἐνεργείας διὰ τὸ μέγεθος· ὡς τὰ γε σμικρὰ τάχ' ἂν, εἰ καὶ σφοδρὰν ἔχει τὴν τοιαύτην δύναμιν, ἀλλ' οὐκ αἰσθήσει γ' ἑτοίμην διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς.
Ἀλλ' ἐστιν ἐν τοῖς μάλιστα κοιλότατα καὶ μέγιστα τῶν τοῦ ζῴου μορίων ἥ τε γαστὴρ καὶ <αἱ> μῆτραί τε καὶ ὑστέραι καλούμεναι. τί οὖν κωλύει ταῦτα πρῶτα προχειρισαμένους ἐπισκέψασθαι τὰς ἐνεργείας αὐτῶν, ὅσαι μὲν καὶ πρὸ τῆς ἀνατομῆς δῆλαι, τὴν ἐξέτασιν ἐφ' ἡμῶν αὐτῶν ποιουμένους, ὅσαι δ' ἀμυδρότεραι, τὰ παραπλήσια διαιροῦντας ἀνθρώπῳ ζῷα, || 147 οὐχ ὡς οὐκ ἂν ἱκανῶς τό γε καθόλου περὶ τῆς ζητουμένης δυνάμεως καὶ τῶν ἀνομοίων ἐνδειξομένων, ἀλλ' ὡς ἵν' ἅμα τῷ κοινῷ καὶ τὸ ἴδιον ἐφ' ἡμῶν αὐτῶν ἐγνωκότες εἴς τε τὰς διαγνώσεις τῶν νοσημάτων καὶ τὰς ἰάσεις εὐπορώτεροι γιγνώμεθα.
Περὶ μὲν οὖν ἀμφοτέρων τῶν ὀργάνων ἅμα λέγειν ἀδύνατον, ἐν μέρει δ' ὑπὲρ ἑκατέρου ποιησόμεθα τὸν λόγον ἀπὸ τοῦ σαφέστερον ἐνδείξασθαι δυναμένου τὴν καθεκτικὴν δύναμιν ἀρξάμενοι. κατέχει μὲν γὰρ καὶ ἡ γαστὴρ τὰ σιτία, μέχρι περ ἂν ἐκπέψῃ, κατέχουσι δὲ καὶ αἱ μῆτραι τὸ ἔμβρυον, ἔστ' ἂν τελειώσωσιν· ἀλλα πολλαπλάσιός ἐστιν ὁ τῆς τῶν ἐμβρύων τελειώσεως χρόνος τῆς τῶν σιτίων πέψεως.
III
Εἰκὸς οὖν καὶ τὴν δύναμιν ἐναργέστερον ἐν ταῖς μήτραις φωράσειν ἡμᾶς τὴν καθεκτικήν, ὅσῳ καὶ πολυχρονιωτέραν τῆς γαστρὸς τὴν ἐνέργειαν κέκτηται. μησὶ γὰρ ἐννέα που ταῖς πλείσταις τῶν γυναικῶν ἐν αὐταῖς τελειοῦται τὰ κυήματα, μεμυκυίαις μὲν ἅπαντι τῷ αὐχένι, περιεχούσαις δὲ πανταχόθεν αὐτὰ σὺν τῷ χορίῳ. || 148 καὶ πέρας γε τῆς τοῦ στόματος μύσεως καὶ τῆς τοῦ κυουμένου κατὰ τὰς μήτρας μονῆς ἡ χρεία τῆς ἐνεργείας ἐστιν· οὐ γὰρ ὡς ἔτυχεν οὐδ' ἀλόγως ἱκανὰς περιστέλλεσθαι καὶ κατέχειν τὸ ἔμβρυον ἡ φύσις ἀπείργασατο τὰς ὑστέρας, ἀλλ' ἵν' εἰς τὸ πρέπον ἀφίκηται μέγεθος τὸ κυούμενον. ὅταν οὖν, οὗ χάριν ἐνήργουν τῇ καθεκτικῇ δυνάμει, συμπεπληρωμένον ᾖ, ταύτην μὲν ἀνέπαυσάν τε καὶ εἰς ἠρεμίαν ἐπανήγαγον, ἀντ' αὐτῆς δ' ἑτέρᾳ χρῶνται τῇ τέως ἡσυχαζούσῃ, τῇ προωστικῇ. ἦν δ' ἄρα καὶ τῆς ἐκείνης ἡσυχίας ὅρος ἡ χρεία καὶ τῆς γ' ἐνεργείας ὡσαύτως ἡ χρεία· καλούσης μὲν γὰρ αὐτῆς ἐνεργεῖ, μὴ καλούσης δ' ἡσυχάζει.
Καὶ χρὴ πάλιν κἀνταῦθα καταμαθεῖν τῆς φύσεως τὴν τέχνην, ὡς οὐ μόνον ένεργειῶν χρησίμων δυνάμεις ἐνέθηκεν ἑκάστῳ τῶν ὀργάνων, ἀλλα καὶ τοῦ τῶν ἡσυχιῶν τε καὶ κινήσεων καὶροῦ προὐνοήσατο. καλῶς μὲν γὰρ ἁπάντων γιγνομένων τῶν κατὰ τὴν κύησιν ἡ ἀποκριτικὴ δύναμις ἡσυχάζει τελέως ὥσπερ οὐκ οὖσα, κακοπραγίας δὲ τινος γενομένης ἢ περὶ τὸ χορίον ἢ περί τινα τῶν ἄλλων || 149 ὑμένων ἢ περὶ τὸ κυούμενον αὐτὸ καὶ τῆς τελειώσεως αὐτοῦ παντάπασιν ἀπογνωσθέισης οὐκέτ' ἀναμένουσι τὸν ἐννεάμηνον αἱ μῆτραι χρόνον, ἀλλ' ἡ μὲν καθεκτικὴ δύναμις αὐτίκα δὴ πέπαυται καὶ παραχωρεῖ κινεῖσθαι τῇ πρότερον ἀργούσῃ, πράττει δ' ἤδη τι καὶ πραγματεύεται χρηστὸν ἡ ἀποκριτική τε καὶ προωστική· καὶ γὰρ οὖν καὶ ταύτην οὕτως ἐκάλεσαν ἀπὸ τῶν ένεργειῶν αὐτῇ τὰ ὀνόματα θέμενοι καθάπερ καὶ ταῖς ἄλλαις.
Καὶ πως ὁ λόγος ἔοικεν ὑπὲρ ἀμφοτέρων ἀποδείξειν ἅμα· καὶ γὰρ τοι καὶ διαδεχομένας αὐτὰς ἀλλήλας καὶ παραχωροῦσαν ἀεὶ τὴν ἑτέραν τῇ λοιπῇ, καθότι ἂν ἡ χρεία κελεύῃ, καὶ τὴν διδασκαλίαν κοινὴν οὐκ ἀπεικός ἐστι δέχεσθαι. τῆς μὲν οὖν καθεκτικῆς δυνάμεως ἔργον περιστεῖλαι τὰς μήτρας τῷ κυουμένῳ πανταχόθεν, ὥστ' εὐλόγως ἁπτομέναις μὲν ταῖς μαιευτρίαις τὸ στόμα μεμυκὸς αὐτῶν φαίνεται, ταῖς κυούσαις δ' αὐταῖς κατὰ τὰς πρώτας ἡμέρας καὶ μάλιστα κατ' αὐτὴν ἐκείνην, ἐν ᾗπερ ἂν ἡ τῆς γονῆς σύλληψις γένηται, κινουμένων τε καὶ συντρεχουσῶν εἰς ἑαυτὰς τῶν ὑστερῶν αἴσθη||150σις γίγνεται καὶ ἦν ἄμφω ταῦτα συμβῇ, μῦσαι μὲν τὸ στόμα χωρὶς φλεγμονῆς ἢ τινος ἄλλου παθήματος, αἴσθησιν δὲ τῆς κατὰ τὰς μήτρας κινήσεως ἀκολουθῆσαι, πρὸς αὑτὰς ἤδη τὸ σπέρμα τὸ παρὰ τἀνδρὸς εἰληφέναι τε καὶ κατέχειν αἱ γυναῖκες νομίζουσι.
Ταῦτα δ' οὐχ ἡμεῖς νῦν ἀναπλάττομεν ἡμῖν αὐτοῖς, ἀλλ' ἐκ μακρᾶς πείρας δοκιμασθέντα πᾶσι γέγραπται σχεδὸν τι τοῖς περὶ τούτων πραγματευσαμένοις. Ἡρόφιλος μέν γε καὶ ὡς οὐδὲ πυρῆνα μήλης ἂν δέχοιτο τῶν μητρῶν τὸ στόμα, πρὶν ἀποκυεῖν τὴν γυναῖκα, καὶ ὡς οὐδὲ τοὐλάχιστον ἔτι διέστηκεν, ἢν ὑπάρξηται κύειν, καὶ ὡς ἐπὶ πλέον ἀναστομοῦνται κατὰ τὰς τῶν ἐπιμηνίων φοράς, οὐκ ὤκνησε γράφειν· συνομολογοῦσι δ' αὐτῷ καὶ οἱ ἄλλοι πάντες οἱ περὶ τούτων πραγματευσάμενοι καὶ πρῶτός γ' ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων Ἱπποκράτης ἀπεφήνατο μύειν τὸ στόμα τῶν ὑστερῶν ἔν τε ταῖς κυήσεσι καὶ ταῖς φλεγμοναῖς, ἀλλ' ἐν μὲν ταῖς κυήσεσιν οὐκ ἐξιστάμενον τῆς φύσεως, ἐν δὲ ταῖς φλεγμοναῖς σκληρὸν γιγνόμενον.
Ἐπὶ δέ γε τῆς ἐναντίας τῆς ἐκκριτικῆς ἀνοίγνυται μὲν τὸ στόμα, προέρχεται δ' ὁ πυθμὴν || 151 ἅπας ὅσον οἷον τ' ἐγγυτάτω τοῦ στόματος ἀπωθούμενος ἔξω τὸ ἔμβρυον, ἅμα δ' αὐτῷ καὶ τὰ συνεχῆ μέρη τὰ οἷον πλευρὰ τοῦ παντὸς ὀργάνου συνεπιλαμβανόμενα τοῦ ἔργου θλίβει τε καὶ προωθεῖ πᾶν ἔξω τὸ ἔμβρυον. καὶ πολλαῖς τῶν γυναικῶν ὠδῖνες βίαιοι τὰς μήτρας ὅλας ἐκπεσεῖν ἠνάγκασαν ἀμέτρως χρησαμέναις τῇ τοιαύτῃ δυνάμει, παραπλησίου τινὸς γιγνομένου τῷ πολλάκις ἐν πάλαις τισὶ καὶ φιλονεικίαις συμβαίνοντι, ὅταν ἀνατρέψαι τε καὶ καταβαλεῖν ἑτέρους σπεύδοντες αὐτοὶ συγκαταπέσωμεν. οὕτω γὰρ καὶ αἱ μῆτραι τὸ ἔμβρυον ὠθοῦσαι συνεξέπεσον ἐνίοτε καὶ μάλισθ', ὅταν οἱ πρὸς τὴν ῥάχιν αὐτῶν σύνδεσμοι χαλαροὶ φύσει τυγχάνωσιν ὄντες.
Ἔστι δὲ καὶ τοῦτο θαυμαστὸν τι τῆς φύσεως σόφισμα, τὸ ζῶντος μὲν τοῦ κυήματος ἀκριβῶς πάνυ μεμυκέναι τὸ στόμα τῶν μητρῶν, ἀποθανόντος δὲ παραχρῆμα διανοίγεσθαι τοσοῦτον, ὅσον εἰς τὴν ἔξοδον αὐτοῦ διαφέρει. καὶ μέντοι καὶ αἱ μαῖαι τὰς τικτούσας οὐκ εὐθὺς ἀνιστᾶσιν οὐδ' ἐπὶ τὸν δίφρον καθίζουσιν, ἀλλ' ἅπτονται πρότερον ἀνοιγομένου τοῦ στόματος || 152 κατὰ βραχὺ καὶ πρῶτον μέν, ὥστε τὸν μικρὸν δάκτυλον καθιέναι, διεστηκέναι φασίν, ἔπειτ' ἤδη καὶ μεῖζον καὶ κατὰ βραχὺ δὴ πυνθανομένοις ἡμῖν ἀποκρίνονται τὸ μέγεθος τῆς διαστάσεως ἐπαυξανόμενον. ὅταν δ' ἱκανὸν ᾖ πρὸς τὴν τοῦ κυουμένου δίοδον, ἀνιστᾶσιν αὐτὰς καὶ καθίζουσι καὶ προθυμεῖσθαι κελεύουσιν ἀπώσασθαι τὸ παιδίον. ἐστι δ' ἤδη τοῦτο τὸ ἔργον, ὃ παρ' ἑαυτῶν αἱ κύουσαι προστιθέασιν, οὐκέτι τῶν ὑστερῶν, ἀλλα τῶν κατ' ἐπιγάστριον μυῶν, οἳ πρὸς τὴν ἀποπάτησίν τε καὶ τὴν οὔρησιν ἡμῖν συνεργοῦσιν.
IV
Οὕτω μὲν ἐπὶ τῶν μητρῶν ἐναργῶς αἱ δύο φαίνονται δυνάμεις, ἐπὶ δὲ τῆς γαστρὸς ὧδε. πρῶτον μὲν τοῖς κλύδωσιν, οἳ δὴ καὶ πεπίστευνται τοῖς ἰατροῖς ἀρρώστου κοιλίας εἶναι συμπτώματα καὶ κατὰ λόγον πεπίστευνται· ἐνίοτε μὲν γὰρ ἐλάχιστα προσενηνεγμένων οὐ γίγνονται περιστελλομένης ἀκριβῶς αὐτοῖς τῆς γαστρὸς καὶ σφιγγούσης πανταχόθεν, ἐνίοτε δὲ μεστὴ μὲν ἡ γαστήρ ἐστιν, οἱ κλύ||153δωνες δ' ὡς ἐπὶ κενῆς ἐξακούονται. κατὰ φύσιν μὲν γὰρ ἔχουσα καὶ χρωμένη καλῶς τῇ περισταλτικῇ δυνάμει, κἂν ὀλίγον ᾖ τὸ περιεχόμενον, ἅπαν αὐτὸ περιλαμβάνουσα χώραν οὐδεμίαν ἀπολείπει κενήν, ἀρρωστοῦσα δὲ, καθότι ἂν ἀδυνατήσῃ περιλαβεῖν ἀκριβῶς, ἐνταῦθ' εὐρυχωρίαν τιν' ἐργαζομένη συγχωρεῖ τοῖς περιεχομένοις ὑγροῖς κατὰ τὰς τῶν σχημάτων μεταλλαγὰς ἄλλοτ' ἀλλαχόσε μεταρρέουσι κλύδωνας ἀποτελεῖν.
Εὐλόγως οὖν, ὅτι μηδὲ πέψουσιν ἱκανῶς, οἱ ἐν τῷδε τῷ συμπτώματι γενόμενοι προσδοκῶσιν· οὐ γὰρ ἐνδέχεται πέψαι καλῶς ἄρρωστον γαστέρα. τοῖς τοιούτοις δὲ καὶ μέχρι πλείονος ἐν αὐτῇ φαίνεται παραμένον τὸ βάρος, ὡς ἂν καὶ βραδύτερον πέττουσι. καὶ μὴν θαυμάσειεν ἂν τις ἐπ' αὐτῶν τούτων μάλιστα τὸ πολυχρόνιον τῆς ἐν τῇ γαστρὶ διατριβῆς οὐ τῶν σιτίων μόνον ἀλλα καὶ τοῦ πόματος· οὐ γάρ, ὅπερ ἂν οἰηθείη τις, ὡς τὸ τῆς γαστρὸς στόμα τὸ κάτω στενὸν ἱκανῶς ὑπάρχον οὐδὲν παρίησι πρὶν ἀκριβῶς λειωθῆναι, τοῦτ' αἴτιον ὄντως ἐστί. πολλὰ γοῦν πολλάκις ὀπωρῶν ὀστᾶ μέγιστα καταπίνουσι || 154 πάμπολλοι καὶ τις δακτύλιον χρυσοῦν ἐν τῷ στόματι φυλάττων ἄκων κατέπιε καὶ ἄλλος τις νόμισμα καὶ ἄλλος ἄλλο τι σκληρὸν καὶ δυσκατέργαστον, ἀλλ' ὅμως ἅπαντες οὗτοι ῥᾳδίως ἀπεπάτησαν, ἃ κατέπιον, οὐδενὸς αὐτοῖς ἀκολουθήσαντος συμπτώματος. εἰ δὲ γ' ἡ στενότης τοῦ πόρου τῆς γαστρὸς αἰτία τοῦ μένειν ἐπὶ πλέον ἦν τοῖς ἀτρίπτοις σιτίοις, οὐδὲν ἂν τούτων ποτὲ διεχώρησεν. ἀλλὰ καὶ τὸ τὰ πόματ' αὐτοῖς ἐν τῇ γαστρὶ παραμένειν ἐπὶ πλεῖστον ἱκανὸν ἀπάγειν τὴν ὑπόνοιαν τοῦ πόρου τῆς στενότητος· ὅλως γάρ, εἴπερ ἦν ἐν τῷ κεχυλῶσθαι τὸ θᾶττον ὑπιέναι, τά τε ῥοφήματ' ἂν οὕτω καὶ τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς αὐτίκα διεξῄει πᾶσιν. ἀλλ' οὐχ ὧδ' ἔχει· τοῖς μὲν γὰρ ἀσθενέσιν ἐπὶ πλεῖστον ἐμπλεῖ ταῦτα καὶ κλύδωνας ἐργάζεται παραμένοντα καὶ θλίβει καὶ βαρύνει τὴν γαστέρα, τοῖς δ' ἰσχυροῖς οὐ μόνον τούτων οὐδὲν συμβαίνει, ἀλλὰ καὶ πολὺ πλῆθος ἄρτων καὶ κρεῶν ὑποχωρεῖ ταχέως.
Ὀυ μόνον δ' ἐκ τοῦ περιτετάσθαι τὴν γαστέρα καὶ βαρύνεσθαι || 155 καὶ μεταρρεῖν ἄλλοτ' εἰς ἄλλα μέρη μετὰ κλύδωνος τὸ παραμένειν ἐπὶ πλέον ἐν αὐτῇ πάντως τοῖς οὕτως ἔχουσι τεκμήραιτ' ἄν τις ἀλλα κἀκ τῶν ἐμέτων· ἔνιοι γὰρ οὐ μετὰ τρεῖς ὥρας ἢ τέτταρας ἀλλα νυκτῶν ἤδη μέσων παμπόλλου μεταξὺ χρόνου διελθόντος ἐπὶ ταῖς προσφοραῖς ἀνήμεσαν ἀκριβῶς ἅπαντα τὰ ἐδηδεσμένα.
Καὶ μὲν δὴ καὶ ζῷον ὁτιοῦν ἐμπλήσας ὑγρᾶς τροφῆς, ὥσπερ ἡμεῖς πολλάκις ἐπὶ συῶν ἐπειράθημεν ἐξ ἀλεύρων μέθ' ὕδατος οἷον κυκεῶνά τινα δόντες αὐτοῖς, ἔπειτα μετὰ τρεῖς που καὶ τέτταρας ὥρας ἀνατεμόντες, εἰ οὕτω καὶ σὺ πράξειας, εὑρήσεις ἔτι κατὰ τὴν γαστέρα τὰ ἐδηδεσμένα· πέρας γὰρ αὐτοῖς ἐστι τῆς ἐνταῦθα μονῆς οὐχ ἡ χύλωσις, ἣν καὶ ἐκτὸς ἔτι ὄντων μηχανήσασθαι δυνατόν ἐστιν, ἀλλ' ἡ πέψις, ἕτερον τι τῆς χυλώσεως οὖσα, καθάπερ ἁιμάτωσις τε καὶ θρέψις. ὡς γὰρ κἀκεῖνα δέδεικται ποιοτήτων μεταβολῇ γιγνόμενα, τὸν αὐτὸν τρόπον καὶ ἡ ἐν τῇ γαστρὶ πέψις τῶν σιτίων εἰς τὴν οἰκείαν ἐστὶ τῷ τρεφομένῳ ποιότητα || 156 μεταβολὴ καὶ ὅταν γε πεφθῇ τελέως, ἀνοίγνυται μὲν τηνικαῦτα τὸ κάτω στόμα, διεκπίπτει δ' αὐτοῦ τὰ σιτία ῥᾳδίως, εἰ καὶ πλῆθος τι μεθ' ἑαυτῶν ἔχοντα τύχοι λίθων ἢ ὀστῶν ἢ γιγάρτων ἤ τινος ἄλλου χυλωθῆναι μὴ δυναμένου. καί σοι τοῦτ' ἔνεστιν ἐπὶ ζῴου θεάσασθαι στοχασαμένῳ τὸν καιρὸν τῆς κάτω διεξόδου. καὶ μέν γε καὶ εἰ σφαλείης ποτὲ τοῦ καιροῦ καὶ μηδὲν μήπω κάτω παρέρχοιτο πεττομένων ἔτι κατὰ τὴν γαστέρα τῶν σιτίων, οὐδ' οὕτως ἄκαρπος ἡ ἀνατομή σοι γενήσεται· θεάσῃ γὰρ ἐπ' αὐτῶν, ὅπερ ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἀκριβῶς μὲν μεμυκότα τὸν πυλωρόν, ἅπασαν δὲ τὴν γαστέρα περιεσταλμένην τοῖς σιτίοις τρόπον ὁμοιότατον, οἷόνπερ καὶ αἱ μῆτραι τοῖς κυουμένοις. οὐ γὰρ ἔστιν οὐδέποτε κενὴν εὑρεῖν χώραν οὔτε κατὰ τὰς ὑστέρας οὔτε κατὰ τὴν κοιλίαν οὔτε κατὰ τὰς κύστεις ἀμφοτέρας οὔτε κατὰ τὴν χοληδόχον ὀνομαζομένην οὔτε τὴν ἑτέραν· ἀλλ' εἴτ' ὀλίγον εἴη τὸ περιεχόμενον ἐν αὐταῖς ἔιτε πολύ, μεσταὶ καὶ πλήρεις αὐτῶν αἱ κοιλίαι φαίνονται περιστελλομένων ἀεὶ τῶν χιτώνων τοῖς περιεχομένοις, ὅταν γε κατὰ φύσιν ἔχῃ τὸ ζῷον. ||
157 Ἐρασίστρατος δ' οὐκ οἶδ' ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει καὶ τῆς λειώσεως τῶν σιτίων καὶ τῆς τῶν περιττωμάτων ὑποχωρήσεως καὶ τῆς τῶν κεχυλωμένων ἀναδόσεως.
Ἐγὼ μὲν γὰρ μυριάκις ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου διελὼν τὸ περιτόναιον εὗρον ἀεὶ τὰ μὲν ἔντερα πάντα περιστελλόμενα τοῖς ἐνυπάρχουσι, τὴν κοιλίαν δ' οὐχ ἁπλῶς, ἀλλ' ἐπὶ μὲν ταῖς ἐδωδαῖς ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ καὶ πανταχόθεν ἀκριβῶς περιειληφυῖαν ἀκίνητον, ὡς δοκεῖν ἡνῶσθαι καὶ περιπεφυκέναι τοῖς σιτίοις· ἐν δὲ τούτῳ καὶ τὸν πυλωρὸν εὕρισκον ἀεὶ μεμυκότα καὶ κεκλεισμένον ἀκριβῶς ὥσπερ τὸ τῶν ὑστερῶν στόμα ταῖς ἐγκύμοσιν.
Ἐπὶ μέντοι ταῖς πέψεσι συμπεπληρωμέναις ἀνέῳκτο μὲν ὁ πυλωρός, ἡ γαστὴρ δὲ περισταλτικῶς ἐκινεῖτο παραπλησίως τοῖς ἐντέροις.
V
Ἅπαντ' οὖν ἀλλήλοις ὁμολογεῖ ταῦτα καὶ τῇ γαστρὶ καὶ ταῖς ὑστέραις καὶ ταῖς κύστεσιν εἶναι τινας ἐμφύτους δυνάμεις καθεκτικὰς μὲν τῶν οἰκείων ποιοτήτων, || 158 ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι μὲν γὰρ ἕλκει τὴν χολὴν εἰς ἑαυτὴν ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἔμπροσθεν δέδεικται, ὅτι δὲ καὶ ἀποκρίνει καθ' ἑκάστην ἡμέραν εἰς τὴν γαστέρα, καὶ τοῦτ' ἐναργῶς φαίνεται. καὶ μὴν εἰ διεδέχετο τὴν ἑλκτικὴν δύναμιν ἡ ἐκκριτικὴ καὶ μὴ μέση τις ἀμφοῖν ἦν ἡ καθεκτική, διὰ παντὸς ἐχρῆν ἀνατεμνομένων τῶν ζῴων ἴσον πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστιν· οὐ μὴν εὑρίσκεταί γε. ποτὲ μὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενοτάτη, ποτὲ δὲ τὰς ἐν τῷ μεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ καὶ ἡ ἑτέρα κύστις ἡ τὸ οὖρον ὑποδεχομένη. ταύτης μέν γε καὶ πρὸ τῆς ἀνατομῆς αἰσθανόμεθα, πρὶν ἀνιαθῆναι τῷ πλήθει βαρυνθεῖσαν ἢ τῇ δριμύτητι δηχθεῖσαν, ἀθροιζούσης ἔτι τὸ οὖρον, ὡς οὔσης τινὸς κἀνταῦθα δυνάμεως καθεκτικῆς.
Οὕτω δὲ καὶ ἡ γαστὴρ ὑπὸ δριμύτητος πολλάκις δηχθεῖσα πρωιαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται. αὖθις δ' ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα ἢ καὶ κατ' ἄμφω συνελθόντα κακῶς διατεθεῖσα διαρροίαις ἑάλω. καὶ μέν γε καὶ οἱ ἔμετοι, τῷ πλήθει βαρυνθείσης || 159 αὐτῆς ἢ τὴν ποιότητα τῶν ἐν αὐτῇ σιτίων τε καὶ περιττωμάτων μὴ φερούσης, ἀνάλογόν τι ταῖς διαρροίαις πάθημα τῆς ἄνω γαστρός ἐστιν. ὅταν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσιν αὐτῆς ἡ τοιαύτη γένηται διάθεσις, ἐρρωμένων τῶν κατὰ τὸν στόμαχον, εἰς διαρροίας ἐτελεύτησεν, ὅταν δ' ἐν τοῖς κατὰ τὸ στόμα, τῶν ἄλλων εὐρωστούντων, εἰς ἐμέτους.
VI
Ἔνεστι δὲ καὶ τοῦτο πολλάκις ἐναργῶς ἰδεῖν ἐπὶ τῶν ἀποσίτων· ἀναγκαζόμενοι γὰρ ἐσθίειν οὔτε καταπίνειν εὐσθενοῦσιν οὔτ', εἰ καὶ βιάσαιντο, κατέχουσιν, ἀλλ' εὐθὺς ἀνεμοῦσι. καὶ οἱ ἄλλως δὲ τῶν ἐδεσμάτων πρὸς ὁτιοῦν δυσχεραίνοντες βιασθέντες ἐνίοτε προσάρασθαι ταχέως ἐξεμοῦσιν, ἢ εἰ κατάσχοιεν βιασάμενοι, ναυτιώδεις τ' εἰσὶ καὶ τῆς γαστρὸς ὑπτίας αἰσθάνονται καὶ σπευδούσης ἀποθέσθαι τὸ λυποῦν.
Οὕτως ἐξ ἁπάντων τῶν φαινομένων, ὅπερ ἐξ ἀρχῆς ἐρρέθη, μαρτυρεῖται τὸ δεῖν ὑπάρχειν τοῖς τοῦ ζῴου μορίοις σχεδὸν ἅπασιν ἔφεσιν μέν τινὰ καὶ οἷον ὄρεξιν τῆς οἰκείας ποιότητος, ἀποστροφὴν δὲ τινα || 160 καὶ οἷον μῖσός τι τῆς ἀλλοτρίας, ἀλλ' ἐφιέμενα μὲν ἕλκειν εὔλογον, ἀποστρεφόμενα δ' ἐκκρίνειν.
Κἀκ τούτων πάλιν ἥ θ' ἑλκτικὴ δύναμις ἀποδείκνυται καθ' ἅπαν ὑπάρχουσα καὶ ἡ προωστική.
Ἀλλ' εἴπερ ἔφεσίς τέ τίς ἐστι καὶ ἕλξις, εἴη ἄν τις καὶ ἀπόλαυσις· οὐδὲν γὰρ τῶν ὄντων ἕλκει τι δι' αὐτὸ τὸ ἕλκειν, ἀλλ' ἵν' ἀπολαύσῃ τοῦ διὰ τῆς ὁλκῆς εὐπορηθέντος. καὶ μὴν ἀπολαύειν οὐ δύναται μὴ κατασχόν. κἀν τούτῳ πάλιν ἡ καθεκτικὴ δύναμις ἀποδείκνυται τὴν γένεσιν ἀνανκαίαν ἔχουσα· σαφῶς γὰρ ἐφίεται μὲν τῶν οἰκείων ποιοτήτων ἡ γαστήρ, ἀποστρέφεται δὲ τὰς ἀλλοτρίας.
Ἀλλ' εἴπερ ἐφίεταί τε καὶ ἕλκει καὶ ἀπολαύει κατέχουσα καὶ περιστελλομένη, εἴη ἄν τι καὶ πέρας αὐτῇ τῆς ἀπολαύσεως κἀπὶ τῷδ' ὁ καιρὸς ἤδη τῆς ἐκκριτικῆς δυνάμεως ἐνεργούσης.
VII
Ἀλλ' εἰ καὶ κατέχει καὶ ἀπολαύει, καταχρῆται πρὸς ὃ πέφυκε. πέφυκε δὲ τοῦ προσήκοντος ἑαυτῇ || 161 κατὰ ποιότητα καὶ οἰκείου μεταλαμβάνειν· ὥσθ' ἕλκει τῶν σιτίων ὅσον χρηστότατον ἀτμωδῶς τε καὶ κατὰ βραχὺ καὶ τοῦτο τοῖς ἑαυτῆς χιτῶσιν ἐναποτίθεταί τε καὶ προστίθησιν. ὅταν δ' ἱκανῶς ἐμπλησθῇ, καθάπερ ἄχθος τι τὴν λοιπὴν ἀποτίθεται τροφὴν ἐσχηκυῖάν τι χρηστὸν ἤδη καὶ αὐτὴν ἐκ τῆς πρὸς τὴν γαστέρα κοινωνίας· οὐδὲ γὰρ ἐνδέχεται δύο σώματα δρᾶν καὶ πάσχειν ἐπιτήδεια συνελθόντα μὴ οὐκ ἤτοι πάσχειν θ' ἅμα καὶ δρᾶν ἢ θάτερον μὲν δρᾶν, θάτερον δὲ πάσχειν. ἐὰν μὲν γὰρ ἰσάζῃ ταῖς δυνάμεσιν, ἐξ ἴσου δράσει τε καὶ πείσεται, ἂν δ' ὑπερέχῃ πολὺ καὶ κρατῇ θάτερον, ἐνεργήσει περὶ τὸ πάσχον· ὥστε δράσει μέγα μέν τι καὶ αἰσθητόν, αὐτὸ δ' ἤτοι σμικρόν τι καὶ οὐκ αἰσθητὸν ἢ παντάπασιν οὐδὲν πείσεται. ἀλλ' ἐν τούτῳ δὴ καὶ μάλιστα διήνεγκε φαρμάκου δηλητηρίου τροφή· τὸ μὲν γὰρ κρατεῖ τῆς ἐν τῷ σώματι δυνάμεως, ἡ δὲ κρατεῖται.
Οὐκουν ἐνδέχεται τροφὴν μὲν εἶναί τι τῷ ζῴῳ προσήκουσαν, οὐ μὴν καὶ κρατεῖσθαί γ' ὁμοίως πρὸς τῶν || 162 ἐν τῷ ζῴῳ ποιοτήτων· τὸ κρατεῖσθαι δ' ἦν ἀλλοιοῦσθαι. ἀλλ' ἐπεὶ τὰ μὲν ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι μόρια, τὰ δ' ἀσθενέστερα, κρατήσει μὲν πάντα τῆς οἰκείας τῷ ζῴῳ τροφῆς, οὐχ ὁμοίως δὲ πάντα· κρατήσει δ' ἄρα καὶ ἡ γαστὴρ καὶ ἀλλοιώσει μὲν τὴν τροφήν, οὐ μὴν ὁμοίως ἥπατι καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ καρδίᾳ.
Πόσον οὖν ἐστιν, ὃ ἀλλοιοῖ, καὶ δὴ θεασώμεθα· πλέον μὲν ἢ κατὰ τὸ στόμα, μεῖον δ' ἢ κατὰ τὸ ἧπάρ τε καὶ τὰς φλέβας. αὕτη μὲν γὰρ ἡ ἀλλοίωσις εἰς αἵματος οὐσίαν ἄγει τὴν τροφήν, ἡ δ' ἐν τῷ στόματι μεθίστησι μὲν αὐτὴν ἐναργῶς εἰς ἕτερον εἶδος, οὐ μὴν εἰς τέλος γε μετακοσμεῖ. μάθοις δ' ἂν ἐπὶ τῶν ἐγκαταλειφθέντων ταῖς διαστάσεσι τῶν ὀδόντων σιτίων καὶ καταμεινάντων δι' ὅλης νυκτός· οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ ἄρτος οὔτε κρέας ἐστί τὸ κρέας, ἀλλ' ὄζει μὲν τοιοῦτον, οἷόνπερ καὶ τοῦ ζῴου τὸ στόμα, διαλέλυται δὲ καὶ διατέτηκε καὶ τὰς ἐν τῷ ζῴῳ τῆς σαρκὸς ἀπομέμακται ποιότητας. ἔνεστι δέ σοι θεάσασθαι τὸ μέγεθος τῆς ἐν τῷ στόματι || 163 τῶν σιτίων ἀλλοιώσεως, εἰ πυροὺς μασησάμενος ἐπιθείης ἀπέπτοις δοθιῆσιν· ὄψει γὰρ αὐτοὺς τάχιστα μεταβάλλοντάς τε καὶ συμπέττοντας, οὐδὲν τοιοῦτον, ὅταν ὕδατι φυραθῶσιν, ἐργάσασθαι δυναμένους. καὶ μὴ θαυμάσῃς· τὸ γὰρ τοι φλέγμα τουτὶ τὸ κατὰ τὸ στόμα καὶ λειχήνων ἐστὶν ἄκος καὶ σκορπίους ἀναιρεῖ παραχρῆμα καὶ πολλὰ τῶν ἰοβόλων θηρίων τὰ μὲν εὐθέως ἀποκτείνει, τὰ δ' ἐς ὕστερον· ἅπαντα γοῦν βλάπτει μεγάλως. ἀλλα τὰ μεμασημένα σιτία πρῶτον μὲν τούτῳ τῷ φλέγματι βέβρεκταί τε καὶ πεφύραται, δεύτερον δὲ καὶ τῷ χρωτὶ τοῦ στόματος ἅπαντα πεπλησίακεν, ὥστε πλείονα μεταβολὴν εἴληφε τῶν ἐν ταῖς κεναῖς χώραις τῶν ὀδόντων ἐσφηνωμένων.
Ἀλλ' ὅσον τὰ μεμασημένα τούτων ἐπὶ πλέον ἠλλοίωται, τοσοῦτον ἐκείνων τὰ καταποθέντα. μὴ γὰρ οὐδὲ παραβλητὸν ᾖ τὸ τῆς ὑπερβολῆς, εἰ τὸ κατὰ τὴν κοιλίαν ἐννοήσαιμεν φλέγμα καὶ χολὴν καὶ πνεῦμα καὶ θερμασίαν καὶ ὅλην τὴν οὐσίαν τῆς γαστρός. εἰ δὲ καὶ συνεπινοήσαις αὐτῇ τὰ παρακείμενα || 164 σπλάγχνα καθάπερ τινὶ λέβητι μεγάλῳ πυρὸς ἑστίας πολλάς, ἐκ δεξιῶν μὲν τὸ ἧπαρ, ἐξ ἀριστερῶν δὲ τὸν σπλῆνα, τὴν καρδίαν δ' ἐκ τῶν ἄνω, σὺν αὐτῇ δὲ καὶ τὰς φρένας αἰωρουμένας τε καὶ διὰ παντὸς κινουμένας, ἐφ' ἅπασι δὲ τούτοις σκέπον τὸ ἐπίπλοον, ἐξαίσιόν τινα πεισθήσῃ τὴν ἀλλοίωσιν γίγνεσθαι τῶν εἰς τὴν γαστέρα καταποθέντων σιτίων.
Πῶς δ' ἂν ἠδύνατο ῥᾳδίως αἱματοῦσθαι μὴ προπαρασκευασθέντα τῇ τοιαύτῃ μεταβολῇ; δέδεικται γὰρ οὖν καὶ πρόσθεν, ὡς οὐδὲν εἰς τὴν ἐναντίαν ἀθρόως μεθίσταται ποιότητα. πῶς οὖν ὁ ἄρτος αἷμα γίγνεται, πῶς δὲ τὸ τεῦτλον ἢ ὁ κύαμος ἢ τι τῶν ἄλλων, εἰ μὴ πρότερόν τιν' ἑτέραν ἀλλοίωσιν ἐδέξατο; πῶς δ' ἡ κόπρος ἐν τοῖς λεπτοῖς ἐντέροις ἀθρόως γεννηθήσεται; τι γὰρ ἐν τούτοις σφοδρότερον εἰς ἀλλοίωσίν ἐστι τῶν κατὰ τὴν γαστέρα; πότερα τῶν χιτώνων τὸ πλῆθος ἢ τῶν γειτνιώντων σπλάγχνων ἡ περίθεσις ἢ τῆς μονῆς ὁ χρόνος ἢ σύμφυτός τις ἐν τοῖς ὀργάνοις θερμασία; καὶ μὴν κατ' οὐδὲν τούτων πλεονεκτεῖ τὰ ἔντερα τῆς γαστρὸς. τί ποτ' οὖν ἐν μὲν τῇ γαστρὶ νυκτὸς || 165 ὅλης πολλάκις μείναντα τὸν ἄρτον ἔτι φυλάττεσθαι βούλονται τὰς ἀρχαίας διασῴζοντα ποιότητας, ἐπειδὰν δ' ἅπαξ ἐμπέσῃ τοῖς ἐντέροις, εὐθὺς γίγνεσθαι κόπρον; εἰ μὲν γὰρ ὁ τοσοῦτος χρόνος ἀδύνατος ἀλλοιοῦν, οὐδ' ὁ βραχὺς ἱκανός· εἰ δ' οὕτος αὐτάρκης, πῶς οὐ πολὺ μᾶλλον ὁ μακρός; ἆρ' οὖν ἀλλοιοῦται μὲν ἡ τροφὴ κατὰ τὴν κοιλίαν, ἄλλην δέ τιν' ἀλλοίωσιν καὶ οὐχ οἵαν ἐκ τῆς φύσεως ἴσχει τοῦ μεταβάλλοντος ὀργάνου; ἢ ταύτην μέν, οὐ μὴν τήν γ' οἰκείαν τῷ τοῦ ζῴου σώματι; μακρῷ τοῦτ' ἀδυνατώτερόν ἐστι. καὶ μὴν οὐκ ἄλλο γ' ἦν ἡ πέψις ἢ ἀλλοίωσις εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα. εἴπερ οὖν ἡ πέψις τοῦτ' ἔστί καὶ ἡ τροφὴ κατὰ τὴν γαστέρα δέδεικται δεχομένη ποιότητα τῷ μέλλοντι πρὸς αὐτῆς θρέψεσθαι ζῴῳ προσήκουσαν, ἱκανῶς ἀποδέδεικται τὸ πέττεσθαι κατὰ τὴν γαστέρα τὴν τροφήν.
Καὶ γελοῖος μὲν Ἀσκληπιάδης οὔτ' ἐν ταῖς ἐρυγαῖς λέγων ἐμφαίνεσθαί ποτε τὴν ποιότητα τῶν πεφθέντων σιτίων οὔτ' ἐν τοῖς ἐμέτοις οὔτ' ἐν ταῖς ἀνα||166τομαῖς· αὐτὸ γὰρ δὴ τὸ τοῦ σώματος ἐξόζειν αὐτὰ τῆς κοιλίας ἐστὶ τὸ πεπέφθαι. ὁ δ' οὕτως ἐστὶν εὐήθης, ὥστ', ἐπειδὴ τῶν παλαιῶν ἀκούει λεγόντων ἐπὶ τὸ χρηστὸν ἐν τῇ γαστρὶ μεταβάλλειν τὰ σιτία, δοκιμάζει ζητεῖν οὐ τὸ κατὰ δύναμιν ἀλλα τὸ κατὰ γεῦσιν χρηστὸν, ὥσπερ ἢ τοῦ μήλου μηλωδεστέρου—χρὴ γὰρ οὕτως αὐτῷ διαλέγεσθαι—γιγνομένου κατὰ τὴν κοιλίαν ἢ τοῦ μέλιτος μελιτωδεστέρου.
Πολὺ δ' εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ Ἐρασίστρατος ἢ μὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις ἑψήσει παραπλήσιος ὑπάρχειν, ἢ ἑκὼν σοφιζόμενος ἑαυτόν. ἑψήσει μὲν οὖν, φησίν, οὕτως ἐλαφρὰν ἔχουσαν θερμασίαν οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτνην δέον ὑποθεῖναι τῇ γαστρὶ ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης ἢ δυναμένης μὲν ἀλλοιοῦν, οὐ κατὰ τὴν ἔμφυτον δὲ θερμασίαν, ὑγρὰν οὖσαν δηλονότι καὶ διὰ τοῦθ' ἕψειν οὐκ ὀπτᾶν εἰρημένην.
Ἐχρῆν δ' αὐτὸν, εἴπερ περὶ πραγμάτων ἀντιλέγειν ἐβούλετο, πειραθῆναι δεῖξαι μάλιστα μὲν καὶ || 167 πρῶτον, ὡς οὐδὲ μεταβάλλει τὴν ἀρχὴν οὐδ' ἀλλοιοῦται κατὰ ποιότητα πρὸς τῆς γαστρὸς τὰ σιτία, δεύτερον δ', εἴπερ μὴ οἷός τ' ἦν τοῦτο πιστώσασθαι, τὸ τὴν ἀλλοίωσιν αὐτῶν ἄχρηστον εἶναι τῷ ζῴῳ· εἰ δὲ μηδὲ τοῦτ' εἶχε διαβάλλειν, ἐξελέγξαι τὴν περὶ τὰς δραστικὰς ἀρχάς ὑπόληψιν καὶ δεῖξαι τὰς ἐνεργείας ἐν τοῖς μορίοις οὐ διὰ τὴν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιὰν κρᾶσιν ὑπάρχειν ἄλλὰ δι' ἄλλο τι· εἰ δὲ μηδὲ τοῦτ' ἐτόλμα διαβάλλειν, ἀλλ' ὅτι γε μὴ τὸ θερμὸν ἐστιν ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις τὸ τῶν ἄλλων δραστικώτατον. ἢ εἰ μήτε τοῦτο μήτε τῶν ἄλλων τι τῶν ἔμπροσθεν εἶχεν ἀποδεικνύναι, μὴ ληρεῖν ὀνόματι προσπαλαίοντα μάτην, ὥσπερ οὐ σαφῶς Ἀριστοτέλους ἔν τ' ἄλλοις πολλοῖς κἀν τῷ τετάρτῳ τῶν μετεωρολογικῶν ὅπως ἡ πέψις ἑψήσει παραπλήσιος εἶναι λέγεται, καὶ ὅτι μὴ πρώτως μηδὲ κυρίως ὀνομαζόντων, εἰρηκότος.
Ἀλλ', ὡς ἤδη λέλεκται πολλάκις, ἀρχὴ τούτων ἁπάντων ἐστὶ μία τὸ περὶ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ διασκέψασθαι, καθάπερ Ἀριστοτέλης ἐποίησεν ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς, ἀπο||168δείξας ἁπάσας τὰς κατὰ τὰ σώματα μεταβολὰς καὶ ἀλλοιώσεις ὑπὸ τούτων γίγνεσθαι. ἀλλ' Ἐρασίστρατος οὔτε τούτοις οὔτ' ἄλλῳ τινὶ τῶν προειρημένων ἀντειπὼν ἐπὶ τοὔνομα μόνον ἐτράπετο τῆς ἑψήσεως.
VIII
Ἐπὶ μὲν οὖν τῆς πέψεως, εἰ καὶ τἆλλα πάντα παρέλιπε, τὸ γοῦν ὅτι διαφέρει τῆς ἐκτὸς ἑψήσεως ἡ ἐν τοῖς ζῴοις πέψις, ἐπειράθη δεικνύναι, περὶ δὲ τῆς καταπόσεως οὐδ' ἄχρι τοσούτου. τί γὰρ φησιν;
“Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι.”
Καὶ μὴν δύο χιτῶνας ἡ γαστὴρ ἔχει πάντως ἕνεκα του γεγονότας καὶ διήκουσιν οὗτοι μέχρι τοῦ στόματος, ὁ μὲν ἔνδον, οἷός ἐστι κατὰ τὴν γαστέρα, τοιοῦτος διαμένων, ὁ δ' ἕτερος ἐπὶ τὸ σαρκωδέστερον ἐν τῷ στομάχῳ τρεπόμενος. ὅτι μὲν οὖν ἐναντίας ἀλλήλαις τὰς ἐπιβολὰς τῶν ἰνῶν ἔχουσιν οἱ χιτῶνες οὗτοι, τὸ φαινόμενον αὐτὸ μαρτυρεῖ. τινὸς δ' ἕνεκα τοιοῦτοι γεγόνασιν, Ἐρασίστρατος μὲν οὐδ' ἐπεχείρησεν εἰπεῖν, ἡμεῖς δ' ἐροῦμεν.
Ὁ μὲν ἔνδον εὐθείας ἔχει τὰς ἶνας, ὁλκῆς γὰρ ἕνεκα γέ||169γονεν· ὁ δ' ἔξωθεν ἐγκαρσίας ὑπὲρ τοῦ κατὰ κύκλον περιστέλλεσθαι· ἑκάστῳ γὰρ τῶν κινουμένων ὀργάνων ἐν τοῖς σώμασι κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις εἰσίν. ἐπ' αὐτῶν δὲ πρῶτον τῶν μυῶν, εἰ βούλει, βασάνισον τὸν λόγον, ἐφ' ὧν καὶ αἱ ἶνες ἐναργέσταται καὶ αἱ κινήσεις αὐτῶν ὁρῶνται διὰ σφοδρότητα. μετὰ δὲ τοὺς μῦς ἐπὶ τὰ φυσικὰ τῶν ὀργάνων ἴθι καὶ πάντ' ὄψει κατὰ τὰς ἶνας κινούμενα καὶ διὰ τοῦθ' ἑκάστῳ μὲν τῶν ἐντέρων στρογγύλαι καθ' ἑκάτερον τῶν χιτώνων αἱ ἶνές εἰσι· περιστέλλονται γὰρ μόνον, ἕλκουσι δ' οὐδὲν. ἡ γαστὴρ δὲ τῶν ἰνῶν τὰς μὲν εὐθείας ἔχει χάριν ὁλκῆς, τὰς δ' ἐγκαρσίας ἕνεκα περιστολῆς· ὥσπερ γὰρ ἐν τοῖς μυσὶν ἑκάστης τῶν ἰνῶν τεινομένης τε καὶ πρὸς τὴν ἀρχὴν ἑλκομένης αἱ κινήσεις γίγνονται, κατὰ τὸν αὐτὸν λόγον κἀν τῇ γαστρί· τῶν μὲν οὖν ἐγκαρσίων ἰνῶν τεινομένων ἔλαττον ἀνάγκη γίγνεσθαι τὸ εὖρος τῆς περιεχομένης ὑπ' αὐτῶν κοιλότητος, τῶν δ' εὐθειῶν ἑλκομένων τε καὶ εἰς ἑαυτὰς συναγομὲνων οὐκ ἐνδέχεται μὴ οὐ συναιρεῖσθαι τὸ μῆκος. ἄλλα μὴν || 170 ἐναργῶς γε φαίνεται καταπινόντων συναιρούμενον καὶ τοσοῦτον ὁ λάρυγξ ἀνατρέχων, ὅσον ὁ στόμαχος κατασπᾶται, καὶ ὅταν γε συμπληρωθείσης τῆς ἐν τῷ καταπίνειν ἐνεργείας ἀφεθῇ τῆς τάσεως ὁ στόμαχος, ἐναργῶς πάλιν φαίνεται καταφερόμενος ὁ λάρυγξ· ὁ γὰρ ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἶνας ἔχων ὁ καὶ τὸν στόμαχον ὑπαλείφων καὶ τὸ στόμα τοῖς ἐντὸς μέρεσιν ἐπεκτείνεται τοῦ λάρυγγος, ὥστ' οὐκ ἐνδέχεται κατασπώμενον αὐτὸν ὑπὸ τῆς κοιλίας μὴ οὐ συνεπισπᾶσθαι καὶ τὸν λάρυγγα.
Ὅτι δ' αἱ περιφερεῖς ἶνες, αἷς περιστέλλεται τὰ τ' ἄλλα μόρια καὶ ἡ γαστήρ, οὐ συναιροῦσι τὸ μῆκος, ἀλλα συστέλλουσι καὶ στενοῦσι τὴν εὐρύτητα, καὶ παρ' αὐτοῦ λαβεῖν ἔστιν ὁμολογούμενον Ἐρασιστράτου· περιστέλλεσθαι γὰρ φησι τοῖς σιτίοις τὴν γαστέρα κατὰ τὸν τῆς πέψεως ἅπαντα χρόνον. ἀλλ' εἰ περιστέλλεται μέν, οὐδὲν δὲ τοῦ μήκους ἀφαιρεῖται τῆς κοιλίας, οὐκ ἔστί τῆς περισταλτικῆς κινήσεως ἴδιον τὸ κατασπᾶν κάτω τὸν στόμαχον. ὅπερ γὰρ αὐτὸς ὁ Ἐρασίστρατος εἶπέ, τοῦτο μόνον αὐτὸ συμβήσεται τὸ τῶν ἄνω συστελ||171λομένων διαστέλλεσθαι τὰ κάτω. τοῦτο δ' ὅτι, κἂν εἰς νεκροῦ τὸν στόμαχον ὕδατος ἐγχέῃς, φαίνεται γιγνόμενον, οὐδεὶς ἀγνοεῖ. ταῖς γὰρ τῶν ὑλῶν διὰ στενοῦ σώματος ὁδοιπορίαις ἀκόλουθον ἐστι τὸ σύμπτωμά· θαυμαστὸν γάρ, εἰ διερχομένου τινὸς αὐτὸν ὄγκου μὴ διασταλήσεται. οὐκοῦν τὸ μὲν τῶν ἄνω συστελλομένων διαστέλλεσθαι τὰ κάτω κοινόν ἐστι καὶ τοῖς νεκροῖς σώμασι, δι' ὧν ὁπωσοῦν τι διεξέρχεται, καὶ τοῖς ζῶσιν, εἴτε περιστέλλοιτο τοῖς διερχομένοις εἴθ' ἕλκοιτο.
Τὸ δὲ τῆς τοῦ μήκους συναιρέσεως ἴδιον τῶν τὰς εὐθείας ἶνας ἐχόντων ὀργάνων, ἵν' ἐπισπάσωνταί τι. ἀλλὰ μὴν ἐδείχθη κατασπώμενος ὁ στόμαχος, οὐ γὰρ ἂν ἕιλκε τὸν λάρυγγα· δῆλον οὖν, ὡς ἡ γαστὴρ ἕλκει τὰ σιτία διὰ τοῦ στομάχου.
Καὶ ἡ κατὰ τὸν ἔμετον δὲ τῶν ἐμουμένων ἄχρι τοῦ στόματος φορὰ πάντως μέν που καὶ αὐτὴ τὰ μὲν ὑπὸ τῶν ἀναφερομένων διατεινόμενα μέρη τοῦ στομάχου διεστῶτα κέκτηται, τῶν πρόσω δ' ὁ τι ἂν ἑκάστοτ' ἐπιλαμβάνηται, τοῦτ' ἀρχόμενον διαστέλλεται, τὸ δ' || 172 ὄπισθεν καταλείπει δηλονότι συστελλόμενον, ὥσθ' ὁμοίαν εἶναι πάντη τὴν διάθεσιν τοῦ στομάχου κατά γε τοῦτο τῇ τῶν καταπινόντων· ἀλλα τῆς ὁλκῆς μὴ παρούσης τὸ μῆκος ὅλον ἴσον ἐν τοῖς τοιούτοις συμπτώμασι διαφυλάττεται.
Διὰ τοῦτο δὲ καὶ καταπίνειν ῥᾷον ἐστιν ἢ ἐμεῖν, ὅτι καταπίνεται μὲν ἀμφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ μὲν ἐντὸς ἕλκοντος, τοῦ δ' ἐκτὸς περιστελλομένου τε καὶ συνεπωθοῦντος, ἐμεῖται δὲ θατέρου μόνου τοῦ ἔξωθεν ἐνεργοῦντος, οὐδενὸς ἕλκοντος εἰς τὸ στόμα. οὐ γὰρ δὴ ὥσπερ ἡ τῆς γαστρὸς ὄρεξις προηγεῖτο τοῦ καταπίνειν τὰ σιτία, τὸν αὐτὸν τρόπον κἀν τοῖς ἐμέτοις ἐπιθυμεῖ τι τῶν κατὰ τὸ στόμα μορίων τοῦ γιγνομένου παθήματος, ἀλλ' ἄμφω τῆς γαστρὸς αὐτῆς εἰσιν ἐναντίαι διαθέσεις, ὀρεγομένης μὲν καὶ προσιεμένης τὰ χρήσιμά τε καὶ οἰκεῖα, δυσχεραινούσης δὲ καὶ ἀποτριβομένης τὰ ἀλλότρια. διὸ καὶ τὸ καταπίνειν αὐτὸ τοῖς μὲν ἱκανῶς ὀρεγομένοις τῶν οἰκείων ἐδεσμάτων τῇ γαστρὶ τάχιστα γίγνεται, σαφῶς ἑλκούσης αὐτὰ καὶ κατασπώσης πρὶν ἢ μασηθῆναι, τοῖς δ' ἤτοι φάρμακόν τι κατ' ἀνάν||173κην πίνουσιν ἢ σιτίον ἐν χώρᾳ φαρμάκου προσφερομένοις ἀνιαρὰ καὶ μόγις ἡ κατάποσις αὐτῶν ἐπιτελεῖται.
Δῆλος οὖν ἐστιν ἐκ τῶν είρημένων ὁ μὲν ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἔχων ἶνας τῆς ἐκ τοῦ στόματος εἰς αὐτὴν ὁλκῆς ἕνεκα γεγονὼς καὶ διὰ τοῦτ' ἐν ταῖς καταπόσεσι μόναις ἐνεργῶν, ὁ δ' ἔξωθεν ὁ τὰς ἐγκαρσίας ἔχων ἕνεκα μὲν τοῦ περιστέλλεσθαι τοῖς ἐνυπάρχουσι καὶ προωθεῖν αὐτὰ τοιοῦτος ἀποτελεσθείς, ἐνεργῶν δ' οὐδὲν ἧττον ἐν τοῖς ἐμέτοις ἢ ταῖς καταπόσεσιν. ἐναργέστατα δὲ μαρτυρεῖ τῷ λεγομένῳ καὶ τὸ κατὰ τὰς χάννας τε καὶ τοὺς συνόδοντας γιγνόμενον· ἑυρίσκεται γὰρ ἐνίοτε τούτων ἡ γαστὴρ ἐν τῷ στόματι καθάπερ καὶ ὁ Ἀριστοτέλης ἐν ταῖς περὶ ζῴων ἔγραψεν ἱστορίαις καὶ προστίθησί γε τὴν αἰτίαν ὑπὸ λαιμαργίας αὐτοῖς τοῦτο συμβαίνειν φάσκων.
Ἔχει γὰρ ὧδε· κατὰ τὰς σφοδροτέρας ὀρέξεις ἄνω προστρέχει πᾶσι τοῖς ζῴοις ἡ γαστήρ, ὥστε τινὲς τοῦ πάθους αἴσθησιν ἐναργῆ σχόντες ἐξέρπειν αὑτοῖς φασι τὴν κοιλίαν, ἐνίων δὲ μασωμένων ἔτι καὶ μήπω || 174 καλῶς ἐν τῷ στόματι τὰ σιτία κατεργασαμένων ἐξαρπάζει φανερῶς ἀκόντων. ἐφ' ὧν οὖν ζῴων φύσει λαιμάργων ὑπαρχόντων ἥ τ' εὐρυχωρία τοῦ στόματος ἐστι δαψιλὴς ἥ τε τῆς γαστρὸς θέσις ἐγγύς, ὡς ἐπὶ συνόδοντός τε καὶ χάννης, οὐδὲν θαυμαστὸν, ὅταν ἱκανῶς πεινάσαντα διώκῃ τι τῶν μικροτέρων ζῴων, εἶτ' ἤδη πλησίον ᾖ τοῦ συλλαβεῖν, ἀνατρέχειν ἐπειγούσης τῆς ἐπιθυμίας εἰς τὸ στόμα τὴν γαστέρα. γενέσθαι δ' ἄλλως ἀμήχανον τοῦτο μὴ οὐχ ὥσπερ διὰ χειρὸς τοῦ στομάχου τῆς γαστρὸς ἐπισπωμένης εἰς ἑαυτὴν τὰ σιτία. καθάπερ γὰρ καὶ ἡμεῖς ὑπὸ προθυμίας ἐνίοτε τῇ χειρὶ συνεπεκτείνομεν ὅλους ἡμᾶς αὐτοὺς ἕνεκα τοῦ θᾶττον ἐπιδράξασθαι τοῦ προκειμένου σώματος, οὕτω καὶ ἡ γαστὴρ οἷον χειρὶ τῷ στομάχῳ συνεπεκτείνεται. καὶ διὰ τοῦτ' ἐφ' ὧν ζῴων ἅμα τὰ τρία ταυτὶ συνέπεσεν, ἔφεσίς τε σφοδρὰ τῆς τροφῆς ὅ τε στόμαχος μικρὸς ἥ τ' εὐρυχωρία τοῦ στόματος δαψιλής, ἐπὶ τούτων ὀλίγη ῥοπὴ τῆς ἐπεκτάσεως εἰς τὸ στόμα τὴν κοιλίαν ὅλην ἀναφέρει.
Ἤρκει μὲν οὖν ἴσως ἀνδρὶ φυσικῷ παρ' αὐτῆς μόνης τῆς κατασκευῆς τῶν ὀργά||175νων τὴν ἔνδειξιν τῆς ἐνεργείας λαμβάνειν. οὐ γὰρ δὴ μάτην γ' ἂν ἡ φύσις ἐκ δυοῖν χιτώνων ἐναντίως ἀλλήλοις ἐχόντων ἀπειργάσατο τὸν οἰσοφάγον, εἰ μὴ καὶ διαφόρως ἑκάτερος αὐτῶν ἐνεργεῖν ἔμελλεν. ἀλλ' ἐπεὶ πάντα μᾶλλον ἢ τὰ τῆς φύσεως ἔργα διαγιγνώσκειν οἱ περὶ τὸν Ἐρασίστρατόν εἰσιν ἱκανοί, φέρε κἀκ τῆς τῶν ζῴων ἀνατομῆς ἐπιδείξωμεν αὐτοῖς, ὡς ἑκάτερος τῶν χιτώνων ἐνεργεῖ τὴν εἰρημένην ἐνέργειαν. εἰ δή τι λαβὼν ζῷον, εἶτα γυμνώσας αὐτοῦ τὰ περικείμενα τῷ στομάχῳ σώματα χωρὶς τοῦ διατεμεῖν τινα τῶν νεύρων ἢ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν τῶν αὐτόθι τεταγμένων ἐθέλοις ἀπὸ τῆς γένυος ἕως τοῦ θώρακος εὐθείαις τομαῖς διελεῖν τὸν ἔξω χιτῶνα τὸν τὰς ἐγκαρσίας ἶνας ἔχοντα κἄπειτα τῷ ζῴῳ τροφὴν προσενέγκοις, ὄψει καταπῖνον αὐτὸ καίτοι τῆς περισταλτικῆς ἐνεργείας ἀπολωλυίας. εἰ δ' αὖ πάλιν ἐφ' ἑτέρου ζῴου διατέμοις ἀμφοτέρους τοὺς χιτῶνας τομαῖς ἐγκαρσίαις, θεάσῃ καὶ τοῦτο καταπῖνον οὐκέτ' ἐνεργοῦντος τοῦ ἐντὸς. ᾧ δῆλον, ὅτι καὶ διὰ θατέρου μὲν αὐτῶν καταπίνειν οἷόν τ' ἐστίν, || 176 ἀλλὰ χεῖρον ἢ δι' ἀμφοτέρων. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτ' ἔστι θεάσασθαι σαφῶς ἐπὶ τῆς εἰρημένης ἀνατομῆς, ὡς ἐν τῷ καταπίνειν ὑποπίμπλαται πνεύματος ὁ στόμαχος τοῦ συγκαταπινομένου τοῖς σιτίοις, ὃ περιστελλομένου μὲν τοῦ ἔξωθεν χιτῶνος ὠθεῖται ῥᾳδίως εἰς τὴν γαστέρα σὺν τοῖς ἐδέσμασι, μόνου δὲ τοῦ ἔνδον ὑπάρχοντος ἐμποδὼν ἵσταται τῇ φορᾷ τῶν σιτίων διατεῖνον τ' αὐτὸν καὶ τὴν ἐνέργειαν ἐμποδίζον.
Ἀλλ' οὔτε τούτων οὐδὲν Ἐρασίστρατος εἶπεν ὄυθ' ὡς ἡ σκολιὰ θέσις τοῦ στομάχου διαβάλλει σαφῶς τὸ δόγμα τῶν νομιζόντων ὑπὸ τῆς ἄνωθεν βολῆς μόνης ποδηγούμενα μέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόμενα. μόνον δ' ὅτι πολλὰ τῶν μακροτραχήλων ζῴων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν. ᾧ δῆλον, ὅτι τὸ φαινόμενον οὐ τὸ πῶς καταπίνομεν ἀποδείκνυσιν, ἀλλὰ τὸ πῶς οὐ καταπίνομεν· ὅτι γὰρ μὴ διὰ μόνης τῆς ἄνωθεν βολῆς, ἐκ τούτου δῆλον· οὐ μὴν εἴθ' ἑλκούσης τῆς κοιλίας ἔιτε παράγοντος αὐτὰ τοῦ στομάχου, δῆλον ἤδη πω. ἀλλ' ἡμεῖς γε || 177 πάντας τοὺς λογισμοὺς εἰπόντες τούς τ' ἐκ τῆς κατασκευῆς τῶν ὀργάνων ὁρμωμένους καὶ τοὺς ἀπὸ τῶν ἄλλων συμπτωμάτων τῶν τε πρὸ τοῦ γυμνωθῆναι τὸν στόμαχον καὶ γυμνωθέντος, ὡς ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἱκανῶς ἐνεδειξάμεθα τοῦ μὲν ἕλκειν ἕνεκα τὸν ἐντὸς χιτῶνα, τοῦ δ' ἀπωθεῖν τὸν ἐκτὸς γεγονέναι.
Προὐθέμεθα μὲν οὖν ἀποδεῖξαι τὴν καθεκτικὴν δύναμιν ἐν ἑκάστῳ τῶν ὀργάνων οὖσαν, ὥσπερ ἐν τῷ πρόσθεν λόγῳ τὴν ἑλκτικήν τε καὶ προσέτι τὴν ἀλλοιωτικήν. ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου τὰς τέτταρας ἀπεδείξαμεν ὑπαρχούσας τῇ γαστρὶ, τὴν ἑλκτικὴν μὲν ἐν τῷ καταπίνειν, τὴν καθεκτικὴν δ' ἐν τῷ πέττειν, τὴν ἀπωστικὴν δ' ἐν τοῖς ἐμέτοις καὶ ταῖς τῶν πεπεμμένων σιτίων εἰς τὸ λεπτὸν ἔντερον ὑποχωρήσεσιν, αὐτὴν δὲ τὴν πέψιν ἀλλοίωσιν ὑπάρχειν.
IX
Οὔκουν ἔτ' ἀπορήσομεν οὐδὲ περὶ τοῦ σπληνός, εἰ ἕλκει μὲν τὸ οἰκεῖον, ἀποκρίνει δὲ τὸ ἀλλότριον, ἀλλοιοῦν δὲ καὶ κατέχειν, ὅσον ἂν ἐπισπάσηται, πέφυκεν, οὐδὲ περὶ ἥπατος ἢ φλεβός ἢ ἀρτηρίας ἢ καρδίας ἢ τῶν || 178 ἄλλων τινός· ἀνανκαῖαι γὰρ ἐδείχθησαν αἱ τέτταρες αὗται δυνάμεις ἅπαντι μορίῳ τῷ μέλλοντι θρέψεσθαι καὶ διὰ τοῦτ' αὐτὰς ὑπηρέτιδας εἶναι θρέψεως ἔφαμεν· ὡς γὰρ τὸ τῶν ἀνθρώπων ἀποπάτημα τοῖς κυσὶν ἥδιστον, οὕτω καὶ τὰ τοῦ ἥπατος περιττώματα τὸ μὲν τῷ σπληνί, τὸ δὲ τῇ χοληδόχῳ κύστει, τὸ δὲ τοῖς νεφροῖς οἰκεῖόν.
X
Καὶ λέγειν ἔτι περὶ τῆς τούτων γενέσεως οὐκ ἂν ἐθέλοιμι μεθ' Ἱπποκράτην καὶ Πλάτωνα καὶ Ἀριστοτέλην καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιμον· οὐδὲ γὰρ οὐδὲ περὶ τῶν δυνάμεων εἶπον ἄν, εἴ τις τῶν ἔμπροσθεν ἀκριβῶς ἐξειργάσατο τὸν ὑπὲρ αὐτῶν λόγον.
Ἐπει δ' οἱ μὲν παλαιοὶ καλῶς ὑπὲρ αὐτῶν ἀποφηνάμενοι παρέλιπον ἀγωνίσασθαι τῷ λόγῳ, μηδ' ὑπονοήσαντες ἔσεσθαί τινας εἰς τοσοῦτον ἀναισχύντους σοφιστάς, ὡς ἀντιλέγειν ἐπιχειρῆσαι τοῖς ἐναργέσιν, οἱ νεώτεροι δὲ τὸ μὲν τι νικηθέντες ὑπὸ τῶν σοφισμάτων ἐπείσθησαν αὐτοῖς, τὸ δὲ τι καὶ ἀντιλέγειν ἐπιχειρήσαντες ἀποδεῖν μοι πολὺ τῆς τῶν παλαιῶν ἔδοξαν δυνάμεως, || 179 διὰ τοῦθ', ὡς ἂν ἐκείνων αὐτῶν, εἴπερ ἔτ' ἦν τις, ἀγωνίσασθαί μοι δοκεῖ πρὸς τοὺς ἀνατρέποντας τῆς τέχνης τὰ κάλλιστα, καὶ αὐτὸς οὕτως ἐπειράθην συνθεῖναι τοὺς λόγους.
Ὅτι δ' ἢ οὐδὲν ἢ παντάπασιν ἀνύσω τι σμικρὸν, οὐκ ἀγνοῶ· πάμπολλα γὰρ εὑρίσκω τελέως μὲν ἀποδεδειγμένα τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν νῦν δι' ἀμαθίαν ἀλλ' οὐδ' ἐπιχειρούμενα γιγνώσκεσθαι διὰ ῥᾳθυμίαν, οὔτ', εἰ καὶ γνωσθείη τινί, δικαίως ἐξεταζόμενα.
Χρὴ γὰρ τὸν μέλλοντα γνώσεσθαί τι τῶν πολλῶν ἄμεινον εὐθὺς μὲν καὶ τῇ φύσει καὶ τῇ πρώτη διδασκαλίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ἐπειδὰν δὲ γένηται μειράκιον, ἀληθείας τινὰ σχεῖν ἐρωτικὴν μανίαν, ὥσπερ ἐνθουσιῶντα καὶ μήθ' ἡμέρας μήτε νυκτὸς διαλείπειν σπεύδοντά τε καὶ συντεταμένον ἐκμαθεῖν, ὅσα τοῖς ἐνδοξοτάτοις εἴρηται τῶν παλαιῶν· ἐπειδὰν δ' ἐκμάθῃ, κρίνειν αὐτὰ καὶ βασανίζειν χρόνῳ παμπόλλῳ καὶ σκοπεῖν, πόσα μὲν ὁμολογεῖ τοῖς ἐναργῶς φαινομένοις, πόσα δὲ διαφέρεται, || 180 καὶ οὕτω τὰ μὲν αἱρεῖσθαι, τὰ δ' ἀποστρέφεσθαι. τῷ μὲν δὴ τοιούτῳ πάνυ σφόδρα χρησίμους ἤλπικα τοὺς ἡμετέρους ἔσεσθαι λόγους· εἶεν δ' ἂν ὀλίγοι παντάπασιν οὗτοι· τοῖς δ' ἄλλοις οὕτω γενήσεται τὸ γράμμα περιττὸν, ὡς εἰ καὶ μῦθον ὄνῳ τις λέγοι.
XI
Συμπεραντέον οὖν ἡμῖν τὸν λόγον ἕνεκα τῶν τῆς ἀληθείας ἐφιεμένων ὅσα λείπει κατ' αὐτὸν ἔτι προσθεῖσιν. ὡς γὰρ ἡ γαστὴρ ἕλκει μὲν ἐναργῶς καὶ κατασπᾷ τὰ σιτία τοῖς σφόδρα πεινώδεσι, πρὶν ἀκριβῶς ἐν τῷ στόματι λειωθῆναι, δυσχεραίνει δὲ καὶ ἀπωθεῖται τοῖς ἀποσίτοις τε καὶ πρὸς ἀνάγκην ἐσθίουσιν, οὕτω καὶ τῶν ἄλλων ὀργάνων ἕκαστον ἀμφοτέρας ἔχει τὰς δυνάμεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. καὶ διὰ τοῦτο, κἂν ἐξ ἑνὸς ᾖ χιτῶνος ὄργανον τι συνεστώς, ὥσπερ καὶ αἱ κύστεις ἀμφότεραι καὶ αἱ μῆτραι καὶ αἱ φλέβες, ἀμφότερα τῶν ἰνῶν ἔχει τὰ γένη, τῶν εὐθειῶν τε καὶ τῶν ἐγκαρσίων.
Καὶ μὲν γε καὶ τρίτον τι || 181 γένος ἰνῶν ἐστι <τῶν> λοξῶν, ἔλαττον πολὺ τῷ πλήθει τῶν προειρημένων δύο γενῶν. εὑρίσκεται δ' ἐν μὲν τοῖς ἐκ δυοῖν χιτώνων συνεστηκόσιν ὀργάνοις ἐν θατέρῳ μόνῳ ταῖς εὐθείαις ἰσὶν ἀναμεμιγμένον, ἐν δὲ τοῖς ἐξ ἑνὸς ἅμα τοῖς ἄλλοις δύο γένεσι. συνεπιλαμβάνουσι δ' αὗται μέγιστον τῇ τῆς καθεκτικῆς ὀνομασθείσης δυνάμεως ἐνεργείᾳ· δεῖται γὰρ ἐν τούτῳ τῷ χρόνῳ πανταχόθεν ἐσφίγχθαι καὶ περιτετάσθαι τοῖς ἐνυπάρχουσι τὸ μόριον, ἡ μὲν γαστήρ ἐν τῷ τῆς πέψεως, αἱ μῆτραι δ' ἐν τῷ τῆς κυήσεως χρόνῳ παντί.
Ταῦτ' ἄρα καὶ ὁ τῆς φλεβός χιτὼν εἷς ὢν ἐκ πολυειδῶν ἰνῶν ἐγένετο καὶ τῶν τῆς ἀρτηρίας ὁ μὲν ἔξωθεν ἐκ τῶν στρογγύλων, ὁ δ' ἔσωθεν ἐκ μὲν τῶν εὐθειῶν πλείστων, ὀλίγων δέ τινων σὺν αὐταῖς καὶ τῶν λοξῶν, ὥστε τὰς μὲν φλέβας ταῖς μήτραις καὶ ταῖς κύστεσιν ἐοικέναι κατά γε τὴν τῶν ἰνῶν σύνθεσιν, εἰ καὶ τῷ πάχει λείπονται, τὰς δ' ἀρτηρίας τῇ γαστρί. μόνα δὲ πάντων ὀργάνων ἐκ δυοῖν θ' ἅμα καὶ ἀμφοτέρων ἐγκαρσίας ἐχόντων τὰς ἶνας ἐγένετο τὰ ἔντερα. τὸ δ' ὅτι βέλτιον ἦν || 182 τῶν τ' ἄλλων ἑκαστῳ τοιούτῳ τὴν φύσιν ὑπάρχειν, οἷόνπερ καὶ νῦν ἐστι, τοῖς τ' ἐντέροις ἐκ δυοῖν ὁμοίων χιτώνων συγκεῖσθαι, τῆς περὶ χρείας μορίων πραγματείας ἐστίν. οὔκουν νῦν χρὴ ποθεῖν ἀκούειν περὶ τῶν τοιούτων, ὥσπερ οὐδὲ διὰ τί περὶ τοῦ πλήθους τῶν χιτώνων ἑκάστου τῶν ὀργάνων διαπεφώνηται τοῖς ἀνατομικοῖς ἀνδράσιν. ὑπὲρ μὲν γὰρ τούτων αὺτάρκως ἐν τοῖς περὶ τῆς ἀνατομικῆς διαφωνίας εἴρηται· περὶ δὲ τοῦ διότι τοιοῦτον ἕκαστον ἐγένετο τῶν ὀργάνων, ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται.
XII
Νυνὶ δ' οὐδέτερον τούτων πρόκειται λέγειν, ἀλλα τὰς φυσικὰς δυνάμεις μόνας ἀποδεικνύειν ἐν ἑκάστῳ τῶν ὀργάνων τέτταρας ὑπαρχούσας. ἐπὶ τοῦτ' οὖν πάλιν ἐπανελθόντες ἀναμνήσωμέν τε τῶν ἔμπροσθεν εἰρημένων ἐπιθῶμέν τε κεφαλὴν ἤδη τῷ λόγῳ παντὶ τὸ λεῖπον ἔτι προσθέντες. ἐπειδὴ γὰρ ἕκαστον τῶν ἐν τῷ ζῴῳ μορίων ἕλκειν εἰς ἑαυτὸ τὸν οἰκεῖον χυμὸν ἀποδέδεικται καὶ πρώτη σχεδὸν αὕτη τῶν φυσικῶν ἐστι δυνάμεων, ἐφεξῆς || 183 ἐκείνῳ γνωστέον, ὡς οὐ πρότερον ἀποτρίβεται τὴν ἑλχθεῖσαν <τροφὴν> ἤτοι σύμπασαν ἢ καί τι περίττωμα αὐτῆς, πρὶν ἂν εἰς ἐναντίαν μεταπέσῃ διάθεσιν ἢ αὐτὸ τὸ ὄργανον ἢ καὶ τῶν περιεχομένων ἐν αὐτῷ τὰ πλεῖστα. ἡ μὲν οὖν γαστήρ, ἐπειδὰν μὲν ἱκανῶς ἐμπλησθῇ τῶν σιτίων καὶ τὸ χρηστότατον αὐτῶν εἰς τοὺς ἑαυτῆς χιτῶνας ἐναπόθηται βδάλλουσα, τηνικαῦτ' ἤδη τὸ λοιπὸν ἀποτρίβεται καθάπερ ἄχθος ἀλλότριον· αἱ κύστεις δ', ἐπειδὰν ἕκαστον τῶν ἑλχθέντων ἢ τῷ πλήθει διατεῖνον ἢ τῇ ποιότητι δάκνον ἀνιαρὸν γένηται.
Τῷ δ' αὐτῷ τρόπῳ καὶ αἱ μῆτραι· ἤτοι γάρ, ἐπειδὰν μηκέτι φέρωσι διατεινόμεναι, τὸ λυποῦν ἀποθέσθαι σπεύδουσιν ἢ τῇ ποιότητι δακνόμεναι τῶν ἐκχυθέντων εἰς αὐτὰς ὑγρῶν. ἑκάτερόν δὲ τῶν εἰρημένων γίγνεται μὲν καὶ βιαίως ἔστιν ὅτε καὶ ἀμβλώσκουσι τηνικαῦτα, γίγνεται δ' ὡς τὰ πολλὰ καὶ προσηκόντως, ὅπερ οὐκ ἀμβλώσκειν ἀλλ' ἀποκυΐσκειν τε καὶ τίκτειν ὀνομάζεται. τοῖς μὲν οὖν ἀμβλωθριδίοις φαρμάκοις ἤ τισιν ἄλλοις παθήμασι διαφθεί||184ρουσι τὸ ἔμβρυον ἤ τινας τῶν ὑμένων αὐτοῦ ῥηγνύουσιν αἱ ἀμβλώσεις ἕπονται, οὕτω δὲ κἀπειδὰν ἀνιαθῶσί ποθ' αἱ μῆτραι κακῶς ἔχουσαι τῇ διατάσει, ταῖς δὲ τῶν ἐμβρύων αὐτῶν κινήσεσι ταῖς σφοδροτάταις οἱ τόκοι, καθάπερ καὶ τοῦθ' Ἱπποκράτει καλῶς εἴρηται. κοινὸν δ' ἁπασῶν τῶν διαθέσεων ἡ ἀνία καὶ ταύτης αἴτιον τριττὸν ἢ ὄγκος περιττὸς ἤ τι βάρος ἢ δῆξις· ὄγκος μὲν, ἐπειδὰν μηκέτι φέρωσι διατεινόμεναι, βάρος δ', ἐπειδὰν ὑπὲρ τὴν ῥώμην αὐτῶν ᾖ τὸ περιεχόμενον, δῆξις δ', ἐπειδὰν ἤτοι τὰ πρότερον ἐν τοῖς ὑμέσιν ὑγρὰ στεγόμενα ῥαγέντων αὐτῶν εἰς αὐτὰς ἐκχυθῇ τὰς μήτρας ἢ καὶ σύμπαν ἀποφθαρὲν τὸ κύημα σηπόμενόν τε καὶ διαλυόμενον εἰς μοχθηροὺς ἰχῶρας οὕτως ἐρεθίζῃ τε καὶ δάκνῃ τὸν χιτῶνα τῶν ὑστερῶν.
Ἀνάλογον οὖν ἐν ἅπασι τοῖς ὀργάνοις ἕκαστα τῶν τ' ἔργων αὐτῶν τῶν φυσικῶν καὶ μέντοι τῶν παθημάτων τε καὶ νοσημάτων φαίνεται γιγνόμενα, τὰ μὲν ἐναργῶς καὶ σαφῶς οὕτως, ὡς ἀποδείξεως δεῖσθαι μηδέν, τὰ δ' ἧττον μὲν ἐναργῶς, οὐ μὴν ἄγνωστα γε παντάπασι τοῖς || 185 ἐθέλουσι προσέχειν τὸν νοῦν.
Ἐπὶ μὲν οὖν τῆς γαστρὸς αἵ τε δήξεις ἐναργεῖς, διότι πλείστης αἰσθήσεως μετέχει, τά τ' ἄλλα παθήματα τά τε ναυτίαν ἐμποιοῦντα καὶ οἱ καλούμενοι καρδιωγμοὶ σαφῶς ἐνδείκνυνται τὴν ἀποκριτικήν τε καὶ ἀπωστικὴν τῶν ἀλλοτρίων δύναμιν, οὕτω δὲ κἀπὶ τῶν ὑστερῶν τε καὶ τῆς κύστεως τῆς τὸ οὖρον ὑποδεχομένης· ἐναργῶς γὰρ οὖν καὶ αὕτη φαίνεται μέχρι τοσούτου τὸ ὑγρόν ὑποδεχομένη τε καὶ ἀθροίζουσα, ἄχρις ἂν ἤτοι πρὸς τοῦ πλήθους αὐτοῦ διατεινομένη μηκέτι φέρῃ τὴν ἀνίαν ἢ πρὸς τῆς ποιότητος δακνομένη· χρονίζον γὰρ ἕκαστον τῶν περιττωμάτων ἐν τῷ σώματι σήπεται δηλονότι, τὸ μὲν ἐλάττονι, τὸ δὲ πλείονι χρόνῳ, καὶ οὕτω δακνῶδές τε καὶ δριμὺ καὶ ἀνιαρὸν τοῖς περιέχουσι γίγνεται. οὐ μὴν ἐπὶ γε τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁμοίως ἔχει· ᾧ δῆλον, ὅτι νεύρων ἥκιστα μετέχει. χρὴ δὲ κἀνταῦθα τὸν γε φυσικὸν ἄνδρα τὸ ἀνάλογον ἐξευρίσκειν. εἰ γὰρ ἕλκειν τε τὸν οἰκεῖον ἀπεδείχθη χυμόν, ὡς φαίνεσθαι πολλάκις μεστήν, ἀποκρί||186νειν τε τὸν αὐτὸν τούτον οὐκ εἰς μακράν, ἀναγκαῖόν ἐστιν αὐτὴν ἢ διὰ τὸ πλῆθος βαρυνομένην ἢ τῆς ποιότητος μεταβαλλούσης ἐπὶ τὸ δακνῶδές τε καὶ δριμὺ τῆς ἀποκρίσεως ἐφίεσθαι. οὐ γὰρ δὴ τὰ μὲν σιτία τὴν ἀρχαίαν ὑπαλλάττει ποιότητα ταχέως οὕτως, ὥστ', ἐπειδὰν ἐμπέσῃ τοῖς λεπτοῖς ἐντέροις, εὐθὺς εἶναι κόπρον, ἡ χολὴ δ' οὐ πολὺ μᾶλλον ἢ τὸ οὖρον, ἐπειδὰν ἅπαξ ἐκπέσῃ τῶν φλεβῶν, ἐξαλλάττει τὴν ποιότητα, τάχιστα μεταβάλλοντα καὶ σηπόμενα. καὶ μὴν εἴπερ ἐπί τε τῶν κατὰ τὰς ὑστέρας καὶ τὴν κοιλίαν καὶ τὰ ἔντερα καὶ προσέτι τὴν τὸ οὖρον ὑποδεχομένην κύστιν ἐναργῶς φαίνεται διάτασίς τις ἢ δῆξις ἢ ἄχθος ἐπεγεῖρον ἕκαστον τῶν ὀργάνων εἰς ἀπόκρισιν, οὐδὲν χαλεπὸν κἀπὶ τῆς χοληδόχου κύστεως ταὐτὸ τοῦτ' ἐννοεῖν ἐπὶ τε τῶν ἄλλων ἁπάντων ὀργάνων, ἐξ ὧν δηλονότι καὶ αἱ ἀρτηρίαι καὶ αἱ φλέβες εἰσίν.
XIII
Οὐ μὴν οὐδὲ τὸ διὰ τοῦ αὐτοῦ πόρου τήν θ' ὁλκὴν γίγνεσθαι καὶ τὴν ἀπόκρισιν ἐν διαφέρουσι || 187 χρόνοις οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἴ γε καὶ τῆς γαστρὸς ὁ στόμαχος οὐ μόνον ἐδέσματα καὶ πόματα παράγων εἰς αὐτήν, ἀλλὰ κἀν ταῖς ναυτίαις τὴν ἐναντίαν ὑπηρεσίαν ὑπηρετῶν ἐναργῶς φαίνεται, καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁ αὐχὴν εἷς ὢν ἅμα μὲν πληροῖ δι' αὑτοῦ τὴν κύστιν, ἅμα δ' ἐκκενοῖ, καὶ τῶν μητρῶν ὁ στόμαχος ὡσαύτως ὁδός ἐστιν εἴσω μὲν τοῦ σπέρματος, ἔξω δὲ τοῦ κυήματος.
Ἀλλὰ κἀνταῦθα πάλιν ἡ μὲν ἐκκριτικὴ δύναμις ἐναργής, οὐ μὴν ὁμοίως γ' αὐτῇ σαφὴς τοῖς πολλοῖς ἡ ἑλκτική· ἀλλ' Ἱπποκράτης μὲν ἀρρώστου μήτρας αἰτιώμενος αὐχένα φησί· “Οὐ γὰρ δύναται αὐτέης ὁ στόμαχος εἰρύσαι τὴν γονήν.”
Ἐρασίστρατος δὲ καὶ Ἀσκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστ' οὐ μόνον τὴν κοιλίαν καὶ τὰς μήτρας ἀποστεροῦσι τῆς τοιαύτης δυνάμεως ἀλλα καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅμα τοῖς νεφροῖς. καὶτοι γ' ὅτι μηδ' εἰπεῖν δυνατὸν ἕτερον αἴτιον ἢ οὔρων ἢ χολῆς διακρίσεως, ἐν τῷ πρώτῳ δέδεικται λόγῳ.
Καὶ μήτραν οὖν καὶ γαστέρα καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν δι' ἑνὸς καὶ ταὐτοῦ στο||188μάχου τήν θ' ὁλκὴν καὶ τὴν ἀπόκρισιν εὑρίσκοντες ποιουμένας μηκέτι θαυμάζωμεν, εἰ καὶ διὰ τῶν φλεβῶν ἡ φύσις ἐκκρίνει πολλάκις εἰς τὴν γαστέρα περιττώματα. τούτου δ' ἔτι μᾶλλον οὐ χρὴ θαυμάζειν, εἰ, δι' ὧν εἰς ἧπαρ ἀνεδόθη φλεβῶν ἐκ γαστρὸς, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς μακροτέραις ἀσιτίαις ἕλκεσθαί τις δύναται τροφή. τὸ γὰρ τοῖς τοιούτοις ἀπιστεῖν ὅμοιον ἐστί δήπου τῷ μηκέτι πιστεύειν μηδ' ὅτι τὰ καθαίροντα φάρμακα διὰ τῶν αὐτῶν στομάτων ἐξ ὅλου τοῦ σώματος εἰς τὴν γαστέρα τοὺς οἰκείους ἐπισπᾶται χυμούς, δι' ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγένετο, ἀλλ' ἕτέρα μὲν ζητεῖν ἀναδόσεως, ἕτέρα δὲ καθάρσεως στόματα. καὶ μὴν εἴπερ ἓν καὶ ταὐτὸ στόμα διτταῖς ὑπηρετεῖ δυνάμεσιν, ἐν διαφόροις χρόνοις εἰς τἀναντία τὴν ὁλκὴν ποιουμέναις, ἔμπροσθεν μὲν τῇ κατὰ τὸ ἧπαρ, ἐν δὲ τῷ τῆς καθάρσεως καιρῷ τῇ τοῦ φαρμάκου, τί θαυμαστὸν ἐστι διττὴν ὑπηρεσίαν τε καὶ χρείαν εἶναι ταῖς φλεψὶ ταῖς ἐν τῷ μέσῳ τεταγμέναις ἥπατος τε καὶ τῶν κατὰ τὴν κοιλίαν, ὥσθ', ὁπότε μὲν ἐν τούτοις ἄφθονος εἴη περιεχομένη τροφή, διὰ τῶν εἰρημένων εἰς || 189 ἧπαρ ἀναφέρεσθαι φλεβῶν, ὁπότε δ' ἔιη κενὰ καὶ δεόμενα τρέφεσθαι, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι;
Πᾶν γὰρ ἐκ παντὸς ἕλκειν φαίνεται καὶ παντὶ μεταδιδόναι καὶ μία τις εἶναι σύρροια καὶ σύμπνοια πάντων, καθάπερ καὶ τοῦθ' ὁ θειότατος Ἱπποκράτης εἶπεν. ἕλκει μὲν οὖν τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον.
Ἰσχυρότερον δὲ καὶ ἀσθενέστερον ἕτερον ἑτέρου μόριον ἢ ἁπλῶς καὶ φύσει καὶ κοινῇ πᾶσίν ἐστιν ἢ ἰδίως τῷδε τινι γίγνεται. φύσει μὲν καὶ κοινῇ πᾶσιν ἀνθρώποις θ' ἅμα καὶ ζῴοις ἡ μὲν καρδία τοῦ ἥπατος, τὸ δ' ἧπαρ τῶν ἐντέρων τε καὶ τῆς γαστρός, αἱ δ' ἀρτηρίαι τῶν φλεβῶν ἑλκύσαι τε τὸ χρήσιμον ἑαυταῖς ἀποκρῖναί τε τὸ μὴ τοιοῦτον ἰσχυρότεραι. καθ' ἕκαστον δ' ἡμῶν ἰδίως ἐν μὲν τῷδε τῷ καιρῷ τὸ ἧπαρ ἰσχυρότερον ἕλκειν, ἡ γαστὴρ δ' ἐν τῷδε. πολλῆς μὲν γὰρ ἐν τῇ κοιλίᾳ περιεχομένης τροφῆς καὶ σφοδρῶς ὀρεγομένου τε καὶ χρῇζοντος τοῦ ἥπατος, πάντως ἰσχυρότερον ἕλκει τὸ σπλάγχνον· ἔμπαλιν δὲ τοῦ μὲν ἥπατος ἐμπεπλησμένου τε καὶ δια||τεταμένου, 190 τῆς γαστρὸς δ' ὀρεγομένης καὶ κενῆς ὑπαρχούσης ἡ τῆς ὁλκῆς ἰσχὺς εἰς ἐκείνην μεθίσταται.
Ὡς γάρ, εἰ κἂν ταῖς χερσί τινα σιτία κατέχοντες ἀλλήλων ἁρπάζοιμεν, εἰ μὲν ὁμοίως ἔιημεν δεόμενοι, περιγίγνεσθαι τὸν ἰσχυρότερον ἐικός, εἰ δ' οὗτος μὲν ἐμπεπλησμένος εἴη καὶ διὰ τοῦτ' ἀμελῶς κατέχων τὰ περιττὰ ἢ καὶ τινι μεταδοῦναι ποθῶν, ὁ δ' ἀσθενέστερος ὀρέγοιτο δεινῶς, οὐδὲν ἂν εἴη κώλυμα τοῦ μὴ πάντα λαβεῖν αὐτὸν, οὕτω καὶ ἡ γαστήρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται ῥᾳδίως, ὅταν αὐτὴ μὲν ἱκανῶς ὀρέγηται τροφῆς, ἐμπεπλησμένον δ' ᾖ τὸ σπλάγχνον. καὶ τοῦ γε μὴ πεινῆν ἐνίοτε τὸ ζῷον ἡ περιουσία τῆς ἐν ἥπατι τροφῆς αἰτία· κρείττονα γὰρ ἔχουσα καὶ ἑτοιμοτέραν ἡ γαστὴρ τροφὴν οὐδὲν δεῖται τῆς ἔξωθεν· εἰ δέ γέ ποτε δέοιτο μέν, ἀποροίη δέ, πληροῦται περιττωμάτων. ἰχῶρες δέ τινές εἰσι ταῦτα χολώδεις τε καὶ φλεγματώδεις καὶ ὀρρώδεις, οὓς μόνους ἑλκούσῃ μεθίησιν αὐτῇ τὸ ἧπαρ, ὅταν ποτὲ καὶ αὐτὴ δέηται τροφῆς.
Ὥσπερ οὖν ἐξ ἀλλήλων ἕλκει τὰ μόρια || 191 τροφήν, οὕτω καὶ ἀποτίθεταί ποτ' εἰς ἄλληλα τὸ περιττὸν καὶ ὥσπερ ἑλκόντων ἐπλεονέκτει τὸ ἰσχυρότερον, οὕτω καὶ ἀποτιθεμένων καὶ τῶν γε καλουμένων ῥευμάτων ἥδε ἡ πρόφασις. ἕκαστον γὰρ τῶν μορίων ἔχει τινὰ τόνον σύμφυτον, ᾧ διωθεῖται τὸ περιττὸν. ὅταν οὖν ἓν ἐξ αὐτῶν ἀρρωστότερον γένηται κατὰ δή τινα διάθεσιν, ἐξ ἁπάντων εἰς ἐκεῖνο συρρεῖν ἀνάγκη τὰ περιττώματα. τὸ μὲν γὰρ ἰσχυρότατον ἐναποτίθεται τοῖς πλησίον ἅπασιν, ἐκείνων δ' αὖ πάλιν ἕκαστον εἰς ἕτερ' ἄττα τῶν ἀσθενεστέρων, εἶτ' αὖθις ἐκείνων ἕκαστον εἰς ἄλλα καὶ τοῦτ' ἐπὶ πλεῖστον γίγνεται, μέχρι περ ἂν ἐξ ἁπάντων ἐλαυνόμενον τὸ περίττωμα καθ' ἕν τι μείνη τῶν ἀσθενεστάτων· ἐντεῦθεν γὰρ οὐκέτ' εἰς ἄλλο δύναται μεταρρεῖν, ὡς ἂν μήτε δεχομένου τινὸς αὐτὸ τῶν ἰσχυροτέρων μήτ' ἀπώσασθαι δυναμένου τοῦ πεπονθότος.
Ἀλλὰ περὶ μὲν τῶν παθῶν τῆς γενέσεως καὶ τῆς ἰάσεως αὖθις ἡμῶν ἐπιδεικνύντων ἱκανὰ κἀξ ἐκείνων ἔσται λαβεῖν μαρτύρια τῶν ἐν τῷδε τῷ λόγῳ παντὶ || 192 δεδειγμένων ὀρθῶς. ὁ δ' ἐν τῷ παρόντι δεῖξαι προὔκειτο, πάλιν ἀναλάβωμεν, ὡς οὐδὲν θαυμαστὸν ἐξ ἥπατος ἥκειν τινὰ τροφὴν ἐντέροις τε καὶ γαστρὶ διὰ τῶν αὐτῶν φλεβῶν, δι' ὧν ἔμπροσθεν ἐξ ἐκείνων εἰς ἧπαρ ἀνεδίδοτο. καὶ πολλοῖς ἀθρόως τε καὶ τελέως ἀποστᾶσιν ἰσχυρῶν γυμνασίων ἤ τι κῶλον ἀποκοπεῖσιν αἵματος διὰ τῶν ἐντέρων γίγνεται κένωσις ἔκ τινων περιόδων, ὥς που καὶ Ἱπποκράτης ἔλεγεν, οὐδὲν μὲν ἄλλο λυποῦσα, καθαίρουσα δ' ὀξέως τὸ πᾶν σῶμα καὶ τὰς πλησμονὰς ἐκκενοῦσα, διὰ τῶν αὐτῶν δήπου φλεβῶν τῆς φορᾶς τῶν περιττῶν ἐπιτελουμένης, δι' ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγίγνετο.
Πολλάκις δ' ἐν νόσοις ἡ φύσις διὰ μὲν τῶν αὐτῶν δήπου φλεβῶν τὸ πᾶν ἐκκαθαίρει ζῷον, οὐ μὴν αἱματώδης γ' ἡ κένωσις αὐτοῖς, ἀλλὰ κατὰ τὸν λυποῦντα γίγνεται χυμόν. οὕτω δὲ κἀν ταῖς χολέραις ἐκκενοῦται τὸ πᾶν σῶμα διὰ τῶν εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν.
Τὸ δ' οἴεσθαι μίαν εἶναι ταῖς ὕλαις φορὰν τελέως ἀγνοοῦντός ἐστι τὰς φυσικὰς || 193 δυνάμεις τὰς τ' ἄλλας καὶ τὴν ἐκκριτικὴν ἐναντίαν οὖσαν τῇ ἑλκτικτῇ· ταῖς γὰρ ἐναντίαις δυνάμεσιν ἐναντίας κινήσεις τε καὶ φορὰς τῶν ὑλῶν ἀναγκαῖον ἀκολουθεῖν. ἕκαστον γὰρ τῶν μορίων, ὅταν ἑλκύσῃ τὸν οἰκεῖον χυμόν, ἔπειτα κατάσχῃ καὶ ἀπολαύσῃ, τὸ περιττὸν ἅπαν ἀποθέσθαι σπεύδει, καθότι μάλιστα δύναται τάχιστα θ' ἅμα καὶ κάλλιστα, κατὰ τὴν τοῦ περιττοῦ ῥοπήν.
Ὅθεν ἡ γαστὴρ τὰ μὲν ἐπιπολάζοντα τῶν περιττωμάτων ἐμέτοις ἐκκαθαίρει, τὰ δ' ὑφιστάμενα διαρροίαις. καὶ τὸ γε ναυτιῶδες γίγνεσθαι τὸ ζῷον τοῦτ' ἔστιν ὁρμῆσαι τὴν γαστέρα κενωθῆναι δι' ἐμέτου. οὕτω δὲ δή τι βίαιον καὶ σφοδρὸν ἡ ἐκκριτικὴ δύναμις ἔχει, ὥστ' ἐν τοῖς εἰλεοῖς, ὅταν ἀποκλεισθῇ τελέως ἡ κάτω διέξοδος, ἐμεῖται κόπρος. καίτοι πρὶν διελθεῖν τὸ τε λεπτὸν ἔντερον ἅπαν καὶ τὴν νῆστιν καὶ τὸν πυλωρὸν καὶ τὴν γαστέρα καὶ τὸν οἰσοφάγον οὐχ οἷόν τε διὰ τοῦ στόματος ἐκπεσεῖν οὐδενὶ τοιούτῳ περιττώματι. τί δὴ θαυμαστόν, εἰ κἀκ τῆς ἐσχάτης ἐπιφανείας τῆς κατὰ τὸ δέρμα μέχρι τῶν ἐντέρων τε καὶ τῆς γαστρὸς ἀφικνοῖτό τι || 194 μεταλαμβανόμενον, ὡς καὶ τοῦθ' Ἱπποκράτης ἡμᾶς ἐδίδαξεν, οὐ πνεῦμα μόνον ἢ περίττωμα φάσκων ἀλλα καὶ τὴν τροφὴν αὐτὴν ἐκ τῆς ἐσχάτης ἐπιφανείας αὖθις ἐπὶ τὴν ἀρχήν, ὅθεν ἀνηνέχθη, καταφέρεσθαι. ἐλάχισται γὰρ ῥοπαὶ κινήσεων τὴν ἐκκριτικὴν ταύτην οἰακίζουσι δύναμιν, ὡς ἂν διὰ τῶν ἐγκαρσίων μὲν ἰνῶν γιγνομένην, ὠκύτατα δὲ διαδιδομένην ἀπὸ τῆς κινησάσης ἀρχῆς ἐπὶ τὰ καταντικρὺ πέρατα. οὔκουν ἀπεικὸς οὐδ' ἀδύνατον ἀήθει ποτὲ ψύξει τὸ πρὸς τῷ δέρματι μόριον ἐξαίφνης πιληθὲν ἅμα μὲν ἀρρωστότερον αὐτὸ γενόμενον, ἅμα δ' οἷον ἄχθος τι μᾶλλον ἢ παρασκευὴν θρέψεως ἔχον τὴν ἔμπροσθεν ἀλύπως αὐτῷ παρεσπαρμένην ὑγρότητα καὶ διὰ τοῦτ' ἀπωθεῖσθαι σπεῦδον, ἅμα δὲ τῆς ἔξω φορᾶς ἀποκεκλεισμένης τῇ πυκνώσει, πρὸς τὴν λοιπὴν ἐπιστραφῆναι καὶ οὕτω βιασάμενον εἰς τὸ παρακείμενον αὐτῷ μόριον ἀθρόως ἀπώσασθαι τὸ περιττόν, ἐκεῖνο δ' αὖ πάλιν εἰς τὸ μετ' αὐτὸ, || 195 καὶ τοῦτο μὴ παύσασθαι γιγνόμενον, ἄχρις ἂν ἡ μετάληψις ἐπὶ τὰ ἐντὸς πέρατα τῶν φλεβῶν τελευτήσῃ.
Αἱ μὲν δὴ τοιαῦται κινήσεις θᾶττον ἀποπαύονται, αἱ δ' ἀπὸ τῶν ἔνδοθεν διερεθιζόντων, ὡς ἔν τε τοῖς καθαίρουσι φαρμάκοις καὶ ταῖς χολέραις ἰσχυρότεραι τε πολὺ καὶ μονιμώτεραι γίγνονται καὶ διαμένουσιν, ἔστ' ἂν καὶ ἡ περὶ τοῖς στόμασι τῶν ἀγγείων διάθεσις, ἡ τὸ πλησίον ἕλκουσα, παραμένῃ. αὕτη μὲν γὰρ τὸ συνεχὲς ἐκκενοῖ μόριον, ἐκεῖνο δ' αὖ τὸ μετ' αὐτὸ καὶ τοῦτ' οὐ παύεται μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὥστε διαδιδόντων τῶν ἐφεξῆς ἀεὶ μορίων ἑτέρων ἑτέροις τὸ πρῶτον πάθος ὠκύτατα διικνεῖσθαι μέχρι τῶν ἐσχάτων. οὕτως οὖν ἔχει κἀπὶ τῶν εἰλεῶν. αὐτὸ μὲν γὰρ τὸ φλεγμαῖνον ἔντερον οὔτε τοῦ βάρους οὔτε τῆς δριμύτητος ἀνέχεται τῶν περιττωμάτων καὶ διὰ τοῦτ' ἐκκρίνειν αὐτὰ σπεύδει καὶ ἀπωθεῖσθαι πορρωτάτω. κωλυόμενον δὲ κάτω ποιεῖσθαι τὴν δίωσιν, ὅταν ἐνταυθοῖ ποτε τὸ σφοδρότατον ᾖ τῆς φλεγμονῆς, εἰς τὰ πλησιάζοντα τῶν ὑπερκειμένων ἐντέρων ἀπωθεῖται. καὶ οὕτως ἤδη κατὰ || 196 τὸ συνεχὲς τὴν ῥοπὴν τῆς ἐκκριτικῆς δυνάμεως ἄνω ποιησαμένης ἄχρι τοῦ στόματος ἐπανέρχεται τὰ περιττώματα.
Ταῦτα μὲν οὖν δὴ κἀν τοῖς τῶν νοσημάτων λογισμοῖς ἐπὶ πλέον εἰρήσεται. τὸ δ' ἐκ παντὸς εἰς πᾶν φέρεσθαί τι καὶ μεταλαμβάνεσθαι καὶ μίαν ἁπάντων εἶναι σύμπνοιάν τε καὶ σύρροιαν, ὡς Ἱπποκράτης ἔλεγεν, ἤδη μοι δοκῶ δεδεῖχθαι σαφῶς καὶ μηκέτ' ἂν τινα, μηδ' εἰ βραδὺς αὐτῷ νοῦς ἐνείη, περὶ τῶν τοιούτων ἀπορῆσαι μηδενός, οἷον ὅπως ἡ γαστὴρ ἢ τὰ ἔντερα τρέφεται καὶ τίνα τρόπον ἐκ τῆς ἐσχάτης ἐπιφανείας ἔισω τι διικνεῖται. πάντων γὰρ τῶν μορίων ἕλκειν μὲν τὸ προσῆκόν τε καὶ φίλιον, ἀποκρίνειν δὲ τὸ βαρῦνον ἢ δάκνον ἐχόντων δύναμιν οὐδὲν θαυμαστὸν ἐναντίας συνεχῶς γίγνεσθαι κινήσεις ἐν αὐτοῖς, ὥσπερ ἐπί τε τῆς καρδίας ὁρᾶταί σαφῶς καὶ τῶν ἀρτηριῶν ἁπασῶν καὶ τοῦ θώρακος καὶ τοῦ πνεύμονος. ἐπὶ μέν γε τούτων ἁπάντων μόνον οὐ καθ' ἑκάστην καιροῦ ῥοπὴν τὰς ἐναντίας κινήσεις θ' ἅμα τῶν ὀργάνων καὶ φορὰς τῶν ὑλῶν || 197 ἐναργῶς ἔστιν ἰδεῖν γιγνομένας. εἶτ' ἐπὶ μὲν τῆς τραχείας ἀρτηρίας οὐκ ἀπορεῖς ἐναλλὰξ ποτὲ μὲν εἴσω παραγούσης εἰς τὸν πνεύμονα τὸ πνεῦμα, ποτὲ δ' ἔξω, καὶ τῶν κατὰ τὰς ῥῖνας πόρων καὶ ὅλου τοῦ στόματος ὡσαύτως οὐδ' εἶναί σοι δοκεῖ θαυμαστὸν οὐδὲ παράδοξον, εἰ, δι' οὗ μικρῷ πρόσθεν ἔισω παρεκομίζετο τὸ πνεῦμα, διὰ τούτου νῦν ἐκπέμπεται, περὶ δὲ τῶν ἐξ ἥπατος εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν ἀπορεῖς καὶ σοι θαυμαστὸν εἶναι φαίνεται, διὰ τῶν αὐτῶν ἀναδίδοσθαί θ' ἅμα τὴν τροφὴν εἰς ἧπαρ ἕλκεσθαί τ' ἐξ ἐκείνου πάλιν εἰς γαστέρα; διόρισαι δὴ τὸ ἅμα τοῦτο ποτέρως λέγεις. εἰ μὲν γὰρ κατὰ τὸν αὐτὸν χρόνον, οὐδ' ἡμεῖς τοῦτό γέ φαμεν. ὥσπερ γὰρ ἐισπνέομεν ἐν ἑτέρῳ χρόνῳ καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ἀντεκπνέομεν, οὕτω καὶ τροφὴν ἐν ἑτέρῳ μὲν χρόνῳ τὸ ἧπαρ ἐκ τῆς γαστρός, ἐν ἑτέρῳ δ' ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται. εἰ δ' ὅτι καθ' ἓν καὶ ταὐτὸ ζῷον ἓν ὄργανον ἐναντίαις φοραῖς ὑλῶν ὑπηρετεῖ, τοῦτό σοι βούλεται δηλοῦν τὸ ἅμα καὶ τοῦτό σε ταράττει, τήν τ' || 198 ἐισπνοὴν ἰδὲ καὶ τὴν ἐκπνοήν. πάντως που καὶ αὗται διὰ μὲν τῶν αὐτῶν ὀργάνων γίγνονται, τρόπῳ δὲ κινήσεώς τε καὶ φορᾶς τῶν ὑλῶν διαφέρουσιν.
Ὁ πνεύμων μὲν οὖν καὶ ὁ θώραξ καὶ ἀρτηρίαι αἱ τραχεῖαι καὶ αἱ λεῖαι καὶ καρδία καὶ στόμα καὶ ῥῖνες ἐν ἐλαχίσταις χρόνου ῥοπαις εἰς ἐναντίας κινήσεις αὐτά τε μεταβάλλει καὶ τὰς ὕλας μεθίστησιν. αἱ δ' ἐξ ἥπατος εἰς ἔντερα καὶ γαστέρα καθήκουσαι φλέβες οὐκ ἐν οὕτω βραχέσι χρόνου μορίοις ἀλλ' ἐν πολλαῖς ἡμέραις ἅπαξ ἐνίοτε τὴν ἐναντίαν κινοῦνται κίνησιν.
Ἔχει γὰρ ὧδε τὸ σύμπαν. ἕκαστον τῶν ὀργάνων εἰς ἑαυτὸ τὴν πλησιάζουσαν ἐπισπᾶται τροφὴν ἐκβοσκόμενον αὐτῆς ἅπασαν τὴν χρηστὴν νοτίδα, μέχρις ἂν ἱκανῶς κορεσθῇ, καὶ ταύτην, ὡς καὶ πρόσθεν ἐδείκνυμεν, ἐναποτίθεται ἑαυτῷ καὶ μετὰ ταῦτα προσφύει τε καὶ ὁμοιοῖ, τουτέστι τρέφεται. διώρισται γὰρ ἱκανῶς ἔμπροσθεν ἕτερον τι τῆς θρέψεως ἐξ ἀνάγκης αὐτῆς προηγούμενον ἡ πρόσφυσις ὑπάρχειν, ἐκείνης δ' ἔτι πρότερον ἡ πρόσθεσις. ὥσπερ οὖν || 199 τοῖς ζῴοις αὐτοῖς ὅρος ἐστὶ τῆς ἐδωδῆς τὸ πληρῶσαι τὴν γαστέρα, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστῳ τῶν μορίων ὅρος ἐστὶ τῆς προσθέσεως ἡ πλήρωσις τῆς οἰκείας ὑγρότητος. ἐπεὶ τοίνυν ἅπαν μόριον τῇ γαστρὶ ὁμοίως ὀρέγεται τρέφεσθαι, καὶ περιπτύσσεται τῇ τροφῇ καὶ οὕτω σφίγγει πανταχόθεν αὐτὴν ὡς ἡ γαστήρ. ἕπεται δ' ἐξ ἀνάγκης τούτῳ, καθάπερ καὶ πρόσθεν ἐρρέθη, τὸ πέττεσθαι τοῖς σιτίοις, τῆς γαστρὸς οὐ διὰ τοῦτο περιστελλομένης αὐτοῖς, ἵν' ἐπιτήδεια τοῖς ἄλλοις ἐργάσηται μορίοις· οὕτω γὰρ ἂν οὐκέτι φυσικὸν ὄργανον ἀλλὰ ζῷόν τι γίγνοιτο λογισμόν τε καὶ νοῦν ἔχον, ὡς αἱρεῖσθαι τὸ βέλτιον.
Ἀλλ' αὕτη μὲν περιστέλλεται τῷ τὸ πᾶν σῶμα δύναμιν ἑλκτικήν τινα καὶ ἀπολαυστικὴν κεκτῆσθαι τῶν οἰκείων ποιοτήτων, ὡς ἔμπροσθεν ἐδείκνυτο· συμβαίνει δ' ἐν τούτῳ τοῖς σιτίοις ἀλλοιοῦσθαι. καὶ μέντοι καὶ πληρωθεῖσα τῆς ἐξ αὐτῶν ὑγρότητος καὶ κορεσθεῖσα βάρος ἡγεῖται τὸ λοιπὸν αὐτά. τὸ περιττὸν οὖν εὐθὺς ἀποτρίβεται τε καὶ ὠθεῖ κάτω πρὸς || 200 ἕτερον ἔργον αὐτὴ τρεπομένη, τὴν πρόσφυσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ διερχομένη τὸ ἔντερον ἅπαν ἡ τροφὴ διὰ τῶν εἰς αὐτὸ καθηκόντων ἀγγείων ἀναρπάζεται, πλείστη μὲν εἰς τὰς φλέβας, ὀλίγη δὲ τις εἰς τὰς ἀρτηρίας, ὡς μικρὸν ὕστερον ἀποδείξομεν. ἐν τούτῳ δ' αὖ τῷ χρόνῳ καὶ τοῖς τῶν ἐντέρων χιτῶσι προστίθεται.
Καί μοι τεμὼν ἤδη τῷ λογισμῷ τὴν τῆς τροφῆς οἰκονομίαν ἅπασαν εἰς τρεῖς μοίρας χρόνων, ἐν μὲν τῇ πρώτῃ νόει μένουσάν θ' ἅμα κατὰ τὴν κοιλίαν αὐτὴν καὶ πεττομένην καὶ προστιθεμένην εἰς κόρον τῇ γαστρὶ καὶ τι καὶ τῷ ἥπατι παρ' αὐτῆς ἀναφερόμενον.
Ἐν δὲ τῇ δευτέρα, διερχομένην τά τ' ἔντερα καὶ προστιθεμένην εἰς κόρον αὐτοῖς τε τούτοις καὶ τῷ ἥπατι καὶ τι βραχὺ μέρος αὐτῆς πάντη τοῦ σώματος φερόμενον· ἐν δὲ δὴ τούτῳ τῷ καὶρῷ τὸ προστεθὲν ἐν τῷ πρώτῳ χρόνῳ προσφύεσθαι νόει τῇ γαστρί.
Κατὰ δὲ τὴν τρίτην μοῖραν τοῦ χρόνου τρέφεσθαι μὲν ἤδη τὴν κοιλίαν ὁμοιώσασαν ἑαυτῇ τελέως τὰ προσφύντα, πρόσφυσιν δὲ τοῖς ἐντέροις καὶ τῷ ἥπατι γίγνεσθαι τῶν προστεθέντων, ἀνά||201δοσιν δὲ πάντη τοῦ σώματος καὶ πρόσθεσιν. εἰ μὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῷον λαμβάνοι τροφήν, ἐν ᾧ πάλιν ἡ γαστὴρ χρόνῳ πέττει τε ταύτην καὶ ἀπολαύει προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσι, τὰ μὲν ἔντερα τελέως ὁμοιώσει τὸν προσφύντα χυμόν, ὡσαύτως δὲ καὶ τὸ ἧπαρ. ἐν ὅλῳ δὲ τῷ σώματι πρόσφυσις τῶν προστεθέντων τῆς τροφῆς ἔσται μορίων. εἰ δ' ἄσιτος ἀναγκάζοιτο μένειν ἡ γαστὴρ ἐν τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν μεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει τὴν τροφήν· οὐ γὰρ ἐξ αὐτοῦ γε τοῦ σώματος τοῦ ἥπατος. λέγω δὲ σῶμα τοῦ ἥπατος αὐτήν τε τὴν ἰδίαν αὐτοῦ σάρκα πρώτην καὶ μάλιστα, μετὰ δὲ τήνδε καὶ τῶν ἀγγείων ἕκαστον τῶν κατ' αὐτό. τὸν μὲν γὰρ ἐν ἑκάστῳ τῶν μορίων ἤδη περιεχόμενον χυμὸν οὐκέτ' εὔλογον ἀντισπᾶν ἑτέρῳ μορίῳ καὶ μάλισθ' ὅταν ἤδη πρόσφυσις ἢ ἐξομοίωσις αὐτοῦ γίγνηται. τὸν δ' ἐν ταῖς ἐυρυχωρίαις τῶν φλεβῶν τὸ μᾶλλον ἰσχύον θ' ἅμα καὶ δεόμενον ἀντισπᾷ μόριον.
Οὕτως οὖν καὶ ἡ γαστὴρ ἐν || 202 ᾧ χρόνῳ δεῖται μὲν αὐτὴ τροφῆς, ἐσθίει δ' οὐδέπω τὸ ζῷον, ἐν τούτῳ τῶν κατὰ τὸ ἧπαρ ἐξαρπάζει φλεβῶν. ἐπεὶ δὲ καὶ τὸν σπλῆνα διὰ τῶν ἔμπροσθεν ἐδείκνυμεν ὅσον ἐν ἥπατι παχύτερον ἕλκοντα κατεργάζεσθαί τε καὶ μεταβάλλειν ἐπὶ τὸ χρηστότερον, οὐδὲν οὐδ' ἐνταῦθα θαυμαστὸν ἕλκεσθαί τι κἀκ τοῦ σπληνὸς εἰς ἕκαστον τῶν κοινωνούντων αὐτῷ κατὰ τὰς φλέβας ὀργάνων, οἷον εἰς ἐπίπλοον καὶ μεσεντέριον καὶ λεπτὸν ἔντερον καὶ κῶλον καὶ αὐτὴν τὴν γαστέρα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξερεύγεσθαι μὲν εἰς τὴν γαστέρα τὸ περίττωμα καθ' ἕτερον χρόνον, αὐτὸν δ' αὖθις ἐκ τῆς γαστρὸς ἕλκειν τι τῆς οἰκείας τροφῆς ἐν ἑτέρῳ καιρῷ.
Καθόλου δ' εἰπεῖν, ὃ καὶ πρόσθεν ἤδη λέλεκται, πᾶν ἐκ παντὸς ἕλκειν τε καὶ πέμπειν ἐγχωρεῖ κατὰ διαφέροντας χρόνους, ὁμοιοτάτου γιγνομένου τοῦ συμβαίνοντος, ὡς εἰ καὶ ζῷα νοήσαις πολλὰ τροφὴν ἄφθονον ἐν κοινῷ κατακειμένην, εἰς ὅσον βούλεται, προσφερόμενα. καθ' ὃν γὰρ ἤδη πέπαυται χρόνον ἕτέρα, κατὰ τούτον ἐικὸς ἐσθίειν ἕτέρα, καὶ μέλλειν γε τὰ μὲν || 203 παύεσθαι, τὰ δ' ἄρχεσθαι, καὶ τινα μὲν συνεσθίοντα, τὰ δ' ἀνὰ μέρος ἐσθίοντα καὶ ναὶ μὰ Δία γε τὸ ἕτερον ἁρπάζειν θατέρου πολλάκις, εἰ τὸ μὲν ἕτερον ἐπιδέοιτο, τῷ δ' ἀφθόνως παρακέοιτο. καὶ οὕτως οὐδὲν θαυμαστὸν οὔτ' ἐκ τῆς ἐσχάτης ἐπιφανείας ἔισω τι πάλιν ὑποστρέφειν οὔτε διὰ τῶν αὐτῶν ἀγγείων ἐξ ἥπατος τε καὶ σπληνὸς εἰς κοιλίαν ἀνενεχθῆναι τι, δι' ὧν ἐκ ταύτης εἰς ἐκεῖνα πρότερον ἀνηνέχθη.
Κατὰ μὲν γὰρ τὰς ἀρτηρίας ἱκανῶς ἐναργὲς τὸ τοιοῦτον, ὥσπερ καὶ κατὰ τὴν καρδίαν τε καὶ τὸν θώρακα καὶ τὸν πνεύμονα. τούτων γὰρ ἁπάντων διαστελλομένων τε καὶ συστελλομένων ἐναλλὰξ ἀναγκαῖον, ἐξ ὧν εἱλκύσθη τι πρότερον, εἰς ταῦθ' ὕστερον ἐκπέμπεσθαι. καὶ ταύτην ἄρα τὴν ἀνάγκην ἡ φύσις προγιγνώσκουσα τοῖς ἐν τῇ καρδίᾳ στόμασι τῶν ἀγγείων ὑμένας ἐπέφυσε κωλύσοντας εἰς τοὐπίσω φέρεσθαι τὰς ὕλας. ἀλλ' ὅπως μὲν τοῦτο γίγνεται καὶ καθ' ὅντινα τρόπον, ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται δεικνύντων ἡμῶν τά τ' ἄλλα καὶ ὡς ἀδύνατον οὕτως ἀκριβῶς κλείεσθαι τὰ στόματα τῶν ἀγγείων, ὡς || 204 μηδὲν παλινδρομεῖν. εἰς μὲν γὰρ τὴν ἀρτηρίαν τὴν φλεβώδη, καὶ γὰρ καὶ τοῦτ' ἐν ἐκείνοις δειχθήσεται, πολὺ πλέον ἢ διὰ τῶν ἄλλων στομάτων εἰς τοὐπίσω πάλιν ἀναγκαῖον ἐπανέρχεσθαι. τὸ δ' εἰς τὰ παρόντα χρήσιμον, ὡς οὐκ ἐνδέχεταί τι τῶν ἀισθητὴν καὶ μεγάλην ἐχόντων εὐρύτητα μὴ οὐκ ἤτοι διαστελλόμενον ἕλκειν ἐξ ἁπάντων τῶν πλησίον ἢ ἐκθλίβειν αὖθις εἰς ταῦτα συστελλόμενον ἔκ τε τῶν ἤδη προειρημένων ἐν τῷδε τῷ λόγῳ σαφὲς ἂν εἴη κἀξ ὧν Ἐρασίστρατός τε καὶ ἡμεῖς ἑτέρωθι περὶ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἐδείξαμεν.
XIV
Ἀλλὰ μὴν καὶ ὡς ἐν ἑκάστῃ τῶν ἀρτηριῶν ἐστί τις δύναμις ἐκ τῆς καρδίας ἐπιρρέουσα, καθ' ἣν διαστέλλονταί τε καὶ συστέλλονται, δέδεικται δι' ἑτέρων.
Εἴπερ οὖν συνθείης ἄμφω τό τε ταύτην εἶναι τὴν κίνησιν αὐταῖς τὸ τε πᾶν τὸ διαστελλόμενον ἕλκειν ἐκ τῶν πλησίον εἰς ἑαυτό, θαυμαστὸν οὐδέν σοι φανεῖται τὰς ἀρτηρίας, ὅσαι μὲν εἰς τὸ δέρμα περαίνουσιν αὐτῶν, ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα διαστελλομένας, ὅσαι δὲ κατά τι πρὸς τὰς || 205 φλέβας ἀνεστόμωνται, τὸ λεπτότατον ἐν αὐταῖς καὶ ἀτμωδέστατον ἐπισπᾶσθαι τοῦ αἵματος, ὅσαι δ' ἐγγὺς τῆς καρδίας εἰσίν, ἐξ αὐτῆς ἐκείνης ποιεῖσθαι τὴν ὁλκήν. ἐν γὰρ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ κουφότατόν τε καὶ λεπτότατον ἕπεται πρῶτον τοῦ βαρυτέρου τε καὶ παχυτέρου· κουφότατον δ' ἐστὶ καὶ λεπτότατον ἁπάντων τῶν κατὰ τὸ σῶμα πρῶτον μὲν τὸ πνεῦμα, δεύτερον δ' ὁ ἀτμός, ἐπὶ τούτῳ δὲ τρίτον, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασμένον τε καὶ λελεπτυσμένον αἷμα.
Ταῦτ' οὖν εἰς ἑαυτὰς ἕλκουσιν αἱ ἀρτηρίαι πανταχόθεν, αἱ μὲν εἰς τὸ δέρμα καθήκουσαι τὸν ἔξωθεν ἀέρα· πλησίον τε γὰρ αὐταῖς οὗτός ἐστι καὶ κουφότατος ἐν τοῖς μάλιστα· τῶν δ' ἄλλων ἡ μὲν ἐπὶ τὸν τράχηλον ἐκ τῆς καρδίας ἀνιοῦσα καὶ ἡ κατὰ ῥάχιν, ἤδη δὲ καὶ ὅσαι τούτων ἐγγὺς ἐξ αὐτῆς μάλιστα τῆς καρδίας· ὅσαι δὲ καὶ τῆς καρδίας πορρωτέρω καὶ τοῦ δέρματος, ἕλκειν ταύταις ἀναγκαῖον ἐκ τῶν φλεβῶν τὸ κουφότατον τοῦ αἵματος· ὥστε καὶ τῶν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα καθηκουσῶν ἀρτηριῶν τὴν ὁλκὴν ἐν τῷ διαστέλλεσθαι γίγνεσθαι παρά τε τῆς || 206 καρδίας αὐτῆς καὶ τῶν παρακειμένων αὐτῇ φλεβῶν παμπόλλων οὐσῶν. οὐ γὰρ δὴ ἔκ γε τῶν ἐντέρων καὶ τῆς κοιλίας τροφὴν οὕτω παχεῖάν τε καὶ βαρεῖαν ἐν ἑαυτοῖς ἐχόντων δύνανταί τι μεταλαμβάνειν, ὅ τι καὶ ἄξιον λόγου, φθάνουσαι πληροῦσθαι τοῖς κουφοτέροις. οὐδὲ γὰρ εἰ καθεὶς αὐλίσκον εἰς ἀγγεῖον ὕδατός τε καὶ ψάμμου πλῆρες ἐπισπάσαιο τῷ στόματι τὸν ἐκ τοῦ αὐλίσκου ἀέρα, δύναιτ' ἂν ἀκολουθῆσαι σοι πρὸ τοῦ ὕδατος ἡ ψάμμος· ἀεὶ γὰρ ἐν τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ κουφότερον ἕπεται πρότερον.
XV
Οὔκουν χρὴ θαυμάζειν, εἰ παντελῶς ὀλίγον ἐκ τῆς κοιλίας, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασμένον, εἰς τὰς ἀρτηρίας παραγίγνεται φθανούσας πληροῦσθαι τῶν κουφοτέρων, ἀλλ' ἐκεῖνο γιγνώσκειν, ὡς δύ' ἐστὸν ὁλκῆς εἴδη, τὸ μὲν τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τὸ δ' οἰκειότητι ποιότητος γιγνόμενον· ἑτέρως μὲν γὰρ εἰς τὰς φύσας ὁ ἀήρ, ἑτέρως δ' ὁ σίδηρος ὑπὸ τῆς ἡρακλείας ἐπισπᾶται λίθου· καὶ ὡς ἡ μὲν πρὸς τὸ κενούμενον ἀκολουθία || 207 τὸ κουφότερον ἕλκει πρότερον, ἡ δὲ κατὰ τὴν τῆς ποιότητος οἰκειότητα πολλάκις, εἰ οὕτως ἔτυχε, τὸ βαρύτερον, ἂν τῇ φύσει συγγενέστερον ὑπάρχῃ. καὶ τοίνυν καὶ ταῖς ἀρτηρίαις τε καὶ τῇ καρδίᾳ, ὡς μὲν κοίλοις τε καὶ διαστέλλεσθαι δυναμένοις ὀργάνοις, ἀεὶ τὸ κουφότερον ἀκολουθεῖ πρότερον, ὡς δὲ τρέφεσθαι δεομένοις, εἰς αὐτοὺς τοὺς χιτῶνας, οἳ δὴ τὰ σώματα τῶν ὀργάνων εἰσίν, ἕλκεται τὸ οἰκεῖον. ὅσον ἂν οὖν εἰς τὴν κοιλότητα διαστελλομένων αὐτῶν αἵματος μεταληφθῇ, τούτου τὸ οἰκειότατόν τε καὶ μάλιστα τρέφειν δυνάμενον οἱ χιτῶνες αὐτοὶ τῶν ἀγγείων ἐπισπῶνται.
Τοῦ δ' ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας μεταλαμβάνεσθαί τι πρὸς τοῖς εἰρημένοις ἱκανὸν καὶ τοῦτο γε τεκμήριον. εἰ πολλὰς καὶ μεγάλας ἀρτηρίας διατεμὼν ἀποκτεῖναι τὸ ζῷον βουληθείης, εὑρήσεις αὐτοῦ τὰς φλέβας ὁμοίως ταῖς ἀρτηρίας ἐκκενουμένας, οὐκ ἂν τούτου ποτὲ γενομένου χωρὶς τῶν πρὸς ἀλλήλας αὐταῖς ἀναστομώσεων. ὡσαύτος δὲ καὶ κατ' αὐτὴν τὴν καρδίαν ἐκ τῆς δεξιᾶς κοιλίας εἰς τὴν ἀριστερὰν ἕλκεται τὸ λεπτό||208τατον ἔχοντός τινα τρήματα τοῦ μέσου διαφράγματος αὐτῶν, ἃ μέχρι μὲν πλείστου δυνατόν ἐστιν ἰδεῖν, οἷον βοθύνους τινὰς ἐξ εὐρυτέρου στόματος ἀεὶ καὶ μᾶλλον εἰς στενότερον προϊόντας. οὐ μὴν αὐτά γε τὰ ἔσχατα πέρατα δυνατὸν ἔτι θεάσασθαι διά τε σμικρότητα καὶ ὅτι τεθνεῶτος ἤδη τοῦ ζῴου κατέψυκταί τε καὶ πεπύκνωται πάντα. ἀλλ' ὁ λόγος κἀνταῦθα πρῶτον μὲν ἐκ τοῦ μηδὲν ὑπὸ τῆς φύσεως γίγνεσθαι μάτην ὁρμώμενος ἐξευρίσκει τὰς ἀναστομώσεις ταύτας τῶν κοιλιῶν τῆς καρδίας· οὐ γὰρ δὴ εἰκῇ γε καὶ ὡς ἔτυχεν οἱ ἐς στενὸν οὕτω τελευτῶντες ἐγένοντο βόθυνοι.
Δεύτερον δὲ κἀκ τοῦ δυοῖν ὄντοιν στομάτοιν ἐν τῇ δεξιᾷ τῆς καρδίας κοιλίᾳ τοῦ μὲν ἐισάγοντος τὸ αἷμα, τοῦ δ' ἐξάγοντος πολὺ μεῖζον εἶναι τὸ εἰσάγον. ὡς γὰρ οὐ παντὸς τοῦ αἵματος, ὅσον ἡ κοίλη φλὲψ δίδωσι τῇ καρδίᾳ, πάλιν ἐξ ἐκείνης ἐκπεμπομένου τῷ πνεύμονι, μείζων ἐστὶν ἡ ἀπὸ τῆς κοίλης εἰς αὐτὴν ἔμφυσις τῆς ἐμφυομένης εἰς τὸν πνεύμονα φλεβός. οὐδὲ || 209 γὰρ τοῦτ' ἐστιν εἰπεῖν, ὡς ἐδαπανήθη τι τοῦ αἵματος εἰς τὴν αὐτοῦ τοῦ σώματος τῆς καρδίας θρέψιν. ἑτέρα γάρ ἐστι φλὲψ ἡ εἰς ἐκεῖνο κατασχιζομένη μήτε τὴν γένεσιν ἐκ τῆς καρδίας αὐτῆς μήτε τὴν τοῦ αἵματος ἔχουσα μετάληψιν. εἰ δὲ καὶ δαπανᾶταί τι, ἀλλ' οὐ τοσοῦτον γε μείων ἐστὶν ἡ εἰς τὸν πνεύμονα φλὲψ ἄγουσα τῆς εἰς τὴν καρδίαν ἐμφυομένης, ὅσον ἐικὸς εἰς τὴν τροφὴν ἀνηλῶσθαι τῆς καρδίας, ἀλλὰ πλέον πολλῷ. δῆλον οὖν, ὡς εἰς τὴν ἀριστεράν τι μεταλαμβάνεται κοιλίαν.
Καὶ γὰρ οὖν καὶ τῶν κατ' ἐκείνην ἀγγείων δυοῖν ὄντων ἔλαττόν ἐστι πολλῷ τὸ ἐκ τοῦ πνεύμονος εἰς αὐτὴν ἐισάγον τὸ πνεῦμα τῆς ἐκφυομένης ἀρτηρίας τῆς μεγάλης, ἀφ' ἧς αἱ κατὰ τὸ σῶμα σύμπασαι πεφύκασιν, ὡς ἂν μὴ μόνον ἐκ τοῦ πνεύμονος πνεῦμα μεταλαμβανούσης αὐτῆς, ἀλλὰ κἀκ τῆς δεξιᾶς κοιλίας αἵμα διὰ τῶν εἰρημένων ἀναστομώσεων.
Ὅτι δ' ἄμεινον ἦν τοῖς τοῦ σώματος μορίοις τοῖς μὲν ὑπὸ καθαροῦ καὶ λεπτοῦ καὶ ἀτμώδους αἵματος τρέφεσθαι, τοῖς δ' ὑπὸ παχέος καὶ θολεροῦ καὶ ὡς οὐδ' ἐνταῦθά τι παρεώραται τῇ φύσει, τῆς || 210 περὶ χρείας μορίων πραγματείας ἐστίν, ὥστ' οὐ χρὴ νῦν ὑπὲρ τούτων ἔτι λέγειν, ἀλλ' ὑπομνήσαντας, ὡς δύο ἐστὸν ὁλκῆς ἔιδη, τῶν μὲν εὐρείαις ὁδοῖς ἐν τῷ διαστέλλεσθαι τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὴν ἕλξιν ποιουμένων, τῶν δ' οἰκειότητι ποιότητος, ἐφεξῆς λέγειν, ὡς τὰ μὲν πρότερα καὶ πόρρωθεν ἕλκειν τι δύναται, τὰ δὲ δεύτερα ἐκ τῶν ἐγγυτάτω μόνων. αὐλίσκον μὲν γὰρ ὅτι μήκιστον εἰς ὕδωρ ἔνεστι καθέντα ῥᾳδίως ἀνασπᾶν εἰς τὸ στόμα δι' αὐτοῦ τὸ ὑγρόν· οὐ μὴν εἴ γ' ἐπὶ πλέον ἀπαγάγοις τῆς ἡρακλείας λίθου τὸν σίδηρον ἢ τοὺς πυροὺς τοῦ κεραμίου—καὶ γὰρ καὶ τοιοῦτόν τι πρόσθεν ἐλέγετο παράδειγμα—δύναιτ' ἂν ἔτι γενέσθαι τις ὁλκή.
Σαφέστατα δ' ἂν αὐτὸ μάθοις ἐπὶ τῶν ἐν τοῖς κήποις ὀχετῶν· ἐκ τούτων γὰρ εἰς μὲν τὰ παρακείμενα καὶ πλησίον ἅπαντα διαδίδοταί τις ἰκμάς, εἰς δὲ τὰ πορρωτέρω προσελθεῖν οὐκέτι δύναται, καὶ διὰ τοῦτ' ἀναγκάζονται πολλοῖς ὀχετοῖς μικροῖς ἀπὸ τοῦ μεγάλου τετμημένοις εἰς ἕκαστον μέρος τοῦ κήπου τὴν ἐπίρρυσιν τοῦ ὕδατος ἐπιτεχνάσθαι· καὶ τηλικαῦτά γε τὰ || 211 μεταξύ διαστήματα τούτων τῶν μικρῶν ὀχετῶν ποιοῦσιν, ἡλίκα μάλιστα νομίζουσιν ἀρκεῖν εἰς τὸ ἱκανῶς ἀπολαύειν ἕλκοντα τῆς ἑκατέρωθεν αὐτοῖς ἐπιρρεούσης ὑγρότητος. οὕτως οὖν ἔχει κἀν τοῖς τῶν ζῴων σώμασιν. ὀχετοὶ πολλοὶ κατὰ πάντα τὰ μέλη διεσπαρμένοι παράγουσιν αὐτοῖς αἵμα καθάπερ ἐν κήποις ὑδρείαν τινά. καὶ τούτων τῶν ὀχετῶν τὰ μεταξὺ διαστήματα θαυμαστῶς ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς διατέτακται πρὸς τὸ μήτ' ἐνδεῶς χορηγεῖσθαι τοῖς μεταξὺ μορίοις ἕλκουσιν εἰς ἑαυτὰ τὸ αἵμα μήτε κατακλύζεσθαί ποτ' αὐτὰ πλήθει περιττῆς ὑγρότητος ἀκαίρως ἐπιρρεούσης.
Ὁ γὰρ δὴ τρόπος τῆς θρέψεως αὐτῶν τοιόσδε τις ἐστι. τοῦ συνεχοῦς ἑαυτῷ σώματος, οἷόνπερ τὸ ἁπλοῦν ἀγγεῖον Ἐρασίστρατος ὑποτίθεται, τὰ μὲν ἐπιπολῆς μέρη πρῶτα τῆς ὁμιλούσης ἀπολαύει τροφῆς· ἐκ δὲ τούτων αὖ μεταλαμβάνει κατὰ τὸ συνεχὲς ἕλκοντα τὰ τούτων ἑξῆς, εἶτ' ἐξ ἐκείνων αὖθις ἑτέρα καὶ τοῦτ' οὐ παύεται γιγνόμενον, ἄχρις ἂν εἰς ἅπαντ' αὐτοῦ διαδοθῇ τὰ μόρια τῆς τρεφούσης οὐσίας ἡ ποιότης. ὅσα δὲ τῶν μορίων ἐπὶ πλέον || 212 ἀλλοιουμένου δεῖται τοῦ μέλλοντος αὐτὰ θρέψειν χυμοῦ, τούτοις ὥσπερ τι ταμιεῖον ἡ φύσις παρεσκεύασεν ἤτοι κοιλίας ἢ σήραγγας ἤ τι ταῖς σήραγξιν ἀνάλογον. αἱ μὲν γὰρ σάρκες αἵ τε τῶν σπλάγχνων ἁπάντων αἵ τε τῶν μυῶν ἐξ αἵματος αὐτοῦ τρέφονται βραχεῖαν ἀλλοίωσιν δεξαμένου. τὰ δ' ὀστᾶ παμπόλλης ἐν τῷ μεταξὺ δεῖται τῆς μεταβολῆς, ἵνα τραφῇ, καὶ ἔστιν οἷόνπερ τὸ αἷμα ταῖς σαρξί, τοιοῦτος ὁ μυελὸς τοῖς ὀστοῖς ἐν μὲν τοῖς μικροῖς τε καὶ ἀκοιλίοις κατὰ τὰς σήραγγας αὐτῶν διεσπαρμένος, ἐν δὲ τοῖς μείζοσί τε καὶ κοιλίας ἔχουσιν ἐν ἐκείναις ἠθροισμένος.
Ὡς γὰρ καὶ διὰ τοῦ πρώτου γράμματος ἐδείκνυτο, τοῖς μὲν ὁμοίαν ἔχουσι τὴν οὐσίαν εἰς ἄλληλα μεταβάλλειν ἐγχωρεῖ, τοῖς δὲ πάμπολυ διεστῶσιν ἀμήχανον ἀλλήλοις ὁμοιωθῆναι χωρὶς τῶν ἐν μέσῳ μεταβολῶν. τοιοῦτόν τι καὶ τοῖς χόνδροις ἐστί τὸ περικεχυμένον μυξῶδες καὶ τοῖς συνδέσμοις καὶ τοῖς ὑμέσι καὶ τοῖς νεύροις τὸ παρεσπαρμένον ἐν αὐτοῖς ὑγρὸν γλίσχρον· ἕκαστον γὰρ || 213 τούτων ἐξ ἰνῶν σύγκειται πολλῶν, αἵπερ ὁμοιομερεῖς τ' εἰσὶ καὶ ὄντως αἰσθητὰ στοιχεῖα. κατὰ δὲ τὰς μεταξὺ χώρας αὐτῶν ὁ οἰκειότατος εἰς θρέψιν παρέσπαρται χυμός, ὃν εἵλκυσαν μὲν ἐκ τῶν φλεβῶν τοῦ αἵματος, ὅσον οἷόν τ' ἦν ἐκλεξάμεναι τὸν ἐπιτηδειότατον, ἐξομοιοῦσι δὲ κατὰ βραχὺ καὶ μεταβάλλουσιν εἰς τὴν ἑαυτῶν οὐσίαν.
Ἅπαντ' οὖν ταῦτα καὶ ἀλλήλοις ὁμολογεῖ καὶ τοῖς ἔμπροσθεν ἀποδεδειγμένοις ἱκανῶς μαρτυρεῖ καὶ οὐ χρὴ μηκύνειν ἔτι τὸν λόγον· ἐκ γὰρ τῶν εἰρημένων ἔνεστιν ἑκάστῳ τὰ κατὰ μέρος ἅπαντα καθ' ὅντινα γίγνεται τρόπον ἐξευρίσκειν ἑτοίμως, ὥσπερ καὶ διὰ τι πολλοῖς κωθωνιζομένοις πάμπολυ τάχιστα μὲν ἀναδίδοται τὸ ποθέν, οὐρεῖται δ' ὀλίγου δεῖν ἅπαν ἐντὸς οὐ πολλοῦ χρόνου. καὶ γὰρ κἀνταῦθα τῇ τε τῆς ποιότητος οἰκειότητι καὶ τῇ τῆς ὑγρότητος λεπτότητι καὶ τῇ τῶν ἀγγείων τε καὶ τῶν κατ' αὐτὰ στομάτων ἐυρύτητι καὶ τῇ τῆς ἑλκτικῆς δυνάμεως εὐρωστίᾳ τὸ τάχος συντελεῖται τῆς ἀναδόσεως, τῶν μὲν πλησίον τῆς κοιλίας τεταγμένων μορίων οἰκειότητι ποιότητος || 214 ἑαυτῶν ἕνεκα ἑλκόντων τὸ πόμα, τῶν δ' ἑξῆς τούτοις ἐξαρπαζόντων καὶ αὐτῶν εἰς ἑαυτὰ κἄπειτα τῶν ἐφεξῆς πάλιν ἐκ τούτων μεταλαμβανόντων, ἄχρις ἂν εἰς τὴν κοίλην ἀφίκηται φλέβα, τοὐντεῦθεν δ' ἤδη τῶν νεφρῶν τὸ οἰκεῖον ἐπισπωμένων. ὥστ' οὐδὲν θαυμαστὸν οἶνον μὲν ὕδατος ἀναλαμβάνεσθαι θᾶττον οἰκειότητι ποιότητος, αὐτὸν δὲ τὸν οἶνον τὸν μὲν λευκὸν καὶ καθαρὸν ἑτοίμως ἀναδίδοσθαι διὰ λεπτότητα, τὸν δ' αὖ μέλανα καὶ θολερὸν ἴσχεσθαί τε κατὰ τὴν ὁδὸν καὶ βραδύνειν ὑπὸ πάχους.