← Table of contents
Luther, vol. 2 of 6

Volume 1 — FOOTNOTES:

E. M. Lamond translation

.

“Εὖ πράττειν. Ὅτι μὲν ἔμελλε πρὸς ὑμᾶς ἡ φήμη οὐχ ὅμοια περὶ τοῦ γάμου τοῦ Λουθέρου ἀγγεῖλαι, ἔδοξέ μοι περὶ αὐτοῦ ὡς γνώμην ἔχω σοι ἐπιστέλλειν. μηνὸς ἰουνίου ἡμέρᾳι γ̓ ἀπροσδοκήτως ἔγημε τὴν Βορείαν ὁ Λούθερος μηδενὶ τῶν φίλων τὸ πρᾶγμα πρὸ τοῦ ἀναθέμενος, ἀλλ̓ ἑσπέρας πρὸς δεῖπνον καλέσας τὸν Πομερανιέα καὶ Λούκαν τὸν γραφέα καὶ τὸν Ἄπελλον μόνους ἐποίησε τὰ εἰθισμένα προτέλεια.

“Θαυμάσειας δὲ ἂν, τούτῳ τῳ δυστυχεῖ χρόνῳ, καλῶν κἀγαθῶν ἀνδρῶν πάντοτε ταλαιπωρουμένων τοῦτον οὐ συμπάσχειν, ἀλλ̓ ὡς δοκεῖ μᾶλλον τρυφᾶν καὶ τὸ αὐτοῦ ἀξίωμα ἐλαττοῦν, ὅτε μάλιστα χρείαν ἔχει ἡ Γερμανία φρονήματός τε καὶ ἐξουσίας αὐτοῦ. Ἐγὰ δὲ ταῦτα οὕτω πως γενέσθαι οἷμαι. Ἐστὶν ὁ ἀνὴρ ὡς μάλιστα εὐχερὴς και αἱ μοναχαὶ πασῃ μηχανᾖ ἐπι βουλευομέναι προσέπασαν αὐτόν. Ἲσως ἡ πολλὴ συνήθεια, ἡ σὺν ταῖς μοναχαῖς κἂν γενναῖον ὄντα καὶ μεγαλόψυχον κατεμάλθαξε ἤ καὶ προσεξέκαυσε. τοῦτον τρόπον εἰσπεσεῖν δοκεῖ εἰς ταύτην τὴν ἄαιρον βίου μεταβολήν. Θρυλλούμενον δὲ, ὃτι καὶ πρὸ τοῦ διακόρευσεν αὐτὴν, ἐψεῦσθαι δῆλόν ἐστι.

“Νυνὶ δὲ τὸ πραχθὲν μὴ βαρέως φέρειν δεῖ ἢ ὀνειδίζειν. ἀλλὰ ἡγοῦμαι ὑπὸ φύσεως ἀναγκασθῆναι γαμεῖν. Οὗτος δὲ βίος ταπεινὸς μέν, ἀλλὰ ὅσιός ἐστι καὶ θεῷ μᾶλλον τοῦ ἀγέμου ἀρέσκει. Καὶ ὅτι αὐτὸν τὸν Λούθερον ἐπίλυπόν πως ὄντα ὁρῶ καὶ ταραχθέντα διὰ τὴν βιου μεταγολήν, πάσῃ σπουδῇ καὶ ἐννοίᾳ ἐπιχειρῶ παραμυθεῖσθαι, ἐπειδὴ οὔπω ἔπραξέ τι, ὅπερ ἐγκαλεῖσθαι ἀξιῶ ἢ ἀναπολόγητον δοκεῖ. ἔτι δὲ τεκμήριά τινα ἔχω τῆς εὐσεβείας αὐτοῦ ὥστε κατακρίνειν οὐκ ἐξεῖναι. ἔπειτα ἂν μᾶλλον ἠυχόμην αὐτὸν ταπεινοῦσθαι ἢ ὐψοῦσθαι καὶ ἐπαίρεσθαι, ὅπερ ἐστίν ἐπισφαλές, οὐ μόνον τοῖς ἐν ἱερωσύνῃ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις. τὸ γὰρ εὖ πράττειν, ἀφορμὴ τοῦ κακῶς φρονεῖν γίνεται, οὐ μόνον, ὡς ὁ ῥήτωρ ἔφη, τοῖς ἀνοήτοις, ἀλλὰ καὶ τοῖς σοφοῖς.

“Πρὸς τούτῳ καὶ ἐλπίζω, ὅτι ὁ βίος οὑτοσὶ σεμνότερον αὐτὸν ποιήσει, ὥστε καὶ ἀποβαλεῖν τὴν βωμολοχίαν, ἧς πολλάκις ἐμεμψάμεθα. ἄλλος γὰρ βίος ἄλλην δίαιταν κατὰπαροιμίαν καταστήσει.

“Ταῦτα πρός σε μακρολογῶ ὤστε μή σε ὑπὸ παραδόξου πράγματος ἄγαν ταράττεσθαι. οἶδα γὰρ ὅτι μέλει σοι τοῦ ἀξιώματος τοῦ Λουθέρον, ὅπερ νυνὶ ἐλαττοῦθαι ἀχθεσθήσῃ. Παρακαλῶ δέ σε πράως ταῦτα φέρειν, ὄτι τίμιος βίος ὁ γάμος ἐν ἁγίαις γραφαῖς εἶναι λέγεται. εἰκὸς δὲ ἀναγκασθῆναι ἀληθῶς γαμεῖν. Πολλὰ τῶν πάλαι ἀγίων πταίσματα ἔδειξεν ὁ θεὸς ἡμῖν, ὄτι θέλει ἡμᾶς βασανίζοντας τὸν αὐτοῦ λόγον, οὐκ ἀξίωμα ἀνθρώπων ἢ πρόσωπον σύμβουλον πολεῖν, ἀλλὰ μόνον αὐτοῦ λόγον. πάλιν δὲ ἀσεβέστατος ἐστιν, ὃστις διὰ τὸ διδασκάλον πταῖσμα καταγιγνώσκει τῆς διδαχῆς.

“Michaelis pergrata consuetudo in his turbis mihi est, quem miror, qui passus sis isthinc discedere. Patrem officiosissime tractato, et puta te hanc illi pro paterno amore gratiam debere καὶ ἀντιπελαργεῖν. De Francicis rebus a te litteras expecto. Vale foeliciter. Postridie corp. Christi. Tabellarius qui has reddet, recta ad nos rediturus est. Φίλιππος.” (The seal is still preserved.)

F. Kattenbusch points out in his criticism of Luther’s doctrine of the enslaved will (“Luthers Lehre vom unfreien Willen,” p. 32 ff.) that Luther’s aim was certainly to humble and abase himself before the greatness of God’s grace, but that he went much too far; he wished to feel his salvation as the “result of God’s arbitrary act”; this sentiment was, however, not normal, nor “religiously healthy” (p. 35 f.). He also remarks (p. 10): “If according to this [the comparison with the saddle-horse] the process of regeneration is made to appear merely as a struggle between God and Satan in which God remains the victor, it is clear that the doctrine which Luther cherishes of the ethico-religious life is altogether mechanical and outward.” Kattenbusch was quite aware of the influence of the mediæval schools on Luther. The after-effects of Nominalism, he says, are not, indeed, so very prominent in the Reformer, “yet it seems to me we must admit, that alongside the principal religious current in Luther, runs a side-stream of religious feeling which can only spring from Nominalism and Mysticism.... In so far as they influence Luther’s doctrines, the latter may be said to spring from a polluted source. And, as regards the doctrine of the ‘servum arbitrium’ and of Predestination, the Church which takes its name from Luther has assuredly done well in improving upon the paths traced out for her by the great Reformer” (p. 94 f.). Cp. Albert Ritschl’s criticism of Luther’s denial of free-will, “Rechtfertigung und Versöhnung,” 34, pp. 280, 296 ff.

Explore with AITake your curiosity a little further.

Reading settings