Front matter (continued 3)
Reading edition
11. Νέστωρ· γέρων παρ᾽ Ὁμήρῳ, λαλίστατος ὤν.
Παλαμήδης· σοφός τις καὶ δεινὸς ἐξευρεῖν θαυμάσια· ἦν δὲ καὶ οὗτος τῶν Τρωικῶν.
17. γνώρισμα· σημεῖον ᾧ γιγνώσκεταί τι.
18. σῑμός· ὃς ἂν τὴν ῥῖνα ἔχῃ ἀνατετραμμένην, ὥσπερ χοῖρος ἢ ἀνὴρ Αἰθίοψ. κατατακείσης δὲ τῆς σαρκός, τίς οὐχὶ σιμός; ὅμοια γὰρ τὰ κρανία.
24. βαδίσματα· ὅπως βαδίζουσιν. ἴσθι γὰρ τοὺς φιλοσόφους θαυμασίως ὡς σεμνῶς βαδίζοντας.
25. ἄκροι· ἄριστοι.
27. Ἀρίστιππος· μαθητὴς μὲν Σωκράτους, αὐτὸς δὲ πρῶτος τῶν Κυρηναϊκῶν λεγομένων.
28. Πλάτων ἀπεδήμει παρὰ Διονυσίῳ τῷ Συρακουσῶν τυράννῳ· διὰ τοῦτ᾽ ὀνειδίζει αὐτὸν ὁ Λουκιανὸς ὡς θεραπεύοντά τε καὶ κολακεύοντα· οὐκ ὀρθῶς λέγων.
ἀποπνέων· ὄζων· τὸ γὰρ πνεῦμα ὦζε μύρου, ἡ δ᾽ ὀσμὴ ἡ τοῦ μύρου ἡδίστη.
Page 59. 6. καὶ ταῦτα· καί περ.
7. εἰρωνείᾱ· ὁ εἰρωνεύων ἄλλα μὲν λέγει, ἄλλα δὲ βούλεται.
9. Χαρμίδης καὶ Φαῖδρος φίλω Σωκράτους· ὁ δὲ τοῦ Κλεινίου, Ἀλκιβιάδης, μαθητής ποτε γενόμενος.
12. ὀλιγωρῶ· καταφρονῶ· ἐν ὀλιγωρίᾳ ποιοῦμαι· ὀλίγωρός εἰμι.
5
ἡ Ταντάλου ποινὴ δεδήλωται ἐν τῷ ἐνδεκάτῳ τῆς Ὀδυσσείας. τίς δ᾽ οὐκ ἂν ἡδέως ἀναγνοίη μῦθον οὕτω καλόν;
23. ὀδύρῃ (ῡ)· οἰμώζεις.
24. δίψα· τὸ δίψος. διψῇ δέ τις ἐὰν βούληται πίνειν.
25. ἀργός· νωθρός· ῥᾴθυμος. ὁ μηδὲν ἐργαζόμενος, οὗτος δὴ ἀργός. εἴθε γὰρ μὴ σύ γ᾽ ἀργὸς εἴης, ὦ παῖ.
26. κοῖλος· τοιοῦτο δὴ τὸ σχῆμα, οἷον τοῦ ποτηρίου· τοῦτο γὰρ κοῖλον. ἔχε γὰρ ὑπτίαν τὴν χεῖρα· ἰδού, κοίλη χείρ.
Page 60. 3. οὐ φθάνω κτλ. πρὶν καὶ βρέξαι τὸ χεῖλος, διαρρεῖ διὰ τῶν δακτύλων.
βρέχω· ὑγρὸν ποιῶ.
5. ξηρός· τοὐναντίον τοῦ ὑγροῦ.
8. πεινῆν· πεινῶμεν ὅταν βουλώμεθα ἐσθίειν. αὕτη δὲ ἡ πεῖνα.
11. κόλασις· ποινή, καταδίκη. κολάζεται γὰρ ὁ ἁμαρτών, δίκην διδούς.
15. ἐνδείᾳ· ἐνδεής ἐστί τις, ἐὰν δέηταί τινος, μὴ ἔχων ἀλλὰ ζητῶν ἔχειν.
ποτόν· πόσις· ὅ τι ἂν πίνωμεν, ποτόν.
21. ἄκρατος· οὐ κεκραμένος μεθ᾽ ὕδατος.
ἐλλέβορος· φυτόν, ἐξ οὗ φάρμακον ἐποίουν τοῖς μαινομένοις.
22. λυττῶ· ἡ λύττα μανία ἐστίν.
24. ἀναίνομαι· ὀκνῶ· οὐκ ἐθέλω. ἀπαγορεύω.
6
Page 61. περὶ μὲν τοῦ θ᾽ Ὑακίνθου καὶ τοῦ Ναρκίσσου καὶ τῆς Λήδας ἤδη εἴρηται· ὁ δὲ Νιρεὺς κάλλιστος ἦν πάντων ὅσοι ὑπὸ Τροίαν ἦλθον· ὁ μέντοι Ἀχιλλεὺς καὶ αὐτὸς πάνυ καλός. καὶ ἡ μὲν Τυρὼ ἔνδοξος ἦν διὰ τὸ κάλλος· τὴν δ᾽ Ἑλένην τίς οὐκ οἶδε καλλίστην ἀνθρώπων γενομένην;
3. ξεναγεῖ τις ἄγων τοὺς ξένους ἡγεμὼν ὤν, καὶ δεικνύων ἕκαστα.
νέηλυν· νεωστὶ κατελθόντα.
7. τὰ κάλλη· καλοί τε καὶ καλαί.
15. ἐπληρώθησαν· οἱ ναῦται πληροῦσι τὴν ναῦν· δι᾽ ὅπερ καλοῦνται πλήρωμα.
18. ἀνάστατοι κτλ. διεφθάρησαν· οἱ γὰρ νικήσαντες ἀνιστᾶσι τοὺς πρὶν πολίτας, καὶ δουλώσαντες αὐτοὺς ἀποπέμπουσιν ἄλλοσέ ποι.
20. ἀνεμέσητον· οὐ νέμεσις· οὐκ ἂν θαυμάζοι οὐδείς, οὐδ᾽ ἂν θεοὶ ὀργισθεῖεν τῷ τοιούτῳ· εἰκὸς γάρ.
21. ἄλγεα· ἄλγη· στίχος οὗτος Ὁμηρικός.
23. βαφή· χρῶμα. βάπτοντες γὰρ βαφῇ οἱ βαφῆς ἀλλοιοῦσι τὰ χρώματα.
26. συνίεσαν· ᾔδεσαν, ἠπίσταντο.
ὀλιγοχρόνιος· διατελῶν ὀλίγον χρόνον, ζῶν οὐ μακρὸν βίον.
27. ἀπανθῶν· ἀπολλὺς τὸ ἄνθος.
Page 62. 2. ἐπιλέγομαι· αἱροῦμαι.
7
6. Πλούτων· Ἅιδης· βασιλεὺς μὲν τυγχάνει ὢν τῶν κάτω, Διὸς δὲ ἀδελφός. καλεῖται δὲ Πλούτων, οἶμαι, ἐπεὶ ὅ τ᾽ ἄλλος πλοῦτος καὶ χρυσὸς ἐν τῇ γῇ κεῖται.
7. παροικῶ· οἰκῶ ἐγγύς· γείτων εἰμί.
9. ὁμόνεκρος· νεκρὸς ἅμα μεθ᾽ ὑμῶν.
14. ἀνδράποδον· δοῦλος. ὁ γὰρ ἀνδραποδιστὴς ἀνδραποδίζων βίᾳ ἀφαρπάζει τοὺς ἐλευθέρους καὶ δουλοῖ.
19. μῑσῶ· τοὐναντίον τῷ ἀγαπῶ.
20. ὀλέθριος· κάκιστος· ἄξιος ὀλέθρου.
ἀπέχρησεν· ἅλις ἦν, ἱκανὸν ἦν.
21. περιέχομαι· ἀντέχομαι, ἀσπάζομαι, φιλῶ.
22. ἀνῑῶν· λυπῶν.
24. στέρομαι· ἐνδεὴς εἰμί· οὐκ ἔχω.
25. μωραίνω· μῶρός εἰμι.
ὁμόψηφος· ψηφιζόμενος ταὐτά· ὁμόψηφος δ᾽ ὁ Πλούτων ἐὰν ὁμολογῇ ἐκείνοις καὶ ἐπαινέσῃ ἃ λέγουσιν.
26. στεναγμός· στόνος· τὸ στένειν.
Page 63. 1. στασιάζειν· στάσιν ἐμποιεῖν.
4. οὕτω κτλ. οὔ φημι παύσεσθαι.
9. προσκυνεῖσθαι· τοὺς θεοὺς προσκυνοῦμεν. οὗτοι δ᾽ ἔδοξαν αὐτοὶ ἑαυτοῖς θεοὶ εἶναι.
ἐντρυφῶ· καταγελῶ, ἐπισκώπτω.
10. τὸ παράπαν· παντελῶς· τὸ πᾶν.
11. οἰμώξεσθε· κλαύσεσθε.
ἀφῃρημένοι· ἐστερημένοι· ἐνδεεῖς ὄντες.
12. κτήματα ὅσα κέκτηταί τις, ὅσ᾽ ἔχει.
17. τὸ γνῶθι σαυτόν· γνώμη αὕτη Σόλωνος· πῶς γὰρ οὐ χρὴ πάντα τινὰ γνῶναι ἑαυτόν, οἷός ἐστιν;
18. πρέπει· οἰκεῖόν ἐστιν· ἁρμόττει· εὖ ἔχει.
8
ὁ μὲν Τροφώνιος, ἀδελφὸς Ἀγαμήδους, ἀποθανὼν ἥρως ἐγένετο, χρηστήριον δ᾽ εἶχεν ἐν Λεβαδείᾳ τῆς Βοιωτίας· Ἀμφίλοχος δ᾽ ὁ Ἀμφιαράου συνέπλει ἐπὶ τὴν Τροίαν· καὶ οὗτος ἀποθανὼν ἐσέβετο ὡς ἥρως ὤν.
21. κατηξιώθητε· ἄξιοι ἐδόξατε.
23. ὑπειλήφασιν· νενομίκασιν. ἔδοξεν αὐτοῖς οὕτως ἔχειν.
25. δοξάζω· δοκῶ, νομίζω.
Page 64. 2. προειδώς· εἰδὼς πρὶν καὶ γενέσθαι.
5. ἀποκριτέον· δεῖ ἀποκρίνεσθαι.
6. μαντεύομαι· ὁ μάντις μαντεύεται, ἑρμηνεύων τὰ τῶν θεῶν καὶ προλέγων τὰ μέλλοντα.
κατέλθῃ εἰς τὸ ἄντρον ἐν ᾧ ἦν τὸ χρηστήριον· ἦν γὰρ ἐν τῷ μαντείῳ χάσμα τῆς γῆς, ἐοικὸς κριβάνῳ· τὸ δὲ βάθος ἄν τις εἰκάζοι ὀκτὼ σχεδὸν εἶναι πήχεων. καὶ ἐπειδάν τις ἔλθῃ, κλίμακα κομίζουνσιν αὐτῷ. καταβάντι δ᾽ ἐστὶν ὀπή, εὐρεῖα μὲν δύο σπιθαμάς, ὑψηλὴ δὲ μίαν. ὁ κατιὼν οὖν κατακλίνει ἑαυτὸν πρὸς τὸ ἔδαφος, μάζας ἔχων ἐν χεροῖν μεμαγμένας μέλιτι, καὶ τοὺς πόδας προεμβάλλει εἰς τὴν ὀπὴν μέχρι τῶν γονάτων· καὶ δὴ καὶ εὐθὺς ἐφειλκύσθη τὸ λοιπὸν σῶμα ὥσπερ ποταμοῦ καταφέροντος. τὰ δὲ μετὰ ταῦτα ἐν ἀρρήτοις· μανθάνουσι μέντοι τὰ μέλλοντα ἁμωσγέπως.
10. ἐσταλμένος· στολὴν ἔχων· ἐνδεδυμένος.
ὀθόναι· ἐσθὴς λινῆ.
14. πρὸς τῆς μαντικῆς· μαρτύρεται τὴν μαντικήν.
15. σύνθετον· συμμεμειγμένον.
18. ἡμίτομον· τὸ ἥμισυ αὐτοῦ δίχα τετμημένου.
19. χρῇ· ὁ μὲν θεὸς χρῇ, ὁ δὲ ἐρωτῶν χρῆται. τὸ δὲ χρησθέν, χρηστήριον.
9
23. λογίζομαι· ποιοῦμαι λογισμόν, ὁπόσα ἐστιν.
24. ὀφείλω ὅ τι ἂν δέῃ μ᾽ ἀποδοῦναι τῷ χρήστῃ. τὸν μὲν ὀφείλοντα ὀφειλέτην λέγοις ἄν, τὸ δ᾽ ὀφειλόμενον ὀφείλημα.
Page 65. 1. ὡρίσθαι· ἀκριβῶς βεβαιῶσθαι· τὸ γὰρ ὁρίζειν ἂν εἴη τὸ ὅρους περιιστάναι.
2. ἀπράγμων· ἄνευ πραγμάτων καὶ ὄχλου.
3. ἐντειλαμένῳ· κελεύσαντί σοι.
πέντε δραχμῶν· ἡ τίμη αὕτη.
6. Ἀϊδωνεύς· Ἅιδης.
ὠνησάμην· ἐπριάμην· ἠγόρασα.
7. τροπωτήρ· τροπός· δεσμὸς δ᾽ οὗτος ἐρετμοῦ· τούτῳ γὰρ δεδεμένη ἦν ἡ κώπῃ ἐκ τοῦ σκαλμοῦ.
9. ἀκέστρᾱ· βελόνη· στύραξ σιδηρᾶ· τῇ δ᾽ ἀκέστρᾳ χρώμενος ῥάπτοις ἄν τὸ ἱστίον.
12. κηρός· αἱ μέλιτται ἐν τοῖς σίμβλοις ἀποτιθέασι μὲν μέλι, ποιοῦσι δὲ καὶ κηρόν.
ἐπιπλάσαι· τὸ ἐπιπλάττειν οὐ πολὺ διαφέρει τοῦ ἀλείφειν.
τὰ ἀνεῳγότα· τὰς ὀπὰς λέγει καὶ τρήματα τὰ ἐν τῷ σκάφει.
13. ἧλος· πάτταλος.
καλῴδιον· κάλως οὐ παχύς.
ὑπέραν· αἱ ὑπέραι ἐξάπτονται ἐξ ἐσχάτης τῆς κεραίας ἑκατέρωθεν· ταύτας τείνοντες ἢ χαλῶντες οἱ ναῦται κινοῦσι τὸ ἱστίον.
15. ἄξια μέν, ἐὰν πρίῃ μισθοῦ μικροῦ· τίμια δ᾽, ἐὰν πολλοῦ.
18. λοιμός· νόσος ἐπιδήμιος καὶ δεινή.
19. ἁθρόοι· πολλοὶ ἅμα γενόμενοι.
20. ἀποκερδαίνω· πλεονεκτῶ· κέρδος ἔχω.
παραλογίζομαι· οὐκ ὀρθῶς λογίζομαι· καὶ γὰρ ἂν λάθοι πλεονεκτήσας, πολλῶν κατελθόντων, εἰ κλέψαι τι, μηδὲ πάντα τὰ πορθμεῖα ἀποδοίη τῷ δεσπότῃ.
21. καθεδοῦμαι· μέλλω καθίζεσθαι.
25. παρατείνω· μηκύνω· ἀναβάλλομαι. μέλλω συχνὸν χρόνον.
28. ἀνάπλεως· πλήρης, μεστός, πλησθείς.
ὁ τραυματίᾱς τραυματισθείς τις ἂν εἴη· τραυματίζομεν δὲ παίοντες ξίφεσιν ἢ λίθοις ἢ τοῖς τοιούτοις.
Page 66. 1. ἐξῳδηκώς· οἰδεῖ τις τὴν γαστέρα ὅταν μεγάλη καὶ παχεῖα γένηται ἡ γαστήρ. ὁ δὲ τοιοῦτος ἂν καλοῖτο γάστρις ἢ γάστρων· οὗτοι δ᾽ ἐξῳδηκότες ἦσαν οὐ διὰ τὴν τρυφήν, ἀλλὰ πιόντες τὸ φάρμακον.
ὠχρός· λευκὸς τὸν χρῶτα.
5. περιμάχητος· περὶ ὧν μάχονται.
7. πικρῶς· ὠμῶς· νηλέως· ἀνοίκτως καὶ ὀργίλως.
10
9. γεγηρακώς· γηράσκων γίγνεταί τις γέρων.
11. κλῆρος· τὸ καταλειφθὲν ὅταν τις ἀποθάνῃ.
21. ἀντιποιοῦμαι· ἀξιῶ ἔχειν.
προσήκοντες· οἰκεῖοι.
23. θεραπεύω· κολακεύω· πάντα ποιῶ ὥσπερ θεράπων τις.
24. πρόδηλα κτλ. φανερὰ ἡ ἐπιβουλὴ πᾶσιν.
25. ῥᾱΐζω· ῥᾷον γενέσθαι τὸ ῥαΐζειν· λέγει μέντοι τὴν νόσον, ἐὰν κουφισθῇ ὀλίγον.
ποικίλος· δόλου καὶ ἀπάτης μεστός· οὐχ ἁπλοῦς οὐδ᾽ ὑγιής.
26. προαπιόντων· εἴθε φθάσαιεν αὐτὸν ἀποθανόντες.
27. ἐπιχάσκω· ἐπιθυμῶ σφόδρα καὶ ἱμείρω, ὥσπερ ἀνοίξας τὸ στόμα. τὸ μέντοι σχῆμα τῶν ἐσθιόντων· χανόντες γὰρ ἐγκάπτουσι τὸ ἐσθιόμενον.
Page 67. 1. γελοῖα κτλ. ἐὰν ταῦτα πάθωσιν, ἔσται γελοῖόν τι πρᾶγμα.
2. ψῡχαγωγῶ· ἄγει τὰς ψυχὰς ὅποι ἂν ἐθέλῃ, ἐξαπατῶν ἐλπίσι ματαίαις.
3. ἔρρωται· ῥώμην ἔχει· ἰσχυρός ἐστιν.
5. βόσκω· δίδωμι σῖτον, νέμω.
7. Ἰόλεως, Ἡρακλέους ἑταῖρος, καθ᾽ ἕνα τινὰ λόγον ἀποθανὼν εἶτ᾽ ἀνῆλθεν ἐξ Ἅιδου ὡς βοηθήσων τοῖς τοῦ Ἡρακλέους παισίν.
ἀνηβῶ· ἑτέραν ζωὴν ἔχω· ἀναβιώσκομαι.
8. ὀνειροποληθείς· περὶ τοῦ πλούτου ὀνειροπολοῦντες πάλαι· ὄναρ ἀπολαύοντες αὐτοῦ, οὐχ ὕπαρ.
10. ἀμέλει· μηδέν σοι μελέτω· ποιήσω γὰρ ταῦτα.
11. ἑξῆς· κατὰ κόσμον· πρῶτον, δεύτερον, τρίτον, καὶ ὡσαύτως τοὺς ἄλλους.
13. πρωθήβης· νεανίας πρώτης ἥβης. ἔστι δὲ τῶν ποιητῶν ἡ λέξις.
11
20. περιμένω· μένω ἕως ἂν ἔχω τι.
24. παραχωρῶ· ἐγὼ μὲν ἄπειμι, ἄλλος δ᾽ ἐπέρχεται.
25. νομοθετῶ· νόμους τίθεμαι.
Page 68. 1. πρὸς ἡδονήν· ἡδέως.
2. διάταξις· ὅτι οὕτως διατάττεται τὰ πράγματα, ὅτι ἔχει οὕτως.
4. ἐχρῆν εἶναι, ἀλλ᾽ οὔκ ἐστιν οὕτως.
6. ἀναστρέφεσθαι· ἔμπαλιν χωρεῖν, ἐκ τοὐναντίου· οὐ δικαίως ἂν φθάνοι ἀποθανὼν ὁ νεώτερος τὸν πρεσβύτερον.
7. ὑπέργηρως· γεραίτατος· γέρων καθ᾽ ὑπερβολήν.
μόλις· μόνον οὐκ. ὀλίγου δέω.
8. ἐπικεκῡφώς· ἐπικύπτει μὲν ὁ μὴ ὀρθὸς στάς· οὗτος δ᾽ ἐπερείδεται τοῖς θεράπουσιν.
κόρυζα μὲν ῥεῖ ἐκ τῆς ῥινός· λήμη δ᾽ ἐκ τῶν ὀφθαλμῶν· ῥεῦμα δ᾽ ἑκάτερον ὀνομάζουσιν οἱ ἰατροί.
10. ἔμψυχος τάφος· νεκρὸς ἔτι ζῶν· παράδοξον δὴ τοῦτο.
12. ἐρρωμένος· ῥώμην καὶ σθένος ἔχων. τὸ δ᾽ ἐναντίον ἄρρωστός τε καὶ ἀσθενής.
ἄνω ποταμῶν χωροῦσι πηγαί· οὕτω λέγει ὁ Εὐριπίδης περὶ τὰ παρὰ φύσιν· κατὰ φύσιν γὰρ ῥεῖ ὁ ποταμὸς κάτω εἰς τὴν θάλατταν. καὶ δὴ καὶ ἄλλη ἐστὶ παροιμία τοιαύτη· ἅμαξα τὸν βοῦν ἕλκει.
14. ἵνα μὴ ἐθεράπευον ὥσπερ καὶ θεραπεύουσιν.
16. συνετώτερα· σοφώτερα, βελτίω.
19. εἰσποιῶ υἱόν τινι, ἐὰν μὴ ἔχῃ κατὰ γένος· ὁ δὲ τοιοῦτος υἱὸς εἰσποιητός.
20. ὀφλισκάνω· ὀφείλω. γέλωτα δ᾽ ἂν ὄφλοι τις, ἐὰν γελοῖος ᾖ· οὕτω καὶ τὸ ὀφλισκάνειν μωρίαν καὶ ῥᾳθυμίαν καὶ δειλίαν καὶ αἰσχύνην καὶ τὰ τοιαῦτα.
πρό· πρὶν κατορύττεσθαι ἐκείνους· πρὶν ταφῆναι.
24. γρᾱῶν· γεραιὰ γυνὴ γραῦς.
28. πλάττομαι· ψεύδω· ἀπατῶ· δοκῶ μέν, ἀλλ᾽ οὔκ εἰμι. κυρίως δὲ πλάττει ὁ πλάστης τά τ᾽ ἄλλα καὶ τὰ πήλινα· αὐτίκα γὰρ ὁ κεραμεὺς λαβὼν πηλὸν πλάττει ὑδρίαν, καὶ ὁ κοροπλάστης κόρας ὥστ᾽ ἀθύρματα εἶναι ταῖς κόραις.
ἐραστής· θεραπεύων καὶ φιλῶν.
29. διαθήκη ἢ διαθῆκαι· τῇ διαθήκῃ διατιθέμεθα τὴν οὐσίαν· κατὰ δὲ τὴν διαθήκην κληρονομεῖ ὁ κληρονόμος, λαβὼν τὸν κλῆρον τὸν καταλειφθέντα, ἐπειδὰν τάχιστα ἀποθάνῃ ὁ πρότερον ἔχων.
ἀπεκλῄσθησαν· ἔξω ἦσαν.
δορυφορεῖ ὁ δορυφόρος ἔχων δόρυ· οὗτος δὲ στρατιώτης ὢν φυλάττει τὸ σῶμα τοῦ τυράννου. ἐνταῦθα κατὰ μεταφορὰν τοὺς πλεονέκτας λέγει.
Page 69. 2. ὑποπρίουσι (ῑ)· πρίουσι λάθρα· τοῦτο δὲ ποιοῦσιν οἱ ὀργιζόμενοι μέν, ἀμήχανοι δ᾽ ὄντες. ὅμοιον δὲ τὸ δάκνειν ἑαυτὸν καὶ τὸ δάκνειν στόμα.
5. μύχιος· λαθραῖος· λάθρα· ἀδήλως.
6. ὑποκρώζω· ὀλίγον κρώζω· κρώζει δὲ κυρίως ἡ ἀλεκτρυών.
αὐτίκα· εὐθύς.
7. σορός· λάρναξ ἢ κιβωτός, ἐν ᾗ ἔθαπτον τοὺς νεκρούς.
8. ὑπερβάλλομαι· νικῶ.
μεγαλοδωρίᾱ· δῶρα μεγάλα διδόναι.
9. ἄγρυπνος ἀγρυπνεῖ ἀγρυπνίᾳ· ὁ μὴ δυνάμενος καθεύδειν.
12. θαπτομένῳ· ἐν ᾧ ἐγὼ ἐθαπτόμην.
14. ζῴης· ὡς μακροτάτην ζωὴν ἔχοις· εὔχεται δὴ τοῦτο.
12
27. παράσῑτος· ὁ δειπνῶν παρὰ πλουσίῳ ἀνδρί· κόλακες δ᾽ ἦσαν οἱ τοιοῦτοι.
πλέον τοῦ ἱκανοῦ· λίαν πολύ, πλέον τοῦ δέοντος.
Page 70. 1. ἀπεπνίγην· ἀποπνίγοιτό τις ἂν εἴ τι ἐμπαγείη ἐν τῷ τραχήλῳ, ὥστε μὴ δύνασθαι πνεῖν.
10. Τῑθωνός· ἀνὴρ τῆς Ἠοῦς· ἡ δὲ θεὸς οὖσα ἀθάνατος ἦν, ὥστε ἤθελε καὐτὸς γενέσθαι ἀθάνατος· εὐχομένης οὖν τῆς Ἠοῦς, ἔδωκεν αὐτῷ ὁ Ζεὺς ἀθάνατον εἶναι. ἀλλ᾽ οὐ γὰρ ηὔξατο καὶ ὡραῖος ὢν διατελεῖν, ἐγήρασκεν ἀεὶ ὁ κακοδαίμων, καὶ ἤδη ηὔχετο ἀποθανεῖν· τοῦτο δ᾽ οὐκέτι δυνατόν, ἐπεὶ οὐκ ἀναλαμβάνουσιν οἱ θεοὶ τὰ δοθέντα.
11. σύντομος· βραχύς.
13. ζωρός· ἄκρατος· ἄνευ ὕδατος. ἔπινον μέντοι οἱ πάλαι μετὰ πολλοῦ ὕδατος τὸν οἶνον.
14. κύλιξ· ποτήριόν τι πλατύ, ἐπὶ βάθρου ἑστηκός.
20. μειρακίσκος· μειράκιον.
22. σφαλείς· ἁμαρτῶν.
23. ἀφάρμακτος· ἄνευ φαρμάκου.
24. ἐκτάδην· ἐκτεταμένος χαμαί.
ὑποβολιμαῖος· ἐάν τις ἕτερον μὲν ὑφέλῃ, ἕτερον δὲ ὑποθῇ, οὗτος δὴ ὑποβολιμαῖος. ὑπεβάλλοντο δὲ οὕτως παιδία, ὥστ᾽ ἐξαπατᾶν τοὺς τοκέας.
27. ἀστεῖος· γελοῖος, χαρίεις.
29. αἰφνίδιος· ἀπροσδόκητος.
Page 71. 4. λεωφόρος· ὁδὸς ἡ φέρουσα τὸν λεών, τοὺς πολλοὺς δηλαδή· τίς δ᾽ ἡ λεωφόρος τοῦ θανάτου;
13
Κράτης Θηβαῖος μαθητὴς ἦν τοῦ Διογένους.
9. ὁλκὰς ναῦς ἥτις φορτίον φέρει· καὶ στρογγύλη καλεῖται, ἐπεὶ μακραὶ ἦσαν οἱ πολεμικαί.
ἀνεψιός· ἀδελφῶν τέκνα ἀνεψιοί.
11. ἀνάειρε· ὡς παλαίων λέγει, αὐτὸς μὲν ἀρεῖν τε καὶ καταπαλαίσειν τὸν ἕτερον, ἐὰν μὴ ἑαυτὸν τοῦτο ποιῇ ὁ ἕτερος.
16. ἀφιείς· καταλιπών.
19. τεκμαίρομαι χρώμενος τεκμηρίοις, ὥστ᾽ εἰκάζειν ὅτι μέλλει γενήσεσθαι.
20. τὸ ὄνειρον, τὰ ὀνείρατα· ταῦτα φοιτᾷ πρὸς ἡμᾶς τῆς νυκτός, ὅταν καθεύδωμεν.
Χαλδαῖοι μάγοι καὶ γόητες καὶ δὴ καὶ ἀστρονομικοί.
21. Πύθιος Ἀπόλλων· ἐν Πυθοῖ γὰρ τὸ μαντεῖον.
22. κράτος· σθένος· ῥώμη.
23. ῥέπει μὲν ἁτέρα πλάστιγξ τῆς τρυτάνης, ἐὰν εἰστιθῇς βάρος μεῖζον τῆς ἑτέρας· αὕτη δ᾽ ἂν εἴη ἡ τῆς τρυτάνης ῥοπή.
24. πέρας· τέλος, τέρμα.
Page 72. 2. συγγενής· ὁ ἐν γένει ὤν· ὁ προσήκων.
4. Κίρρα· πόλις μικρά, οὗπερ καὶ ὁ λιμὴν τῶν Δελφῶν.
5. Ἰάπυξ· ἄνεμος ἀργέστης, ὡς ἀπὸ τῆς Ἰαπυγίας τῆς Ἰταλίας πνέων· οὔτε βορέας οὔτε Ζέφυρος, ἀλλὰ μεταξὺ ἀμφοτέρων.
ἀνατρέπεται τὸ πλοῖον ἐπειδὰν τὸ μὲν ἄνω κάτω γένηται, τὸ δὲ κάτω ἄνω.
7. ἐννοῶ· ἐν νῷ ἔχω· φροντίζω.
10. ἡ κότινος ὥσπερ ἀγρία τις ἐλαία ἐστίν.
12. πίθος· ἄγγος πήλινον μέγιστον, ἐν ᾧ ᾤκει ὁ Διογένης οὐκ ἔχων ἄλλην οἰκίαν.
ἡ χοῖνιξ ἔχει τέτταρας κοτύλας· ἔστι δὲ ὄγδοον μόριον τοῦ ἑκτέως, ὁ δ᾽ ἑκτεὺς ἕκτον μόριον τοῦ μεδίμνου· πόστον ἄρα μέρος τοῦ μεδίμνου ἡ χοῖνιξ;
18. αὐτάρκεια· τὸ αὐτάρκη εἶναί τινα· ὅταν ἅλις τις ἔχῃ αὐτὸς καθ᾽ ἑαυτόν, τῶν ἀλλοτρίων μὴ ἐπιθυμῶν.
23. ἡμέλουν· οὐδὲν ἔμελεν αὐτοῖς.
26. εἰκότως· κατὰ τὸ εἰκός· οὐκ ἄνευ λόγου· εὖ ποιοῦντες.
27. διερρυηκότες· ὥσπερ ἐν ῥεύματι πλούτου καὶ τρυφῆς ὄντες· ὥσπερ κατὰ ῥοῦν φερόμενοι ὑπὸ ποταμοῦ.
28. σαπρός· οὐχ ὑγιής· κατατακείς. τὸ δέρμα γὰρ σαπρὸν γίγνεται χρόνῳ καὶ ὑετῷ.
βᾱλάντιον· πήρα μικρά, ἐν ᾗ κατέκειτο τἀργύριον.
Page 73. 1. πυθμήν· τὸ κάτω μέρος.
στέγω· κατέχω· τοιοῦτο γὰρ τὰ βαλαντίου τρήματα ἔχον οὐ κατεῖχε τὰ κέρματα μὴ διολισθάνοντα οἴχεσθαι.
3. ἐπαντλῶ· ἀρύσας ὕδωρ εἰσχέω.
6. ὀβολόν· τὰ πορθμεῖα λέγει, ἅπερ ἐχρῆν ἐκτίνειν τῷ Χάρωνι.
14
οὐκ ἔστιν ὅπως οὐ γιγνώσκεις τούτους, ὦ μαθητά· αἰσθάνει δήπου Ἀλέξανδρον μὲν ὄντα τὸν Μέγαν, Ἀννίβαν δὲ τὸν Καρχηδόνιον, τὸν ὀλίγου δέοντα νικᾶν τοὺς Ῥωμαίους, τρίτον δὲ Σκιπίωνα τὸν νικήσαντα τὸν Ἀννίβαν· ὁ δὲ Μίνως, πρότερον γενόμενος βασιλεὺς τῆς Κρήτης, ὁ τὰς πολλὰς ναῦς κεκτημένος, οὗτος δὴ φανερός ἐστι κριτὴς ὢν τῶν ἐν Ἅιδου. ἐὰν μέντοι σὺ φυσικός τις εἶ, κἂν τύχοις ἀγνοῶν καὶ περὶ τούτων.
10. Λίβυς· ἐκ Διβύης.
20. στρατηγὸς στρατηγεῖ ἄγων τὸν στρατόν.
22. διαφέρω· ἀμείνων εἰμί.
23. ἐν μέρει· ὁ μὲν πρῶτον, ὁ δ᾽ ὕστερον.
Page 74. 1. πλέον ἐνέγκαιτο ἄν· πλεονεκτήσαι ἄν, πλέον ἂν ἔχοι.
2. ἔπαινος· εὐλογία.
ἐξ ἀρχῆς· τὸ πρῶτον.
3. περιβάλλομαι· ἐνδύομαι· περιβάλλω ἐμαυτῷ ὥσπερ ἐσθῆτα.
4. ἀρχή· τὸ ἄρχειν.
5. ἐξορμῶ· ἐξέρχομαι. πρῶτον μέν τις ἐξορμᾷ, τέλος δ᾽ ἀφικνεῖται.
Ἰβηρίᾱ μεταξὺ τοῦ τε πελάγους καὶ τοῦ ὠκεανοῦ· ἔστι δὲ γῆ ἀγρία καὶ ὀρεινή, ἐν ᾗ μία τῶν Ἡρακλείων στηλῶν.
ὕπαρχος· ἄρχων δεύτερος.
6. κριθείς· νομισθείς.
7. ἑσπέριος· τὰ πρὸς ἡλίου δύσιν.
8. Ἠριδανὸς ποταμὸς ἐν τῇ Ἰταλίᾳ.
11. τὰ προάστεια μέρη τῆς πόλεως ἔξω μὲν τῶν τειχῶν, ἐγγὺς δέ.
προὐχούσης· προέχει ἡ πρώτη.
13. δακτύλιος· κύκλος περὶ τοῦ δακτύλου περικείμενος.
14. γεφυρῶσαι· γέφυρά ἐστι χῶμα γῆς ἐν ποταμῷ, ὥστε διαβαίνειν· οἱ γὰρ νεκροὶ συννενησμένοι ἐπλήρουν τὸν ποταμόν.
15. Ἄμμων Ζεὺς μαντεῖον εἶχεν ἐν τῇ Λιβύῃ. ὁ δ᾽ Ἀλέξανδρος ἔφασκεν υἱὸς εἶναι τοῦ Ἄμμωνος· τὴν γὰρ μητέρα ἐνύπνιον ἑορακέναι, ὡς δράκων πατὴρ εἴη.
16. ἐνύπνιον· ὄνειρον.
17. ὁμολογῶ· οὐκ ἀπαρνοῦμαι.
ἀντεξεταζόμενος· ἀντιμαχόμενος ὥστ᾽ εἰς πεῖραν ἐλθεῖν καὶ δεῖξαι ὅποιός ἐστιν.
19. συμπλέκομαι· συμβάλλω μάχην· παλαιστῶν δ᾽ ἐστὶ τὸ ῥῆμα.
20. τῷ τολμήσαντι· ἐάν τις τολμᾷ.
22. πατρῷος· τοῦ πατρός.
αὐξάνοι τις ἂν ποιῶν μείζω τὰ ἕτοιμα.
23. ἐκτείνοι δ᾽ ἄν τις ποιῶν μακρότερα τὰ ἕτοιμα.
ὁρμή· ῥοῦς, ῥεῦμα, δρόμος.
24. ὄλεθρος· κάκιστος ἄνθρωπος.
Ἰσσὸς ποταμὸς Κιλικίας.
25. τὰ Ἄρβηλα πόλις Ἁσσυρίας· ἡ δὲ μάχη τῷ ὄντι ἐν τοῖς Γαυγαμήλοις ἐγένετο.
ἀποστὰς κτλ. οὐκέτι ἐπαινῶν τὰ πατρῷα, ἤθελε σέβεσθαι ὡς ὢν θεός, καὶ μετήλλαξε τὸν τῆς διαίτης τρόπον ὥστε μιμεῖσθαι τοὺς Μήδους.
27. μιαιφονῶ· φονεύω· δι᾽ ὀργῆς γὰρ ἀπέκτεινα τὸν Κλεῖτον ἐν τοῖς πότοις.
28. συνελάμβανε δ᾽ ἐπὶ θανάτῳ ἀλλους τε καὶ τὸν Καλλισθένην καὶ τὸν Ἡφαιστίωνα.
29. ἐπ᾿ ἴσης· ἐξ ἴσου· δικαίως, ὥστε μετέχειν πάντας τῶν ἴσων καὶ τῶν δικαίων.
μετεπέμπετο ἡ πατρὶς ἐμέ· κατελθεῖν γὰρ ἐκέλευσεν.
Page 75. 2. ἰδιώτης· οὐκ ἄρχων.
3. καταδικασθείς· ἁλοὺς ἐν τῷ δικαστηρίῳ, ἐπεὶ κατέγνω αὐτοῦ ὁ κριτής.
4. ἀπαίδευτος κτλ. οὐ πεπαιδευμένος ὥσπερ οἱ Ἕλληνες, τῇ αὐτῇ παιδείᾳ.
5. Ὅμηρον γὰρ ἐθαύμαζε πολὺ ὁ Ἀλέξανδρος, εἶχε δ᾽ ἀεὶ μεθ᾽ ἑαυτοῦ τὰ ἔπη.
6. Ἀριστοτέλης Σταγιρίτης, φιλόσοφος ὢν κλεινότατος, ἐδίδασκε τὸν Ἀλέξανδρον.
σοφιστής· φιλόσοφος.
14. εἰκὸς ἦν· προσθὲς τὸ λέγειν.
17. θρασύς· τολμηρός· θαρρῶν.
φήμη· δόξα· τὰ ὑπὸ πάντων λεγόμενα.
19. διαφέρω· ἀμείνων εἰμί.
20. παρελθὼν κτλ. ἄρχων γενόμενος ὥστε διοικεῖν τὰ τῆς πόλεως.
21. μετῆλθον· ἐδίωξα.
22. ἀπώλεια· ἀπολέσας τὰς Θήβας καὶ ἀναστάτους ποιήσας.
23. χειροτονῶ· ἐάν τινα οἱ πολῖται αἱρῶνται ἐπ᾽ ἀρχήν, χειροτονοῦσι προτείνοντες τὰς χεῖρας· χειροτονεῖται δ᾽ ὃς ἂν πλείστους ἔχῃ τοῦτο δρῶντας.
24. ἀγαπῶ· στέργω, ἐπαινῶ· ὡς ἐξαρκοῦντος τούτου· ἐὰν δὲ μὴ ἐξαρκῇ μηδ᾽ ἀποχρῇ, οὐκ ἀγαπῶ.
26. Γρανῑκός· ποταμὸς τῆς Μυσίας.
28. τὰ ἐν ποσίν· τὰ ἐμποδών· ὅ τι ὁρῴην.
χειρούμενος· νικῶν.
Page 76. 4. σχεδία· πίνακες ἢ δένδρα συνδεθέντα, ὥστε πλεῖν.
6. Τύρος· πόλις Συρίας· ἴσθι αὐτὸν ἐκπολιορκήσαντα τὴν Τύρον.
8. ὅρος· τέρμα, πέρας.
9. Πῶρος βασιλεὺς τῶν Ἰνδῶν.
10. Τάναϊς ποταμὸς τῆς Σκυθίας.
11. εὐκαταφρόνητος· ῥᾴδιος καταφρονῆσαι.
12. ἠμυνάμην· ἀπεωσάμην, ἀπεδίωξα.
13. συγγνωστός· οὐ νέμεσις· εἰκὸς γάρ. ἐὰν μή τις λάβῃ δίκην, συνέγνω τῷ ἁμαρτόντι.
15. τελευταῖος· ὁ ἐν τελευτῇ· ὕστατος. τοῦτο δὲ λέγει τελευτῶν.
18. ἐῶ λέγειν· οὐ λέγω τοῦτό γ᾽, ἄλλα γὰρ ἐρῶ.
19. ἰσχύι· σθένει· κατὰ κράτος.
ἀπιστίᾱ· τὸ μὴ πιστὸν εἶναι.
20. προφανής· φανερός, δῆλος, ἐμφανής.
ὀνειδίζω· λέγω ὡς ὄνειδος ὂν καὶ αἰσχύνην.
21. ἐκλελῆσθαι· λεληθέναι· μὴ μεμνῆσθαι.
22. ἕως· πρῶτον φῶς τῆς ἡμέρας· ἔπειτα δὲ καὶ ἡ ἀνατολὴ καὶ ὁ ἐκεῖ χῶρος.
23. ἀναιμωτί· ἄνευ αἵματος.
24. τὰ Γάδειρα· πόλις Ἰβηρίας, οὗπερ καὶ ἡ ἑτέρα τῶν Ἡρακλείων στηλῶν.
ὑπάγομαι· ὑποχειρίους ποιῶ καὶ ὑπηκόους.
Page 77. 1. καθελὼν τὰ τείχη χαμαί· τοῦτο γὰρ τὸ καθαιρῶ.
7. ἁμιλλῶμαι· ἐρίζομαι, ἀγωνίζομαι.
17. ὤν· εἰ ἦν· ἀλλ᾽ οὐ γὰρ ἦν.
24. ἐξηπατῆσθαι· ἔψευσθαι.
Page 78. 5. ἔφθασα· οὐκ ἐπέσκηψα πρὶν ἀποθανεῖν.
10. παρειληφότα· ἐπεὶ τάχιστα παρέλαβες.
11. προστάτης· ὁ προϊστάμενος καὶ ἀμύνων.
12. δώδεκα θεοὶ μέγιστοι ἦσαν· Ζεύς τε καὶ Ἥρα, ἔπειτα Ποσειδῶν, Δημήτηρ, Ἥφαιστος, Ἀθηνᾶ, Ἀπόλλων, Ἄρτεμις, Ἄρης, Ἀφροδίτη, Ἑρμῆς, Ἑστία.
13. ὁ δράκων γὰρ ἐδόκει θεός τις εἶναι· ὁ γοῦν Ἀσκληπιὸς ἱεροὺς εἶχε δράκοντας.
16. Πτολεμαῖος· στρατηγός τις τῶν ἀμφ᾽ Ἀλέξανδρον· ἐγένετο δὲ βασιλεὺς τῆς Αἰγύπτου.
οἱ ὑπασπισταὶ πρῶτοι ἦσαν τοῦ Μακεδόνων στρατοῦ.
22. Ἄνουβις καὶ Ὄσῑρις θεοὶ Αἰγύπτιοι· ὁ μὲν Ἄνουβις κυνοκέφαλος.
24. λίμνην· τὴν Στυγός. τὸ δὲ στόμιον τὸ Ἅιδου.
28. σωματοφύλαξ· ὁ φυλάττων τὸ σῶμα· δορυφόρος τις.
Page 79. 1. προσκυνῶ· σέβω.
Βαβυλών· πόλις μεγίστη Βαβυλωνίας.
τὰ Βάκτρα πόλις μεγίστη τῆς Βακτριανῆς· ἐνταῦθα γὰρ κατῴκισεν ὁ Ἀλέξανδρος τοὺς μισθοφόρους.
2. θηρίον· ἄγριον ζῷον· ἐλέφας, ὡς δοκεῖ.
3. ἐπίσημος· φαιδρὸς ὁρᾶν.
ταινίᾱ· μίτρα, ἄμπυξ, διάδημα τῆς κεφαλῆς, σημεῖον ὂν νίκης ἢ ἀρχῆς βασιλικῆς.
7. παρὰ τῆς τύχης· τὰ τῆς τύχης δῶρα, οὐ τὰ οἰκεῖα.
9. ἐπίτριπτος· ποικίλος, ψευδής, ἄπιστος, ὥσπερ ἀλώπηξ τις.
11. καταχρῶμαι ὅταν χρῶμαι μὴ φειδόμενος πρὸς τὸ κέρδος.
φιλοτιμία· ἐπιθυμία τιμῆς καὶ δόξης.
12. θωπεύω· κολακεύω.
13. τἀγαθοῦ· ἔφασκον γὰρ οἱ φιλόσοφοι μόνην τὴν ἀρετὴν ἀγαθόν.
16. τεχνίτης· τέχνῃ χρώμενος.
18. κατηριθμήσω· κατελογίσω.
20. ἄκος· φίλτρον, φάρμακον νόσου.
23. παύσῃ κτλ. οὐκέτι ἀνιάσῃ· λήξεις λυπούμενος. τὸν μὲν Κλεῖτον ἀπέκτεινεν ἐν πότοις ὁ Ἀλέξανδρος, τὸν δὲ Καλλισθένην ὡς προδότην ὄντα.
27. τὴν ἑτέρᾱν· προσθὲς τὸ ὁδόν.
16
Page 80. 2. ἔξαρνος γίγνομαι· ἀπαρνοῦμαι, οὔ φημί.
4. ὤν· εἰ ἦσθα· καὶ γὰρ οὐκ ἄρ᾽ ἦσθα.
6. μάντευμα· μαντεῖον, χρηστήριον.
10. κατεπλάγησαν· ἐφοβοῦντο· αὑτὸς γὰρ ὁ φοβούμενος τῷ ἐκπλαγέντι.
13. ἀξιόμαχος· ἄξιος μάχεσθαι.
14. συμφέρεσθαι· συμβάλλειν μάχην.
τοξάριον· δῆλόν ἐστι τόξον ὂν μικρόν, ὥσπερ καὶ πελτάριον πέλτη μικρά. τοῖς δὲ γέρροις ἐχρῶντο ἀντὶ πελτῶν· ἦν δὲ ταῦτα λύγοι πεπλεγμέναι, ὥσπερ τάλαροι.
15. προβεβλημένος· προυβάλλοντο ἑαυτοῖς πρόβλημα τοιοῦτον ἀντ᾽ ἀσπίδων.
16. ἔργον· χαλεπόν.
17. τὸ ὁπλιτικόν· οἱ ὁπλῖται ἐφόρουν κόρυθά τε χαλκῆν καὶ θώρακα καὶ κνημῖδας καὶ ἀσπίδα καὶ δόρυ καὶ ξίφος.
ἡ ἵππος· προσθὲς τὸ στρατιά· ἱππῆς.
18. ἀκοντιστὴς ἀκοντίζει ἄκοντα· ὁ δ᾽ ἄκων δόρυ οὐ μέγα.
πελταστὴς φέρει πέλτην ἀντ᾽ ἀσπίδος· ἡ δὲ πέλτη μικροτέρα τῆς ἀσπίδος.
21. χρυσοφόρος· φορῶν κόσμον χρυσοῦν, δακτυλίους τε καὶ περιδέραια καὶ τὰ τοιαῦτα.
ἁβρός· μαλακὸς καὶ τρυφῶν.
27. διαστήσας· ἔριν ἐμποιήσας ὥστε μὴ συμμαχεῖν.
προδοσίᾱ· ἔργον προδότου, τὴν πατρίδα προδόντος ἢ τὸν εὐεργετοῦντα.
Page 81. 1. ἐπιορκῶ· ψεύδομαι ὀμόσας. ἐπίορκος δὴ ὁ τοιοῦτος.
4. μετῆλθον· δίκην ἔλαβον.
6. δοράτιον· δόρυ μικρόν, ἄκων, ἀκόντιον.
7. διελαύνω· διωθῶ· λέγει κεντῆσαι αὐτὸν δόρατι.
πρός· παραθεὶς λόγῳ Φίλιππον παρ᾽ Ἀλεξάνδρῳ· ἀντιθεὶς ἕτερον ἑτέρῳ.
8. χλαμύς· χλαῖνα.
9. ὁ κάνδυς· Μηδικὴ χλαῖνα χειρίδας ἔχουσα διπλᾶς.
12. μιμεῖταί τις μιμητὴς γενόμενος, ἐὰν ὅμοια ποιῇ ἑκὼν ἐκ παρασκευῆς.
14. γάμους· ἔγημε γὰρ Ῥωξάνην τὴν Ὀξυάρτου.
16. ἐπιμελοῦμαι· περιστέλλω, θεραπεύω· πάντα ποιῶ ὅπως εὖ διακείσονται· εὖ χρῶμαι.
24. φοράδην· φερόμενος ἐπὶ κλίνης.
26. ᾗ· ὡς.
27. τίς· οὐδεὶς ὅστις οὐκ ἂν ἐγέλασεν.
28. λιποψῡχῶ· λιποθυμῶ· ἀπεῖπον. ὁ δ᾽ οὕτω διακείμενος ἔοικε μὲν ἀποθανόντι, ζῇ δ᾽ ὅμως.
Page 82. 2. ἐπικερτομῶ· ἐπισκώπτω, ἐγγελῶ.
3. μυδῶ· τῶν γε νεκρῶν οὐδεὶς ὅστις οὐ μυδᾷ, ὑγρὸς ὤν, καὶ κατατηκόμενος.
6. τὰ κατορθούμενα· τὰ εὖ πεπραγμένα καὶ μὴ ἐσφαλμένα.
9. ἐνάμιλλος· ἴσος· κἂν γὰρ ἁμιλλῷτο τοῖς θεοῖς εἴ τις ἀντιθείη. ἕτερος Ἡρακλῆς δὴ οὗτος.
10. ἄορνος· ἄνευ ὀρνίθων· οἷπερ οὐκ ἂν ἀφίκοιτο οὐδ᾽ ὀρνὶς πετόμενος. εἷλε δ᾽ ὁ Ἀλέξανδρος τεῖχος, ᾧ ὄνομα ἦν Ἄορνος Πέτρα· ταῦτα δὲ λέγων ἐπαναμιμνῄσκει καὶ τὴν Ἄορνον λίμνην, ἐγγὺς οὖσαν τοῦ στομίου τοῦ Ἅιδου.
13. παραβάλλω· παρατίθημι, ἀντιτίθημι, παραθεῶμαι.
14. ἀπομανθάνω· ἐκλανθάνομαι, ὥστε μηκέτι μεμνῆσθαι.
17
19. Χείρων· ὁ Κένταυρος. ὡς γὰρ ἔτεκε Θέτις τὸν Ἀχιλλέα, ἀθάνατον βουλομένη ποιεῖν αὐτόν, λάθρα τοῦ Πηλέως κατετίθει νυκτὸς τὸ βρέφος ἐν τῷ πυρί, ὥστε διαφθείρειν τὸ θνητὸν αὐτοῦ, μεθ᾽ ἡμέραν δ᾽ ἔχριεν ἀμβροσίᾳ. ἀλλ᾽ ὁ Πηλεὺς ἐπιτηρήσας, καὶ ἰδὼν τὸ βρέφος ἐπὶ τοῦ πυρὸς ἀσπαίροντα, ἐβόησεν· ἡ δὲ Θέτις, κωλυθεῖσα μὴ ποιεῖν ἃ ἐβούλετο, ᾤχετο ἀπολιποῦσα τὸ βρέφος. μετὰ ταῦτα κομίζει τὸν παῖδα ὡς Χείρωνα ὁ Πηλεύς· ὁ δὲ λαβὼν αὐτόν, ἔτρεφε σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ μυελῷ ἄρκτων.
Φοῖνιξ ὁ Ἀμύντορος ἐδίδασκε τὸν Ἀχιλλέα νέον ὄντα.
20. ἀκροῶμαι· ἀκούω χρώμενος τῇ ἀκοῇ.
ἐπάρουρος κτλ. ταῦτα ἐκ τῶν Ὁμηρικῶν. ἔφη δ᾽ ὁ Ἀχιλλεὺς αἱρεῖσθαι μᾶλλον ἐργάζεσθαι παρὰ πένητι ἀνδρὶ ἐπὶ τῆς ἀρούρας, ἢ βασιλεύειν τῶν νεκρῶν.
ἄρουρα· ἀγρός.
21. θητεύει· θὴς μισθωτὸς ἐργαζόμενος.
ἄκληρος· ὁ μὴ ἔχων κλῆρον πολύν· ὁ μὴ πλούσιος ὤν.
βίοτος· βίος· οὐσία.
22. ἀνάσσειν· βασιλεύειν· ἄναξ γὰρ βασιλεύς.
23. Φρύξ· ἀνὴρ Φρύγιος· ἦσαν δὲ δοῦλοι οἱ πλεῖστοι.
πέρα· πλέον.
24. φιλόζῳος· φιλῶν τὸ ζῆν.
Page 83. 3. ἐξόν· καίπερ ἐξόν· ἐξῆν μέν, ἀλλ᾽ ὅμως οὐκ ἐβούλου.
ἀκλεῶς· ἀδόξως.
Φθιῶτις γῆ· ἐν Θετταλίᾳ αὕτη.
πολυχρόνιος· πολὺν χρόνον.
5. ἄπειρος· οὐκ ἔμπειρος· ἀγνοῶν.
7. προτιμῶ· μᾶλλον τιμῶ.
8. ἀνωφελής· ἄνευ ὀφέλους· ἀνωφελὲς δ᾽ ὅ τι ἂν μηδὲν ὠφελῇ.
ὅτι μάλιστα· ὡς μάλιστα δύνανται.
9. ὁμοτιμίᾱ· ἴση τιμή, τὰ ἴσα καὶ δίκαια.
14. ἰσηγορίᾱ· ἴση παρρησία· τὸ γὰρ ἀγορεύειν ταὐτὸ σχεδὸν ὅπερ τὸ λέγειν. ἠμὲν … ἠδέ. καὶ…. καί. καὶ ταῦτα Ὁμηρικά.
18. ἔδοξε τῇ φύσει· ἡ φύσις οὕτω διενοεῖτο. μετηνέχθη δὲ τὸ ῥῆμα· καὶ γὰρ λέγουσιν ὧδε· “ἔδοξε τῷ δήμῳ”, ὅταν ψηφίσωνται γενέσθαι τι· καὶ τοῦτο δόγμα.
πάντως· βεβαίως.
20. διατάττω· κελεύω.
22. ἡ παραμυθίᾱ· τὸ παραμύθιον· τὸ παραμυθεῖσθαι.
κοινωνίᾱ ἐστίν, ὅπου ἂν πολλοὶ μετέχωσι τῶν αὐτῶν· κοινωνοὶ δ᾽ οὗτοι, καὶ κοινωνοῦσιν· τὰ δὲ πράγματα κοινά. ‒ παροιμία δ᾽ ἐστί τις· κοινὰ τὰ τῶν φίλων.
24. Μελέαγρος· παῖς ἦν Οἰνέως τε καὶ Ἀλθαίας· ὄντος δ᾽ αὐτοῦ ἡμερῶν ἑπτά, παρελθεῖν τὰς Μοίρας φασίν, καὶ εἰπεῖν, ὡς τότε τελευτήσοι ὁ Μελέαγρος, ὅταν ὁ δαλὸς ὁ καιόμενος ἐπὶ τῆς ἐσχάρας κατακαῇ. τοῦτο δ᾽ ἀκούσασαν τὸν δαλὸν ἀνελέσθαι τὴν Ἀλθαίαν, καὶ καταθέσθαι εἰς λάρνακα. ὕστερον δ᾽ ἀνὴρ γενόμενος ἀπέθανε τρόπῳ τοιῷδε. ἡ μὲν Ἄρτεμις ἐφῆκε κάπρον μέγιστον, ὃς διέφθειρε τήν τε γῆν καὶ τὰ βοσκήματα· ἐπὶ τοῦτον δὲ συνεκάλεσεν ὁ Οἰνεὺς τοὺς ἀρίστους ἐκ τῆς Ἑλλάδος πάντας· καὶ ὁ Μελέαγρος ἀποκτανὼν τὸ θηρίον καὶ λαβὼν τὸ δέρας ἀριστεῖον, ἔδωκε τῇ Ἀταλάντῃ. οἱ δ᾽ ἀδελφοὶ τῆς Ἀλθείας ὀργισθέντες ἀφείλοντο τὸ δέρας αὐτῇ· ὁ δ᾽ ἀπέκτεινε καὶ αὐτούς. διὰ ταῦτα λυπηθεῖσα ἡ Ἀλθαία ἧψε τὸν δαλόν, καὶ ἀπέθανεν ὁ Μελέαγρος.
θαυμαστός· θαυμάσιος, ἄξιος θαυμάζειν.
Page 84. 5. ἀνέχεσθαι· τλῆναι, τολμᾶν, καρτερεῖν.
δέδοκται· βεβούλευται.
γέλωτα ὀφλών τις γελοῖος ἂν εἴη.
18
9. ῥόπαλον· τὸ μέγα ξύλον οὑφόρει. τοῦτο δὲ ἔτεμεν ἐν Νεμέᾳ, οὗπερ καὶ ἀποκτανὼν τὸν λέοντα, τῇ δορᾷ τῇ λεοντῇ ἐχρῆτο ἀντὶ χλαίνης.
τόξα δ᾽ ἐφόρει λαβὼν παρ᾽ Ἀπόλλωνος.
11. καλλίνῑκος· νικῶν, νικηφόρος.
12. θύω (ῡ)· θυσίαν ποιοῦμαι σφάξας ἱερά.
15. Ἥβη ἐγήματο τῷ Ἡρακλεῖ· καλεῖ δ᾽ αὑτὴν ὁ Ὅμηρος καλλίσφυρον, διὰ τὸ σφυρὰ καλὰ ἔχειν· τὸ δὲ σφυρὸν ἄρθρον ἐστὶν ἐν μέσῳ τοῦ τε ποδὸς καὶ τῆς κνήμης.
16. εἴδωλον· εἰκών· φάσμα.
17. ἐξ ἡμισείας μοίρας.
21. ἄντανδρος· ἀντὶ ἀνδρὸς ἄλλο τι.
Page 85. 3. ἐῴκη· ὅμοιος ἦν.
10. γυμνός· ἔξω τῆς φαρέτρας.
πρόχειρος· ἕτοιμος ἐν χειρί.
14. διαιρεθέντες· χωρὶς γενόμενοι.
17. ἐρεσχηλῶ· σκώπτω, φλυαρῶ.
18. Ἀμφιτρύων γὰρ ἀνὴρ ἦν τῆς Ἀλκμήνης, Ζεὺς δὲ πατὴρ τοῦ Ἡρακλέους· ὥστ᾽ ἐλέγετο εἶναι παῖς καὶ Διὸς καὶ Ἀμφιτρύωνος.
24. δίδυμοι· δύο παῖδες ἅμα τικτόμενοι.
ὁμομήτριος· τὴν αὐτὴν ἔχων μητέρα.
27. ἱπποκένταυρος· ἥμισυς μὲν ἵππος, ἥμισυς δ᾽ ἀνήρ.
Page 86. 4. Ἀμφιτρυωνιάδης· υἱὸς Ἀμφιτρύωνος.
5. ἀσώματος· σῶμα οὐκ ἔχων.
6. κινδυνεύεις ποιῆσαι· τυγχάνεις ποιήσας.
13. σοφιστής· πλήρης σοφισμάτων, τέχνης μεστός· λεπτολόγος.
τυγχάνεις ὤν· κυρεῖς ὤν· εἶ κατὰ τύχην τινά.
15. Σινωπεύς· ἐκ Σινώπης. ἡ δὲ πόλις ἐστὶν τῆς Παφλαγονίας ἐπὶ τοῦ Εὐξείνου.
16. μετ᾽ ἀθανάτοισι θεοῖσιν· μετὰ τῶν θεῶν.
21. ἡμέτερε Ζεῦ· ὁ γὰρ Πλούτων, ἀδελφὸς ὢν Διός, ἀντὶ τοῦ Διὸς ἦν ἐν Ἅιδου.
19
22. Δήμητρος θυγάτηρ· Περσεφόνη ἢ Φερσεφόνη ἢ Φερσέφαττα.
ὑπεριδεῖν· καταφρονῆσαι, ἀμελῆσαι.
26. Φυλάκιος· ἐν τῇ Φυλάκῃ γενόμενος.
Page 87. 2. ἀφεθείς· ἀφίημι τὸ ῥῆμα. ἀποπεμφθείς. ἔατέ μ᾽ ἀπιέναι, φησίν.
5. πλήν· ἀλλὰ μόνον τοῦτο.
7. νεόγαμος· νεωστὶ γημαμένη.
θάλαμος· οἰκίσκος, δωμάτιον.
8. ἐν τῇ ἀποβάσει· ἐν τῷ ἀποβαίνειν· ἐν ᾧ ἀπέβαινον.
10. οὐ μετρίως· καθ᾽ ὑπερβολήν· πολύ.
15. ὑπέρογκος· μέγιστος δή. ὁ γὰρ ὄγκος παχύ τι χρῆμα.
18. διατριβή· χρόνος ἐγγιγνόμενος.
26. ἀναμιμνῄσκω· μνημονεύω.
27. Εὐρυδίκη, γυνὴ Ὀρφέως, ἀπέθανεν· ὁ δὲ κατῆλθεν ἐς Ἅιδου ἀνακομιούμενος αὐτήν· καὶ δεινὸς ὢν ᾄδειν, ἔπεισε τὸν Πλούτωνα ἀναπέμψαι. ὁ δ᾽ ὑπέσχετο τοῦτο ποιήσειν, ἐφ᾽ ᾧτε πορευόμενον τὸν Ὀρφέα μὴ ἐπιστραφῆναι πρὶν εἰς τὴν οἰκίαν παραγένοιτο. ὁ δὲ ποθῶν ἐπεστράφη θεασόμενος τὴν γυναῖκα· εὐθὺς οὖν πάλιν ὑπέστρεψεν ἡ Εὐρυδίκη.
28. Ἄλκηστις, γυνὴ Ἀδμήτου, ἀντὶ τοῦ ἀνδρὸς ἀπέθανεν· ὁ δ᾽ Ἡρακλῆς καταπαλαίσας τὸν Θάνατον, ἔσωσεν αὐτήν.
29. χαρίζομαι· χάριν δίδωμι· ποιῶ καθ᾽ ἡδονὴν τινί.
Page 88. ἄρεσις good pleasure fem nom/voc pl (attic epic) ἄρεσις good pleasure fem nom/acc pl (attic) ἀρέσκω make good aor subj act 2nd sg (epic) ἀρέσκω make good fut ind act 2nd sg 3. προσίεμαι· φιλῶ. πῶς, φησίν, ἀρέσεις αὐτῇ;
6. ἴᾱσαι· οἱ ἰατροὶ ἰῶνται τοὺς νοσοῦντας.
8. ῥάβδος· βακτηρία, κηρύκειον.
20 17. ἡμιτελής· οὐ τετελεσμένος πᾶς, ἀλλὰ ἥμισυς μόνον.
18. χήρᾱ· γυνὴ ἀνδρὸς τεθνηκότος.
20. αἰτιῶ· κατηγόρει.
Μενέλᾱος βασιλεὺς τῆς Σπάρτης· ἡ δ᾽ Ἑλένη γυνὴ αὐτοῦ.
24. ξένος· ὃς ἐδεξάμην τὸν Πάριν εἰς τὴν οἰκίαν, καὶ ἐξένισα.
παρά· ἐναντίον.
Page 89. 1. Δύσπαρι· κάκιστε Πάρι.
4. ὁμότεχνος· τεχνίτης τῆς αὐτῆς τέχνης.
5. ἀκούσιος· οὐχ ἑκούσιος, οὐχ ἑκών. πάθος γὰρ ὁ ἔρως.
7. ἀντιτάττεσθαι· ἀντιμάχεσθαι ὥσπερ ταξάμενον στρατιάν.
15. ἀπονενοημένως· ὡς ἄνους τις καὶ ἔξω ἑαυτοῦ. μανικῶς.
20. ἐπικλώθω· κλώθουσι μὲν αἱ γυναῖκες τὸ λίνον· κλώθει δὲ καὶ ἡ Μοῖρα ἡ Κλωθὼ τοὺς βίους τῶν ἀνθρώπων· δευτέρα δὲ Μοῖρα ἡ Λάχεσις, ἥτις διανέμει πᾶσι τὰ λάχη· τρίτη δ᾽ ἡ Ἅτροπος, ἣν οὐκ ἔστιν ὅπως τρέψεις ἐὰν ἐπικλωσθῇ τι. ‒ ἐπικεκλῶσθαι· πεπρωμένον εἶναι.
22. Μαύσωλος, βασιλεὺς Ἁλικαρνασσοῦ, τάφον ᾠκοδόμησε μέγιστόν τε καὶ κάλλιστον, τὸ Μαυσωλεῖον.
23. Κάρ (ᾱ)· ἐπεὶ ἡ πόλις ἐν τῇ Καρίᾳ ἦν.
Page 90. 1. ὑπάγομαι· ὑποχειρίους ποιῶ.
Μίλητος· πόλις τῆς Ἰωνίας, οὐ πολὺ ἀπέχουσα τῆς Σάμου.
3. καρτερός· ἰσχυρός.
4. μνῆμα· τάφος, μνημεῖον τῶν ἀποθανόντων.
παμμεγέθης· μέγιστος.
5. ἐπικείμενον· καὶ γὰρ ὑπόκειται ὁ νεκρός.
ἡλίκος· ὅσος.
6. ἐξησκημένος· κεκοσμημένος, τετελεσμένος.
8. νεώς· ναός· ἱερόν.
15. εὐμορφίᾱ· κάλλος.
18. ἀποσεσιμώμεθα· σιμοὶ γεγενήμεθα.
19. πολυτελής· ἄξιος πολλοῦ.
20. ἐπιδείκνυμαι· ἐπίδειξιν ποιοῦμαι, ὥστε θαυμάζειν πάντας.
21. φιλοτῑμεῖσθαι· μέγα φρονεῖν ὡς ὑπερβαλλόμενον τοὺς ἄλλους.
24. ἀχθοφορῶ· ἄχθος φέρω· βαρύνομαι.
Page 91. 2. Ἀρτεμισίᾱ καὶ γυνὴ ἦν καὶ ἀδελφή, κατ᾽ ἔθος τι βάρβαρον.
6. ἀνδραποδώδης· δούλειος. οὐ δήπου λέλησαι τί ποτε ποιεῖ ὁ ἀνδραποδιστής.
22
10. δικάζω· κρίνω.
11. εὔμορφος· καλός· ὁ καλὴν ἔχων μορφήν.
13. τίνες· εἰπέ μοι, ὦ μαθητά· πῶς οὐκ οἶδεν οἵτινές εἰσιν;
16. ὁ μὲν Νιρεὺς κάλλιστος, ὁ δὲ Θερσίτης (ῑ) αἴσχιστος, τῶν ἐπ᾽ Ἴλιον πλεόντων.
21. ὁ φοξὸς κεφαλὴν ἔχει ὀξεῖαν τὸ ἄνω, ὥσπερ θόλος τις· τοιαύτην δ᾽ εἶχε καὶ ὁ Περικλῆς· ὁ Κρατῖνος γὰρ ὁ κωμῳδοποιὸς ὧδε λέγει·
ὁ σχινοκέφαλος Ζεὺς ὁδὶ προσέρχεται Περικλέης, τᾠδεῖον ἐπὶ τοῦ κρανίου ἔχων·
ἦν γὰρ τὸ ᾠδεῖον οἰκοδόμημα Ἀθήνησιν, ὃ τὸν ὄροφον εἶχε μίμημα σκηνῆς.
ψεδνός· σπανίας ἔχων τὰς τρίχας· μόνον οὐχὶ φαλακρός. ὀλίγου δεῖ φαλακρὸς εἶναι ὁ τοιοῦτος.
24. ἀγλαΐᾱ· κάλλος, φαιδρότης· ἐνταῦθα δ᾽ ὡς νύμφη προσαγορεύεται.
χάροψ· ἀντὶ τοῦ χαροπός· σημαίνει δὲ τὸν φαιδροὺς τοὺς ὀφθαλμοὺς ἔχοντα· ἐνταῦθα προσαγορεύεται ὡς πατὴρ ὢν τοῦ Νιρέως καλοῦ γενομένου ποτέ.
Page 92. 2. εὔθρυπτος· ῥᾴδιος θραύειν, μαλακός.
ἀλαπαδνός· ἀσθενής.
4. ἐροῦ· ἐρώτα.
23
14. Χείρων· κένταυρος· οἱ δὲ τοιοῦτοι θεῖοί τινες ἦσαν.
20. ἀσύνετος· ἄνευ συνέσεως· ἀμαθής.
22. ὁρᾶν τὸ φῶς· ζῆν.
24. ἐγώ, κτλ. ἄπεστι τὸ ῥῆμα.
26. ὧραι· τὰ μέρη τοῦ ἐνιαυτοῦ· ἔαρ, θέρος, μετόπωρον, χειμών.
Page 93. 1. θάτερον· τὸ ἕτερον.
ἐνεπλήσθην· μεστὸς ἐγενόμην.
2. τῷ μὴ μετασχεῖν· τερπνὸν εἶναί φησιν, ἐὰν μὴ ἀεὶ ἔχωμεν· πόθος γὰρ τερπνός.
3. τερπνός· τέρψιν ἔχων, ἡδύς.
6. ἀηδής· ὁ μὴ ἡδύς.
7. δημοτικός· προσήκων τῷ δήμῳ· δημοκρατικός.
διάφορος· διαφέρων.
9. ἀνεπιδεής· ἀνενδεής· οὐκ ἐνδεής, οὐκ ἄνευ τούτων.
11. περιπίπτειν ἑαυτῷ· αὐτὸν ἑαυτὸν σφάλλειν· ἁλῶναι ταῖς ἑαυτοῦ τέχναις.
12. μὴ περιπέσῃ κτλ. μὴ ὁ λόγος γένηται ὅμοιος ἐνταῦθα τοῖς ἐκεῖ· μὴ ὅμοια πάντα γένηται, ἀλλ᾽ οὐκ ἀλλοῖα.
15. κόρος· τὸ λίαν· τὸ ὑπὲρ μέτρον.
16. μεταβολή· τὸ μεταβάλλειν· ἀλλοίωσις.
24
25. σχολὴν ἄγω· ἔργον οὐκ ἔχω.
26. κάθοδος· ἡ κάτω ὁδὸς ἀπὸ τῆς γῆς.
περιπατῶ· ὁδοιπορῶ, πορεύομαι, κομίζομαι.
Page 94. 4. θέᾱμα· ὄψις.
7. ὕπτιος· τοὐναντίον τοῦ πρηνής· ἐπὶ νώτου κείμενος, ἀνατετραμμένος, ἑλκόμενος ἐπὶ νῶτον.
ἀντερείδω· τοὐναντίον τοῦ ὑπείκειν· οὐκ ἐθέλω προβαίνειν καὶ μάχομαι.
11. παγγέλοιος· πάνυ γελοῖος.
16. ἐπεφόνευτο· ἀπέθανεν.
17. Ἐλευσίς (ῑ)· πόλις ἀπέχουσα Ἀθήνηθεν σταδίους μάλιστα ἑκατὸν εἴκοσιν. ἐκεῖ δ᾽ ἦν τὰ μυστήρια τοῖν θεοῖν.
19. τῆς τόλμης· ὡς τολμηρῷ ὄντι· διὰ τὴν τόλμαν.
20. Ἐλευθεραί· φρούριον ἐν ὅροις τῆς τ᾽ Ἀττικῆς καὶ τῆς Βοιωτίας.
21. ἔρημος· μὴ ὄντων ἀνθρώπων ἐρημία ἐστίν.
22. φιάλη· ἄγγος πλατύ.
κυμβίον· ποτήριον.
24. σεμνός· σεβαστός.
25. ἀγανακτῶ· χαλεπῶς φέρω.
πεζός· χρώμενος τοῖς ποσίν.
29. Ἀράξης· ποταμὸς τῆς Ἀσίας.
συμπλοκή· μάχη· τὸ δὲ ῥῆμα, συμπλέκειν.
Page 95. 2. ὑποστάς· ἐναντίον στὰς ὥστ᾽ ἐμποδὼν εἶναι.
ὑποδύς (ῡ)· ὑφέρπων.
ἀποσείομαι· ἀπωθῶ, ἀποκρούω.
3. κοντός· στύραξ, δόρυ, ξύλον.
σάρισα (ᾱ)· δόρυ μέγα.
9. ἀποκρούω· ἀπωθῶ.
10. ἀκωκή· τὸ ἄκρον τοῦ δόρατος, τὸ ὀξύ.
ὀκλάζω· κάμπτω ἐμαυτόν.
11. ἐπέλασις· τὸ ἐπελαύνειν· ἐπήλαυνε γὰρ ὁ ἱππεὺς ἐπ᾿ αὐτόν.
12. σφοδρότης· ὀργή, θυμός.
14. βουβών· groin.
διαμπάξ· διά.
17. ἁπαλός· μαλθακός.
18. οὐχ ὅπως· οὐ λέγω ὅπως· ἐὰν γὰρ μὴ δύνηται ἑστάναι, οὐδὲ βαδίζειν δυνήσεται.
22. οὐδεμιᾷ μηχανῇ· οὐδαμῶς.
23. ἀράμενος· τὸ αἴρειν τοὐναντίον τῷ καταβάλλειν.
25. ἀναμείγνυμι· συζεύγνυμι.
27. χώρᾱ· ἐν ᾗ καθεδεῖται. τόπος.
ἐπιτηδείως· προσηκόντως· ὡς χρὴ καὶ πρέπει.
29. ναυτιᾷ τις ἐν πλῷ, ἐὰν ἡ θάλαττα κινουμένη ναυτίαν ἐμποιῇ· κινουμένης γὰρ τῆς θαλάττης, κινεῖται καὶ ὁ χόλος ἐν τῇ γαστρί· οὕτω δὴ ναυτιῶσιν οἱ ἀήθως ἔχοντες.
τέρπομαι· τέρψιν ἔχω.
Page 96. 3. δανειστικός· δανειστής· ὁ ἀργύριον δανείζων μὲν τοῖς δανειζομένοις, λαβὼν δὲ τὸ ἀρχαῖον μετὰ τόκου.
Ἀκαρνάν (ᾱ)· μέρος τῆς Ἑλλάδος ἡ Ἀκαρνανία.
ξενᾱγός· στρατηγὸς τῶν ξένων καὶ μισθοφόρων.
7. ἀπεσκληκέναι καὶ ἀποσκλῆναι· τὸ ξηρὸν γενέσθαι ἀντὶ ὑγροῦ.
8. ὠχρὸς εἰς ὑπερβολήν· λευκὸς τὸν χρῶτα ὑπὲρ μέτρον.
λεπτός· ὁ μὴ παχύς.
10. αἰτιωμένῳ· ἐγκαλοῦντι τῷ υἱῷ, κατηγοροῦντι αὐτοῦ.
12. ἐνενηκοντούτης· ἐνενήκοντα ἔτη γεγονώς.
15. ἔτρεσας· τρέω τὸ ῥῆμα· τρέμω, φοβοῦμαι.
16. φιλοκινδύνως· ἀνδρείως.
17. τῆς τυχούσης· ἥτις ἐστίν· ἡτισδήποτε, ἡτισοῦν.
ἐπίπλαστος· ψευδής.
19. κατηγόρει φθάσας· ἔφθη κατηγορῶν.
20. χρήματα· πλοῦτος, κλῆρος.
προσήκοντες· πρόσθες τὸ γένει· οὐ γὰρ ἦσαν συγγενεῖς.
21. μάταιος· κενός, μῶρος. μωρίαν δ᾽ ὀφλισκάνει ὁ μάταιος.
22. τερπωλή· τέρψις, ἡδονή.
25. ποικίλος· παντοῖος.
27. νήπιος· βρέφος· παιδίον μικρότατον.
28. φίλτρον· φάρμακον.
Page 97. 1. τηλικοῦτος· τοσαῦτ᾽ ἔτη γεγονώς.
2. καὶ ταῦτα· πρόσθες τὸ ποιεῖς.
9. ἄπορος· ἀμήχανος· πένης.
κάλαμος καὶ ὁρμιά (ᾱ)· ὁ ἁλιεὺς ἔχει κάλαμον μακρόν, ἐξ οὗ ἐξάπτει σχοινίον, τὸ καὶ ὁρμιὰν καλούμενον· ἐκ δ᾽ ἄκρου τοῦ σχοινίου ἄγκιστρον, ἐφ᾽ οὗ τὸ δέλεαρ. ἔπειτα καθιεὶς τὸ δέλεαρ εἰς τὸ ὕδωρ, παραμένει· ὁ δ᾽ ἰχθὺς καταπιὼν τό τε δέλεαρ καὶ τὸ ἄγκιστρον, ἑάλω ἤδη.
10. πτωχὸς πτωχεύει, αἰτῶν τὰ ἐπιτήδεια. οὗτος δ᾽ οὐ τῷ ὄντι πτωχός· τέχνην γὰρ εἶχε τὴν ἁλιευτικήν.
11. ἀμυδρός· οὐ φανερος· μόλις φαινόμενος. ὁ δ᾽ ἁλιεὺς οὗτος ἀμβλυώττει.
14. φευκτέος· ὃν δεῖ φεύγειν.
15. παραπαίω· παρανοῶ, παραφρονῶ· παράνοιαν ὀφλισκάνω.
μειρακιεύομαι· παίζω ὡς μειράκιον ὄν.
16. τὸ χρεών· ἀνάγκη.
πορθμέως· Χάρωνος. ὁ δὲ Χάρων πηλίκος ἂν ὢν τύχοι;
19. τὸ γῆρας· ἡλικία γερόντων.
20. ἀπόδρασις· τὸ ἀποδιδράσκειν καὶ αὐτομολεῖν.
21. διάγω· προσθετέον τὸ χρόνον.
25
24. ἐμέλλησας· προσθετέον τὸ φονεύειν. ὁ γὰρ Αἴας, οὐκ ἀξιωθεὶς τῶν τοῦ Ἀχιλλέως ὅπλων, μανεὶς ἔσφαξε τὰ μῆλα, δοκῶν εἶναι τοὺς ἀρίστους τῶν Ἑλλήνων· εἶτα ἐν ἑαυτοῦ γενόμενος, ἀπέκτεινεν ἑαυτόν.
27. μαντευσόμενος· ὥς φησιν Ὅμηρος ἐν τῷ ἐνάτῳ τῆς Ὀδυσσείας. κατέβη γὰρ ὁ Ὀδυσσεὺς εἰς Ἅιδου πευσόμενος τὰ μέλλοντα.
Page 98. 1. ὑπεροπτικῶς· μεθ᾽ ὑπεροψίας· ὡς καταφρονῶν.
μεγάλα βαίνων· ὅτι μεγάλα ἦν τὰ βήματα τῶν ποδῶν.
4. προκριθείς· κριθεὶς ἀμείνων· ἀντηγωνίζετο γὰρ ὁ Ὀδυσσεύς, καὶ ἠξιώθη τῶν ὅπλων.
6. ἀνανταγώνιστος· ἄνευ ἀνταγωγνιστῶν.
7. ἀκονῑτί· ἄνευ κόνεως, ἄνευ μάχης.
9. πανοπλίᾱ· ἅπαντα τὰ ὅπλα.
ἀνεψιοὶ παῖδες ἀδελφῶν.
10. ἀπείπετε κτλ. οὐκ ἔφατε ἀγωνιεῖσθαι.
παραχωρῶ· ὑπείκω.
11. Λᾱέρτης πατὴρ Ὀδυσσέως.
12. κινδυνεύων· ἐν κινδύνῳ ὤν.
13. ἐπιτήδειος· προσήκων. πρέπειν ἐδόκει.
15. δέον· καίπερ δέοντος. ἔδει μέν, ἀλλ᾽ ὅμως.
19. ὠρέχθη· ὀρέγομαι, ποθῶ, ἐπιθυμῶ.
23. καταδικάζω· καταγιγνώσκω.
26
Page 99. 3. ἐμβεβλήσθω· ἐμβαλλέσθω καὶ κείσθω.
ἱερόσῡλος· ὁ συλῶν τὰ ἱερά· κλέπτης τῶν ἱερῶν ἀναθημάτων.
4. Χίμαιρα· τέρας τι, περὶ οὗ ὁ Ὅμηρος· πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα· τῷ δ᾽ ὄντι χίμαρος μὲν ἄρρην, χίμαιρα δὲ θήλεια τούτων τῶν ζῴων ἃ καλεῖται καὶ αἶγες.
5. Τιτυὸς ὁ Διὸς ὑπέρμεγας ἦν καὶ ὑβριστής· ἐν δ᾽ Ἅιδου δίκην ἐδίδου ἐσθιόμενος τὸ ἧπαρ ὑπὸ γυπῶν.
παραταθείς· παρακεῖσθαι τὸ παρατετάσθαι· τείνω δὲ τὸ ῥῆμα.
γὺψ ὄρνις, αἰετῷ μὲν ὅμοιος, τρέφεται δὲ νεκροῖς.
6. κείρω· τέμνω.
7. Ἠλύσιον πεδίον· ἐνταῦθα διῆγον οἱ μάκαρες, καὶ δὴ καὶ ἐν ταῖς μακάρων νήσοις.
11. ἐξελέγχω· δηλῶ.
ἐλήλεγμαι· δεδήλωμαι.
12. ἀπεκτονώς· ἀποπεφονευκώς.
14. κολασθήσομαι· τοὺς μὲν ἀδικοῦντας κολάζομεν, καὶ αὕτη κόλασις ἢ ποινή· οἱ δὲ κολάζονται, δίκην διδόντες.
15. τὴν ἀξίᾱν· προσθετέον τὸ δίκην.
16. βραχύς· οὐ μακρός· μικρός.
21. ἐπεκέκλωστο· οἶσθά που τὰ περὶ τῆς Κλωθοῦς, καὶ γὰρ διεξῄει ὁ συγγραφεὺς ὀλίγῳ πρότερον.
24. ὑπηρετοῦντες· ὑπηρέται ὄντες· ὥσπερ δουλεύοντες· ποιοῦντες γοῦν ἅπερ ἐκείνη ἐκέλευσεν.
25. ἐδρῶμεν· ἐποιοῦμεν.
Page 100. 2. τὰ πρακτέα· ἅττα δεῖ πράττειν.
4. ἀντιλέγω· ἐναντιοῦμαι, ἀπαγορεύω.
βιάζομαι· βίᾳ χρῶμαι.
5. δήμιος· δοῦλος τοῦ δήμου, ὃς ἀποκτείνει τοὺς κακούργους κοινῆ κελευσθείς.
πεισθείς· ποιῶν κελευσθείς.
11. παραδεῖγμα· τεκμήριον.
13. ἱστέον· δεῖ εἰδέναι.
ἀναγραπτέον· τίνος ὄνομα γράφειν δεῖ;
14. διάκονος· ὑπηρέτης· ὁ διακονῶν.
15. κομίζω· φέρω.
18. ἀλλότριος· οὐκ οἰκεῖος· ὁ τῶν ἄλλων.
23. ἐξετάζω· ζητῶ· βασανίζω.
τέλος ἤδη τῶν μαθημάτων· σὺ δ᾽ εἰπέ μοι, ὦ μαθητά· ἆρ᾿ οὐ κατέμαθες τῆς Ἑλληνικῆς γλώττης οὐκ ὀλίγα; οἶμαι μέν. χαῖρε.