← Table of contents
Lucian's Dialogues prepared for schools

Front matter (continued 2)

Reading edition

ΜΙΝ. Ὁ μὲν εἴρηκεν οὐκ ἀγεννῆ τὸν λόγον, οὐδὲ ὡς Λίβυν εἰκὸς ἦν, ὑπὲρ αὑτοῦ. σὺ δέ, ὦ Ἀλέξανδρε, τί πρὸς ταῦτα φής;

ΑΛΕΞ. Ἐχρῆν μέν, ὦ Μίνως, μηδὲν πρὸς ἄνδρα οὕτω θρασὺν ἀποκρίνασθαι· ἱκανὴ γὰρ ἡ φήμη διδάξαι σε, οἷος μὲν ἐγὼ βασιλεύς, οἷος δὲ οὗτος λῃστὴς ἐγένετο. ὅμως δὲ ὅρα εἰ κατ᾽ ὀλίγον αὐτοῦ διέφερον, ὃς νέος ὢν ἔτι παρελθὼν ἐπὶ τὰ πράγματα, καὶ τὴν ἀρχὴν τεταραγμένην κατέσχον, καὶ τοὺς φονέας τοῦ πατρὸς μετῆλθον, κᾆτα φοβήσας τὴν Ἑλλάδα τῇ Θηβαίων ἀπωλείᾳ, καὶ στρατηγὸς ὑπ᾽ αὐτῶν χειροτονηθείς, οὐκ ἠξίωσα ἀγαπᾶν ἄρχειν ὁπόσων ὁ πατὴρ κατέλιπεν, ἀλλὰ δεινὸν ἡγησάμενος, εἰ μὴ ἁπάντων κρατήσαιμι, ὀλίγους ἄγων ἐσέβαλον εἰς τὴν Ἀσίαν, καὶ ἐπί τε Γρανικῷ ἐκράτησα μεγάλῃ μάχῃ, καὶ τὴν Λυδίαν λαβὼν καὶ Ἰωνίαν καὶ Φρυγίαν, καὶ ὅλως τὰ ἐν ποσὶν ἀεὶ χειρούμενος, ἦλθον ἐπὶ Ἰσσόν, ἔνθα Δαρεῖος ὑπέμεινε μυριάδας πολλὰς [Page 76] στρατοῦ ἄγων. καὶ τὸ ἀπὸ τούτου, ὦ Μίνως, ὑμεῖς ἴστε ὅσους ὑμῖν νεκροὺς ἐν μιᾷ ἡμέρᾳ κατέπεμψα· οὔ φησι γοῦν ὁ πορθμεὺς διαρκέσαι αὐτοῖς τότε τὸ σκάφος, ἀλλὰ σχεδίας πηξαμένους τοὺς πολλοὺς αὐτῶν διαπλεῦσαι. καὶ ταῦτα διέπραττον αὐτὸς προκινδυνεύων καὶ τιτρώσκεσθαι ἀξιῶν. καὶ ἵνα σοι μὴ τὰ ἐν Τύρῳ μηδὲ τὰ ἐν Ἀρβήλοις διηγήσωμαι, ἀλλὰ καὶ μέχρι Ἰνδῶν ἦλθον καὶ τὸν Ὠκεανὸν ὅρον ἐποιησάμην τῆς ἀρχῆς, καὶ τοὺς ἐλέφαντας αὐτῶν εἷλον, καὶ Πῶρον ἐχειρωσάμην, καὶ ὑπερβὰς τὸν Τάναϊν Σκύθας οὐκ εὐκαταφρονήτους ἄνδρας ἐνίκησα μεγάλῃ ἱππομαχίᾳ, καὶ τοὺς φίλους εὖ ἐποίησα καὶ τοὺς ἐχθροὺς ἠμυνάμην. εἰ δὲ καὶ θεὸς ἐδόκουν τοῖς ἀνθρώποις, συγγνωστοὶ ἐκεῖνοι πρὸς τὸ μέγεθος τῶν πραγμάτων καὶ τοιοῦτόν τι πιστεύσαντες περὶ ἐμοῦ. τὸ δ᾿ οὖν τελευταῖον, ἐγὼ μὲν βασιλεύων ἀπέθανον, οὗτος δὲ ἐν φυγῇ ὢν παρὰ Προυσίᾳ τῷ Βιθυνῷ, καθάπερ ἄξιον ἦν πανουργότατον καὶ ὠμότατον ὄντα· ὡς γὰρ δὴ ἐκράτησε τῶν Ἰταλῶν, ἐῶ λέγειν ὅτι οὐκ ἰσχύι, ἀλλὰ πονηρίᾳ καὶ ἀπιστίᾳ καὶ δόλοις, νόμιμον δὲ ἢ προφανὲς οὐδέν. ἐπεὶ δέ μοι ὠνείδισε τὴν τρυφήν, ἐκλελῆσθαί μοι δοκεῖ οἷα ἐποίει αὐτός. ἐγὼ δὲ εἰ μὴ μικρὰ τὰ ἑσπέρια δόξας ἐπὶ τὴν ἕω μᾶλλον ὥρμησα, τί ἂν μέγα ἔπραξα, Ἰταλίαν ἀναιμωτὶ λαβών, καὶ Λιβύην καὶ τὰ μέχρι Γαδείρων ὑπαγόμενος; ἀλλ᾽ οὐκ ἀξιόμαχα ἔδοξέ μοι ἐκεῖνα, τρέμοντα ἤδη καὶ δεσπότην ὁμολογοῦντα. εἴρηκα· σὺ δέ, ὦ Μίνως, δίκαζε· ἱκανὰ γὰρ ἀπὸ πολλῶν καὶ ταῦτα.

ΣΚΙΠ. Μὴ πρότερον, ἢν μὴ καὶ ἐμοῦ ἀκούσῃς.

ΜΙΝ. Τίς γὰρ εἶ, ὦ βέλτιστε; ἢ πόθεν ὢν ἐρεῖς;

[Page 77] ΣΚΙΠ. Ἰταλιώτης Σκιπίων στρατηγός, ὁ καθελὼν Καρχηδόνα καὶ κρατήσας Λιβύων μεγάλαις μάχαις.

ΜΙΝ. Τί οὖν καὶ σὺ ἐρεῖς;

ΣΚΙΠ. Ἀλεξάνδρου μὲν ἥττων εἶναι, τοῦ δὲ Ἀννίβου ἀμείνων, ὃς ἐδίωξα νικήσας αὐτὸν καὶ φυγεῖν κατηνάγκασα ἀτίμως. πῶς οὖν οὐκ ἀναίσχυντος οὗτος, ὃς πρὸς Ἀλέξανδρον ἁμιλλᾶται, ᾧ οὐδὲ Σκιπίων ἐγὼ ὁ νενικηκὼς ἐμαυτὸν παραβάλλεσθαι ἀξιῶ;

ΜΙΝ. Νὴ Δί᾽ εἰκότα φής, ὦ Σκιπίων· ὥστε πρῶτος μὲν κεκρίσθω Ἀλέξανδρος, μετ᾽ αὐτὸν δὲ σύ, εἶτα, εἰ δοκεῖ, τρίτος Ἀννίβας οὐδὲ οὗτος εὐκαταφρόνητος ὤν.

15 ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΑΛΕΞΑΝΔΡΟΥ

ΔΙΟΓ. Τί τοῦτο, ὦ Ἀλέξανδρε; καὶ σὺ τέθνηκας ὥσπερ καὶ ἡμεῖς ἅπαντες;

ΑΛΕΞ. Ὁρᾷς, ὦ Διόγενες· οὐ παράδοξον δέ, εἰ ἄνθρωπος ὢν ἀπέθανον.

ΔΙΟΓ. Οὐκοῦν ὁ Ἄμμων ἐψεύδετο λέγων ἑαυτοῦ σε εἶναι, σὺ δὲ Φιλίππου ἄρα ἦσθα;

ΑΛΕΞ. Φιλίππου δηλαδή· οὐ γὰρ ἂν ἐτεθνήκη Ἄμμωνος ὤν.

ΔΙΟΓ. Καὶ μὴν καὶ περὶ τῆς Ὀλυμπιάδος ὅμοια ἐλέγετο, δράκοντά σοι πατέρα εἶναι, τὸν δὲ Φίλιππον ἐξηπατῆσθαι οἰόμενον ἑαυτοῦ σε εἶναι.

ΑΛΕΞ. Καγὼ ταῦτα ἤκουον ὥσπερ σύ, νῦν δὲ ὁρῶ, ὅτι οὐδὲν ὑγιὲς οὔτε ἡ μήτηρ οὔτε οἱ τῶν Ἀμμωνίων προφῆται ἔλεγον. [Page 78]

ΔΙΟΓ. Ἀλλὰ τὸ ψεῦδος αὐτῶν οὐκ ἄχρηστόν σοι, ὦ Ἀλέξανδρε, πρὸς τὰ πράγματα ἐγένετο· πολλοὶ γὰρ ἐφοβοῦντο θεὸν εἶναί σε νομίζοντες. ἀτὰρ εἰπέ μοι, τίνι τὴν τοσαύτην ἀρχὴν καταλέλοιπας;

ΑΛΕΞ. Οὐκ οἶδα, ὦ Διόγενες· οὐ γὰρ ἔφθασα ἐπισκήψας τι περὶ αὐτῆς, πλὴν τοῦτο μόνον, ὅτι ἀποθνῄσκων Περδίκκᾳ τὸν δακτύλιον ἔδωκα. ἀλλὰ τί γελᾷς, ὦ Διόγενες;

ΔΙΟΓ. Τί γὰρ ἄλλο ἢ ἀνεμνήσθην οἷα ἐποίει ἡ Ἑλλάς, ἄρτι σε παρειληφότα τὴν ἀρχὴν κολακεύοντες, καὶ προστάτην αἱρούμενοι καὶ στρατηγὸν ἐπὶ τοὺς βαρβάρους, ἔνιοι δὲ καὶ τοῖς δώδεκα θεοῖς προστιθέντες, καὶ οἰκοδομοῦντές σοι νεώς, καὶ θύοντες ὡς δράκοντος υἱῷ. ἀλλ᾽ εἰπέ μοι, ποῦ σε οἱ Μακεδόνες ἔθαψαν;

ΑΛΕΞ. Ἔτι ἐν Βαβυλῶνι κεῖμαι τριακοστὴν ταύτην ἡμέραν, ὑπισχνεῖται δὲ Πτολεμαῖος ὁ ὑπασπιστής, ἤν ποτε ἀγάγῃ σχολὴν ἀπὸ τῶν θορύβων τῶν ἐν ποσίν, εἰς Αἴγυπτον ἀπαγαγὼν θάψειν ἐκεῖ, ὡς γενοίμην εἷς τῶν Αἰγυπτίων θεῶν.

ΔΙΟΓ. Ἆρ᾽ οὐχὶ γελάσομαι οὖν, ὦ Ἀλέξανδρε, ὁρῶν καὶ ἐν ᾅδου ἔτι σε μωραίνοντα καὶ ἐλπίζοντα Ἄνουβιν ἢ Ὄσιριν γενήσεσθαι; ἀλλὰ ταῦτα μέν, ὦ θειότατε, μὴ ἐλπίσῃς· οὐ γὰρ θέμις ἀνελθεῖν τινα τῶν ἅπαξ διαπλευσάντων τὴν λίμνην καὶ εἰς τὸ εἴσω τοῦ στομίου παρελθόντων· οὐ γὰρ ἀμελὴς ὁ Αἰακός, οὐδ᾽ ὁ Κέρβερος εὐκαταφρόνητος. ἐκεῖνο δέ γε ἡδέως ἂν μάθοιμι παρὰ σοῦ, πῶς φέρεις, ὁπόταν ἐννοήσῃς, ὅσην εὐδαιμονίαν ὑπὲρ γῆς ἀπολιπὼν ἀφῖξαι, σωματοφύλακας καὶ ὑπασπιστὰς καὶ σατράπας, καὶ χρυσὸν τοσοῦτον, [Page 79] καὶ ἔθνη προσκυνοῦντα, καὶ Βαβυλῶνα καὶ Βάκτρα, καὶ τὰ μεγάλα θηρία, καὶ τιμὴν καὶ δόξαν, καὶ τὸ ἐπίσημον εἶναι ἐξελαύνοντα, διαδεδεμένον ταινίᾳ λευκῇ τὴν κεφαλήν, καὶ πορφυρίδα φοροῦντα. οὐ λυπεῖ ταῦτά σε ὑπὸ τὴν μνήμην ἰόντα; τί δακρύεις, ὦ μάταιε; οὐδὲ ταῦτά σε ὁ σοφὸς Ἀριστοτέλης ἐπαίδευσε μὴ οἴεσθαι βέβαια εἶναι, τὰ παρὰ τῆς τύχης;

ΑΛΕΞ. Ὁ σοφός; ἁπάντων ἐκεῖνος κολάκων ἐπιτριπτότατος ὤν. ἐμὲ μόνον ἔασον τὰ Ἀριστοτέλους εἰδέναι, ὅσα μὲν ᾔτησε παρ᾽ ἐμοῦ, οἷα δὲ ἐπέστελλεν, ὡς δὲ κατεχρῆτό μου τῇ περὶ παιδείαν φιλοτιμίᾳ, θωπεύων καὶ ἐπαινῶν ἄλλοτε μὲν πρὸς τὸ κάλλος, ὡς καὶ τοῦτο μέρος ὂν τἀγαθοῦ, ἄλλοτε δὲ εἰς τὰς πράξεις καὶ τὸν πλοῦτον. καὶ γὰρ αὖ καὶ τοῦτο ἀγαθὸν ἡγεῖτο εἶναι, ὡς μὴ αἰσχύνοιτο καὶ αὐτὸς λαμβάνων· γόης, ὦ Διόγενες, ἅνθρωπος [typo: should be ἄνθ..], καὶ τεχνίτης. ἀλλὰ τοῦτό γε ἀπολέλαυκα αὐτοῦ τῆς σοφίας, τὸ λυπεῖσθαι ὡς ἐπὶ μεγίστοις ἀγαθοῖς ἐκείνοις, ἃ κατηριθμήσω μικρῷ γε ἔμπροσθεν.

ΔΙΟΓ. Ἀλλ᾽ οἶσθα ὃ δράσεις; ἄκος γάρ σοι τῆς λύπης ὑποθήσομαι. ἐπεὶ ἐνταῦθά γε ἐλλέβορος οὐ φύεται, πίε τὸ Λήθης ὕδωρ, καὶ αὖθις πίε καὶ πολλάκις· οὕτως γὰρ παύσῃ ἐπὶ τοῖς Ἀριστοτέλους ἀγαθοῖς ἀνιώμενος. καὶ γὰρ Κλεῖτον ἐκεῖνον ὁρῶ καὶ Καλλισθένην καὶ ἄλλους πολλοὺς ἐπί σε ὁρμῶντας, ὡς διασπάσωνται καὶ ἀμύνωνταί σε ὧν ἔδρασας αὐτούς. ὥστε τὴν ἑτέραν σὺ ταύτην βάδιζε καὶ πῖνε πολλάκις, ὡς ἔφην. [Page 80]

16 ΦΙΛΙΠΠΟΥ ΚΑΙ ΑΛΕΞΑΝΔΡΟΥ

ΦΙΛ. Νῦν μέν, ὦ Ἀλέξανδρε, οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐκ ἐμὸς υἱὸς εἶναι· οὐ γὰρ ἂν ἐτεθνήκεις Ἄμμωνός γε ὤν.

ΑΛΕΞ. Οὐδ᾽ αὐτὸς ἠγνόουν, ὦ πάτερ, ὡς Φιλίππου τοῦ Ἀμύντου υἱός εἰμι, ἀλλ᾽ ἐδεξάμην τὸ μάντευμα ὡς χρήσιμον εἰς τὰ πράγματα οἰόμενος εἶναι.

ΦΙΛ. Τί λέγεις; χρήσιμον ἐδόκει σοι τὸ παρέχειν σεαυτὸν ἐξαπατηθησόμενον ὑπὸ τῶν προφητῶν;

ΑΛΕΞ. Οὐ τοῦτο, ἀλλ᾽ οἱ βάρβαροι κατεπλάγησάν με καὶ οὐδεὶς ἔτι ἀνθίστατο, οἰόμενοι θεῷ μάχεσθαι, ὥστε ῥᾷον ἐκράτουν αὐτῶν.

ΦΙΛ. Τίνων δὲ ἐκράτησας σύ γε ἀξιομάχων ἀνδρῶν, ὃς δειλοῖς ἀεὶ ξυνηνέχθης, τοξάρια καὶ πελτάρια καὶ γέρρα οἰσύϊνα προβεβλημένοις; Ἑλλήνων κρατεῖν ἔργον ἦν, Βοιωτῶν καὶ Φωκέων καὶ Ἀθηναίων, καὶ τὸ Ἀρκάδων ὁπλιτικὸν καὶ τὴν Θετταλὴν ἵππον καὶ τοὺς Ἠλείων ἀκοντιστὰς καὶ τὸ Μαντινέων πελταστικὸν ἢ Θρᾷκας ἢ Ἰλλυριοὺς ἢ καὶ Παίονας χειρώσασθαι, ταῦτα μεγάλα· Μήδων δὲ καὶ Περσῶν καὶ Χαλδαίων, χρυσοφόρων ἀνθρώπων καὶ ἁβρῶν, οὐκ οἶσθα ὡς πρὸ σοῦ μύριοι μετὰ Κλεάρχου ἀνελθόντες ἐκράτησαν, οὐδ᾽ εἰς χεῖρας ὑπομεινάντων ἐλθεῖν ἐκείνων, ἀλλὰ πρὶν ἢ τὸ τόξευμα ἐξικνεῖσθαι φυγόντων;

ΑΛΕΞ. Ἀλλ᾽ οἱ Σκύθαι γε, ὦ πάτερ, καὶ οἱ Ἰνδῶν ἐλέφαντες οὐκ εὐκαταφρόνητόν τι ἔργον, καὶ ὅμως οὐ διαστήσας αὐτοὺς οὐδὲ προδοσίαις ὠνούμενος τὰς νίκας [Page 81] ἐκράτουν αὐτῶν· οὐδ᾽ ἐπιώρκησα πώποτε, ἢ ὑποσχόμενος ἐψευσάμην, ἢ ἄπιστον ἔπραξά τι τοῦ νικᾶν ἕνεκα. καὶ τοὺς Ἕλληνας τοὺς μὲν ἀναιμωτὶ παρέλαβον, Θηβαίους δὲ ἴσως ἀκούεις ὅπως μετῆλθον.

ΦΙΛ. Οἶδα ταῦτα πάντα· Κλεῖτος γὰρ ἀπήγγειλέ μοι, ὃν σὺ μεταξὺ δειπνοῦντα ἐφόνευσας τὸ δορατίον διελάσας, ὅτι με πρὸς τὰς σὰς πράξεις ἐπαινέσαι ἐτόλμησε. σὺ δὲ καὶ τὴν Μακεδονικὴν χλαμύδα καταβαλών, κάνδυν, ὥς φασι, μετενέδυς, καὶ τιάραν ὀρθὴν ἐπέθου, καὶ προσκυνεῖσθαι ὑπὸ Μακεδόνων, ὑπ᾽ ἐλευθέρων ἀνδρῶν, ἠξίους, καὶ τὸ πάντων γελοιότατον, ἐμιμοῦ τὰ τῶν νενικημένων. ἐῶ γὰρ λέγειν ὅσα ἄλλα ἔπραξας, λέουσι συγκατακλείων πεπαιδευμένους ἄνδρας, καὶ γάμους τοιούτους γαμῶν· ἓν ἐπῄνεσα μόνον ἀκούσας, ὅτι τῆς τοῦ Δαρείου γυναικὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν θυγατέρων ἐπεμελήθης· βασιλικὰ γὰρ ταῦτα.

ΑΛΕΞ. Τὸ φιλοκίνδυνον δέ, ὦ πάτερ, οὐκ ἐπαινεῖς, καὶ τὸ ἐν Ὀξυδράκαις πρῶτον καταπηδᾶν ἐντὸς τοῦ τείχους, καὶ τοσαῦτα λαβεῖν τραύματα;

ΦΙΛ. Οὐκ ἐπαινῶ τοῦτο, ὦ Ἀλέξανδρε, οὐχ ὅτι οὐ καλὸν οἴομαι εἶναι καὶ τιτρώσκεσθαί ποτε τὸν βασιλέα καὶ προκινδυνεύειν τοῦ στρατοῦ, ἀλλ᾿ ὅτι σοι τὸ τοιοῦτον ἥκιστα συνέφερε· θεὸς γὰρ εἶναι δοκῶν εἴ ποτε τρωθείης, καὶ βλέποιέν σε φοράδην τοῦ πολέμου ἐκκομιζόμενον, αἵματι ῥεόμενον, οἰμῴζοντα ἐπὶ τῷ τραύματι, ταῦτα γέλως ἦν τοῖς ὁρῶσιν, ᾗ καὶ ὁ Ἄμμων γόης καὶ ψευδόμαντις ἠλέγχετο καὶ οἱ προφῆται κόλακες. ἢ τίς οὐκ ἂν ἐγέλασεν, ὁρῶν τὸν τοῦ Διὸς υἱὸν λιποψυχοῦντα, δεόμενον τῶν ἰατρῶν βοηθεῖν; νῦν μὲν γὰρ ὁπότε ἤδη [Page 82] τέθνηκας, οὐκ οἴει πολλοὺς εἶναι τοὺς τὴν προσποίησιν ἐκείνην ἐπικερτομοῦντας, ὁρῶντας τὸν νεκρὸν τοῦ θεοῦ ἐκτάδην κείμενον, μυδῶντα ἤδη καὶ ἐξῳδηκότα κατὰ νόμον σωμάτων ἁπάντων; καὶ δὴ καὶ τοῦτο, ὃ χρήσιμον ἔφης, ὦ Ἀλέξανδρε, τὸ διὰ τοῦτο κρατεῖν ῥᾳδίως, πολὺ τῆς δόξης ἀφῄρει τῶν κατορθουμένων· πᾶν γὰρ ἐδόκει ἐνδεές, ὑπὸ θεοῦ γίγνεσθαι δοκοῦν.

ΑΛΕΞ. Οὐ ταῦτα φρονοῦσιν οἱ ἄνθρωποι περὶ ἐμοῦ, ἀλλὰ Ἡρακλεῖ καὶ Διονύσῳ ἐνάμιλλον τιθέασί με. καίτοι τὴν Ἄορνον ἐκείνην, οὐδετέρου ἐκείνων λαβόντος, ἐγὼ μόνος ἐχειρωσάμην.

ΦΙΛ. Ὁρᾷς ὅτι ταῦτα ὡς υἱὸς Ἄμμωνος λέγεις, ὃς Ἡρακλεῖ καὶ Διονύσῳ παραβάλλεις ἑαυτόν; καὶ οὐκ αἰσχύνῃ, ὦ Ἀλέξανδρε, οὐδὲ τὸν τῦφον ἀπομαθήσῃ καὶ γνώσῃ σεαυτὸν καὶ συνήσῃ ἤδη νεκρὸς ὤν;

17 ΑΧΙΛΛΕΩΣ ΚΑΙ ΑΝΤΙΛΟΧΟΥ

ΑΝΤ. Οἷα πρῴην, Ἀχιλλεῦ, πρὸς τὸν Ὀδυσσέα σοι εἴρηται περὶ τοῦ θανάτου, ὡς ἀγεννῆ καὶ ανάξια τοῖν διδασκάλοιν ἀμφοῖν, Χείρωνός τε καὶ Φοίνικος. ἠκροώμην γάρ, ὁπότε ἔφησθα βούλεσθαι ἐπάρουρος ὢν θητεύειν παρά τινι τῶν ἀκλήρων, “ᾧ μὴ βίοτος πολὺς εἴη,” μᾶλλον ἢ πάντων ἀνάσσειν τῶν νεκρῶν. ταῦτα μὲν οὖν ἀγεννῆ τινα Φρύγα δειλόν, καὶ πέρα τοῦ καλῶς ἔχοντος φιλόζῳον, ἴσως ἐχρῆν λέγειν, τὸν Πηλέως δὲ υἱόν, τὸν φιλοκινδυνότατον ἡρώων ἁπάντων, [Page 83] ταπεινὰ οὕτω περὶ αὑτοῦ διανοεῖσθαι, πολλὴ αἰσχύνη, καὶ ἐναντία ταῦτα τοῖς πεπραγμένοις σοι ἐν τῷ βίῳ, ὃς ἐξὸν ἀκλεῶς ἐν τῇ Φθιώτιδι πολυχρόνιον βασιλεύειν, ἑκὼν προείλου τὸν μετὰ τῆς ἀγαθῆς δόξης θάνατον.

ΑΧ. Ὦ παῖ Νέστορος, ἀλλὰ τότε μὲν ἄπειρος ἔτι τῶν ἐνταῦθα ὤν, καὶ τὸ βέλτιον ἐκείνων ὁπότερον εἴη ἀγνοῶν, τὴν δύστηνον ἐκείνην δόξαν προετίμων τοῦ βίου, νῦν δὲ συνίημι ἤδη ὡς ἡ δόξα μὲν ἀνωφελής, εἰ καὶ ὅτι μάλιστα οἱ ἄνω ῥαψῳδήσουσι· μετὰ νεκρῶν δὲ ὁμοτιμία, καὶ οὔτε τὸ κάλλος ἐκεῖνο, ὦ Ἀντίλοχε, οὔτε ἡ ἰσχὺς πάρεστιν, ἀλλὰ κείμεθα ἅπαντες ὑπὸ τῷ αὐτῷ ζόφῳ, ὅμοιοι καὶ οὐδὲν ἀλλήλων διαφέροντες, καὶ οὔτε οἱ τῶν Τρῴων νεκροὶ δεδίασί με, οὔτε οἱ τῶν Ἀχαιῶν θεραπεύουσιν, ἰσηγορία δὲ ἀκριβὴς καὶ νεκρὸς ὅμοιος “ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός”. ταῦτά με ἀνιᾷ καὶ ἄχθομαι, ὅτι οὐ θητεύω ζῶν.

ΑΝΤ. Ὅμως τί οὖν ἄν τις πάθοι, ὦ Ἀχιλλεῦ; ταῦτα γὰρ ἔδοξε τῇ φύσει, πάντως ἀποθνῄσκειν ἅπαντας, ὥστε χρὴ ἐμμένειν τῷ νόμῳ καὶ μὴ ἀνιᾶσθαι τοῖς διατεταγμένοις. καὶ δὴ καὶ ὁρᾷς τῶν ἑταίρων ὅσοι περὶ σέ ἐσμεν ὧδε· μετὰ μικρὸν δὲ καὶ Ὀδυσσεὺς ἀφίξεται πάντως. φέρει δὲ παραμυθίαν καὶ ἡ κοινωνία τοῦ πράγματος, καὶ τὸ μὴ μόνον αὐτὸν πεπονθέναι. ὁρᾷς τὸν Ἡρακλέα καὶ τὸν Μελέαγρον καὶ ἄλλους θαυμαστοὺς ἄνδρας, οἳ οὐκ ἂν οἶμαι δέξαιντο ἀνελθεῖν, εἴ τις αὐτοὺς ἀναπέμψειε θητεύσοντας ἀκλήροις καὶ ἀβίοις ἀνδράσιν.

ΑΧ. Ἀλλ᾽ ὅμως, ἐμὲ μὲν οὐκ οἶδ᾽ ὅπως ἡ μνήμη τῶν παρὰ τὸν βίον ἀνιᾷ, οἶμαι δὲ καὶ ὑμῶν ἕκαστον· [Page 84] εἰ δὲ μὴ ὁμολογεῖτε, ταύτῃ χείρους ἐστὲ καθ᾽ ἡσυχίαν αὐτὸ πάσχοντες.

ΑΝΤ. Οὔκ, ἀλλ᾽ ἀμείνους, ὦ Ἀχιλλεῦ· τὸ γὰρ ἀνωφελὲς τοῦ λέγειν ὁρῶμεν· σιωπᾶν γὰρ καὶ φέρειν καὶ ἀνέχεσθαι δέδοκται ἡμῖν, μὴ καὶ γέλωτα ὄφλωμεν ὥσπερ καὶ σὺ τοιαῦτα εὐχόμενοι.

18 ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΗΡΑΚΛΕΟΥΣ

ΔΙΟΓ. Οὐχ Ἡρακλῆς οὗτός ἐστιν; οὐ μὲν οὖν ἄλλος, μὰ τὸν Ἡρακλέα. τὸ τόξον, τὸ ῥόπαλον, ἡ λεοντῆ, τὸ μέγεθος, ὅλος Ἡρακλῆς ἐστιν. εἶτα τέθνηκε Διὸς υἱὸς ὤν; εἰπέ μοι, ὦ καλλίνικε, νεκρὸς εἶ; ἐγὼ γάρ σοι ἔθυον ὑπὲρ γῆς ὡς θεῷ.

ΗΡ. Καὶ ὀρθῶς ἔθυες· αὐτὸς μὲν γὰρ ὁ Ἡρακλῆς ἐν τῷ οὐρανῷ τοῖς θεοῖς σύνεστι “καὶ ἔχει καλλίσφυρον Ἥβην”, ἐγὼ δ᾽ εἴδωλόν εἰμι αὐτοῦ.

ΔΙΟΓ. Πῶς λέγεις; εἴδωλον τοῦ θεοῦ; καὶ δυνατὸν ἐξ ἡμισείας μέν τινα θεὸν εἶναι, τεθνάναι δὲ τῷ ἡμίσει;

ΗΡ. Ναί· οὐ γὰρ ἐκεῖνος τέθνηκεν, ἀλλ᾽ ἐγὼ ἡ εἰκὼν αὐτοῦ.

ΔΙΟΓ. Μανθάνω· ἄντανδρόν σε τῷ Πλούτωνι παρέδωκεν ἀνθ᾽ ἑαυτοῦ, καὶ σὺ τοίνυν ἀντ᾽ ἐκείνου νεκρὸς εἶ.

ΗΡ. Τοιοῦτό τι.

ΔΙΟΓ. Πῶς οὖν ἀκριβὴς ὁ Αἰακὸς ὢν οὐ διέγνω σε [Page 85] οὐκ ὄντα ἐκεῖνον, ἀλλὰ παρεδέξατο ὑποβολιμαῖον Ἡρακλέα παρόντα;

ΗΡ. Ὅτι ἐῴκη ἀκριβῶς.

ΔΙΟΓ. Ἀληθῆ λέγεις· ἀκριβῶς γάρ, ὥστε αὐτὸς εἶναι. ὅρα γοῦν μὴ τὸ ἐναντίον ἐστί, καὶ σὺ μὲν εἶ ὁ Ἡρακλῆς, τὸ δὲ εἴδωλον γεγάμηκε τὴν Ἥβην παρὰ τοῖς θεοῖς.

ΗΡ. Θρασὺς εἶ καὶ λάλος, καὶ εἰ μὴ παύσῃ σκώπτων εἰς ἐμέ, εἴσῃ αὐτίκα οἵου θεοῦ εἴδωλόν εἰμι.

ΔΙΟΓ. Τὸ μὲν τόξον γυμνὸν καὶ πρόχειρον· ἐγὼ δὲ τί ἂν ἔτι φοβοίμην σε ἅπαξ τεθνηκώς; ἀτὰρ εἰπέ μοι πρὸς τοῦ σοῦ Ἡρακλέους, ὁπότε ἐκεῖνος ἔζη, συνῆσθα αὐτῷ καὶ τότε εἴδωλον ὤν; ἢ εἷς μὲν ἦτε παρὰ τὸν βίον, ἐπεὶ δὲ ἀπεθάνετε, διαιρεθέντες ὁ μὲν εἰς θεοὺς ἀπέπτατο, σὺ δὲ τὸ εἴδωλον, ὥσπερ εἰκὸς ἦν, εἰς ᾅδου πάρει;

ΗΡ. Ἐχρῆν μὲν μηδὲ ἀποκρίνασθαι πρὸς ἄνδρα οὕτως ἐρεσχηλοῦντα· ὅμως δ᾽ οὖν καὶ τοῦτο ἄκουσον· ὁπόσον μὲν γὰρ Ἀμφιτρύωνος ἐν τῷ Ἡρακλεῖ ἦν, τοῦτο τέθνηκε καί εἰμι ἐγὼ ἐκεῖνο πᾶν, ὃ δὲ ἦν τοῦ Διός, ἐν οὐρανῷ σύνεστι τοῖς θεοῖς.

ΔΙΟΓ. Σαφῶς νῦν μανθάνω· δύο γὰρ φὴς τεκεῖν τὴν Ἀλκμήνην κατὰ τὸ αὐτὸ Ἡρακλέας, τὸν μὲν ὑπ᾽ Ἀμφιτρύωνος, τὸν δὲ παρὰ τοῦ Διός, ὥστε ἐλελήθειτε δίδυμοι ὄντες ὁμομήτριοι.

ΗΡ. Οὔκ, ὦ μάταιε· ὁ γὰρ αὐτὸς ἄμφω ἦμεν.

ΔΙΟΓ. Οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον, συνθέτους δύο ὄντας Ἡρακλέας, εἰ μὴ ὥσπερ ἱπποκένταυρός τις ἦτε εἰς ἓν συμπεφυκότες ἄνθρωπος καὶ θεός.

ΗΡ. Οὐ γὰρ καὶ πάντες οὕτω σοι δοκοῦσι συγκεῖσθαι [Page 86] ἐκ δυοῖν, ψυχῆς καὶ σώματος; ὥστε τί τὸ κωλῦόν ἐστι τὴν μὲν ψυχὴν ἐν οὐρανῷ εἶναι, ἥπερ ἦν ἐκ Διός, τὸ δὲ θνητὸν ἐμὲ παρὰ τοῖς νεκροῖς;

ΔΙΟΓ. Ἀλλ᾽, ὦ βέλτιστε Ἀμφιτρυωνιάδη, καλῶς ἂν ταῦτα ἔλεγες, εἰ σῶμα ἦσθα, νῦν δὲ ἀσώματον εἴδωλον εἶ· ὥστε κινδυνεύεις τριπλοῦν ἤδη ποιῆσαι τὸν Ἡρακλέα.

ΗΡ. Πῶς τριπλοῦν;

ΔΙΟΓ. Ὧδέ πως· εἰ γὰρ ὁ μέν τις ἐν οὐρανῷ, ὁ δὲ παρ᾿ ἡμῖν σὺ τὸ εἴδωλον, τὸ δὲ σῶμα ἐλύθη κόνις ἤδη γενόμενον, τρία ταῦτα δὴ γίγνεται. καὶ σκόπει, ὅντινα δὴ πατέρα τὸν τρίτον ἐπινοήσεις τῷ σώματι.

ΗΡ. Θρασὺς εἶ καὶ σοφιστής· τίς δὲ καὶ ὢν τυγχάνεις;

ΔΙΟΓ. Διογένους τοῦ Σινωπέως εἴδωλον, αὐτὸς δὲ οὐ μὰ Δία “μετ᾽ ἀθανάτοισι θεοῖσιν”, ἀλλὰ τοῖς βελτίστοις νεκρῶν ἀνδρῶν συνών, Ὁμήρου καὶ τῆς τοσαύτης φλυαρίας καταγελῶ.

19 ΠΡΩΤΕΣΙΛΑΟΥ, ΠΛΟΥΤΩΝΟΣ ΚΑΙ ΠΕΡΣΕΦΟΝΗΣ

ΠΡΩΤ. Ὦ δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ, καὶ σὺ Δήμητρος θύγατερ, μὴ ὑπερίδητε δέησιν ἐρωτικήν.

ΠΛΟΥΤ. Σὺ δὲ τίνων δέῃ παρ᾽ ἡμῶν; ἢ τίς ὢν τυγχάνεις;

ΠΡΩΤ. Εἰμὶ μὲν Πρωτεσίλεως ὁ Ἰφίκλου Φυλάκιος [Page 87] συστρατιώτης τῶν Ἀχαιῶν καὶ πρῶτος ἀποθανὼν τῶν ἐπ᾿ Ἰλίῳ. δέομαι δὲ ἀφεθεὶς πρὸς ὀλίγον ἀναβιῶναι πάλιν.

ΠΛΟΥΤ. Τοῦτον μὲν τὸν ἔρωτα, ὦ Πρωτεσίλαε, πάντες νεκροὶ ἐρῶσι, πλὴν οὐδεὶς ἂν αὐτῶν τύχοι.

ΠΡΩΤ. Ἀλλ᾽ οὐ τοῦ ζῆν, Ἀϊδωνεῦ, ἐρῶ ἔγωγε, τῆς γυναικὸς δέ, ἣν νεόγαμον ἔτι ἐν τῷ θαλάμῳ καταλιπὼν ᾠχόμην ἀποπλέων, εἶτα ὁ κακοδαίμων ἐν τῇ ἀποβάσει ἀπέθανον ὑπὸ τοῦ Ἕκτορος. ὁ οὖν ἔρως τῆς γυναικὸς οὐ μετρίως ἀποκναίει με, ὦ δέσποτα, καὶ βούλομαι καὶ πρὸς ὀλίγον ὀφθεὶς αὐτῇ καταβῆναι πάλιν.

ΠΛΟΥΤ. Οὐκ ἔπιες, ὦ Πρωτεσίλαε, τὸ Λήθης ὕδωρ;

ΠΡΩΤ. Καὶ μάλα, ὦ δέσποτα· τὸ δὲ πρᾶγμα ὑπέρογκον ἦν.

ΠΛΟΥΤ. Οὐκοῦν περίμεινον· ἀφίξεται γὰρ κἀκείνη ποτὲ καὶ οὐδὲ σὲ ἀνελθεῖν δεήσει.

ΠΡΩΤ. Ἀλλ᾽ οὐ φέρω τὴν διατριβήν, ὦ Πλούτων· ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἷον τὸ ἐρᾶν ἐστιν.

ΠΛΟΥΤ. Εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι μετ᾽ ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον;

ΠΡΩΤ. Οἶμαι πείσειν κἀκείνην ἀκολουθεῖν παρ᾽ ὑμᾶς, ὥστε ἀνθ᾽ ἑνὸς δύο νεκροὺς λήψει μετ᾽ ὀλίγον.

ΠΛΟΥΤ. Οὐ θέμις γενέσθαι ταῦτα, οὐδὲ γέγονε πώποτε.

ΠΡΩΤ. Ἀναμνήσω σε, ὦ Πλούτων· Ὀρφεῖ γὰρ δι᾽ αὐτὴν ταύτην τὴν αἰτίαν τὴν Εὐρυδίκην παρέδοτε καὶ τὴν ὁμογενῆ μου Ἄλκηστιν παρεπέμψατε Ἡρακλεῖ χαριζόμενοι. [Page 88]

ΠΛΟΥΤ. Θελήσεις δὲ οὕτως κρανίον γυμνὸν ὢν καὶ ἄμορφον τῇ καλῇ σου ἐκείνῃ νύμφῃ φανῆναι; πῶς δὲ κἀκείνη προσήσεταί σε οὐδὲ δυναμένη διαγνῶναι; φοβήσεται γὰρ εὖ οἶδα, καὶ φεύξεταί σε, καὶ μάτην ἔσῃ τοσαύτην ὁδὸν ἀνεληλυθώς.

ΠΕΡΣ. Οὐκοῦν, ὦ ἄνερ, σὺ καὶ τοῦτο ἴασαι, καὶ τὸν Ἑρμῆν κέλευσον, ἐπειδὰν ἐν τῷ φάει ἤδη ὁ Πρωτεσίλαος ᾖ, καθικόμενον τῇ ῥάβδῳ νεανίαν εὐθὺς καλὸν ἀπεργάσασθαι αὐτόν, οἷος ἦν ἐκ τοῦ θαλάμου.

ΠΛΟΥΤ. Ἐπεὶ Φερσεφόνῃ συνδοκεῖ, ἀναγαγὼν τοῦτον αὖθις ποίησον νυμφίον· σὺ δὲ μέμνησο μίαν λαβὼν ἡμέραν.

20 ΑΙΑΚΟΥ, ΠΡΩΤΕΣΙΛΑΟΥ, ΜΕΝΕΛΑΟΥ ΚΑΙ ΠΑΡΙΔΟΣ

ΑΙΑΚ. Τί ἄγχεις, ὦ Πρωτεσίλαε, τὴν Ἑλένην προσπεσών;

ΠΡΩΤ. Ὅτι διὰ ταύτην, ὦ Αἰακέ, ἀπέθανον ἡμιτελῆ μὲν τὸν δόμον καταλιπών, χήραν τε τὴν νεόγαμον γυναῖκα.

ΑΙΑΚ. Αἰτιῶ τοίνυν τὸν Μενέλαον, ὅστις ὑμᾶς ὑπὲρ τοιαύτης γυναικὸς ἐπὶ Τροίαν ἤγαγεν.

ΠΡΩΤ. Εὖ λέγεις· ἐκεῖνόν μοι αἰτιατέον.

ΜΕΝ. Οὐκ ἐμέ, ὦ βέλτιστε, ἀλλὰ δικαιότερον τὸν Πάριν, ὃς ἐμοῦ τοῦ ξένου τὴν γυναῖκα παρὰ πάντα τὰ δίκαια ᾤχετο ἁρπάσας· οὗτος γὰρ οὐχ ὑπὸ σοῦ μόνου, ἀλλ᾽ ὑπὸ πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἄξιος ἄγχεσθαι, τοσούτοις θανάτου αἴτιος γεγενημένος. [Page 89]

ΠΡΩΤ. Ἄμεινον οὕτω· τοιγαροῦν σέ, ὦ Δύσπαρι, οὐκ ἀφήσω ποτὲ ἀπὸ τῶν χειρῶν.

ΠΑΡ. Ἄδικα ποιῶν, ὦ Πρωτεσίλαε, καὶ ταῦτα ὁμότεχνον ὄντα σοι· ἐρωτικὸς γὰρ καὶ αὐτός εἰμι καὶ τῷ αὐτῷ θεῷ κατέσχημαι· οἶσθα δὲ ὡς ἀκούσιόν τί ἐστι, καί τις ἡμᾶς δαίμων ἄγει οἷπερ ἂν ἐθέλῃ, καὶ ἀδύνατόν ἐστιν ἀντιτάττεσθαι αὐτῷ.

ΠΡΩΤ. Εὖ λέγεις. εἴθε οὖν μοι τὸν Ἔρωτα ἐνταῦθα λαβεῖν δυνατὸν ἦν.

ΑΙΑΚ. Ἐγώ σοι καὶ περὶ τοῦ Ἔρωτος ἀποκρινοῦμαι τὰ δίκαια· φήσει γὰρ αὐτὸς μὲν τοῦ ἐρᾶν τῷ Πάριδι ἴσως γεγενῆσθαι αἴτιος, τοῦ θανάτου δέ σοι οὐδένα ἄλλον, ὦ Πρωτεσίλαε, ἢ σεαυτόν, ὃς ἐκλαθόμενος τῆς νεογάμου γυναικός, ἐπεὶ προσεφέρεσθε τῇ Τρῳάδι, οὕτως φιλοκινδύνως καὶ ἀπονενοημένως προεπήδησας τῶν ἄλλων, δόξης ἐρασθείς, δι᾿ ἣν πρῶτος ἐν τῇ ἀποβάσει ἀπέθανες.

ΠΡΩΤ. Οὐκοῦν καὶ ὑπὲρ ἐμαυτοῦ σοι, ὦ Αἰακέ, ἀποκρινοῦμαι δικαιότερα· οὐ γὰρ ἐγὼ τούτων αἴτιος, ἀλλ᾽ ἡ Μοῖρα καὶ τὸ ἐξ ἀρχῆς οὕτως ἐπικεκλῶσθαι.

ΑΙΑΚ. Ὀρθῶς· τί οὖν τούτους αἰτιᾷ;

21 ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΜΑΥΣΩΛΟΥ

ΔΙΟΓ. Ὦ Κάρ, ἐπὶ τίνι μέγα φρονεῖς καὶ πάντων ἡμῶν προτιμᾶσθαι ἀξιοῖς;

ΜΑΥΣ. Καὶ ἐπὶ τῇ βασιλείᾳ μέν, ὦ Σινωπεῦ, ὃς ἐβασίλευσα Καρίας μὲν ἁπάσης, ἦρξα δὲ καὶ Λυδῶν [Page 90] ἐνίων, καὶ νήσους τινὰς ὑπηγαγόμην, καὶ ἄχρι Μιλήτου ἐπέβην, τὰ πολλὰ τῆς Ἰωνίας καταστρεφόμενος· καὶ καλὸς ἦν καὶ μέγας καὶ ἐν πολέμοις καρτερός· τὸ δὲ μέγιστον, ὅτι ἐν Ἁλικαρνασσῷ μνῆμα παμμέγεθες ἔχω ἐπικείμενον, ἡλίκον οὐκ ἄλλος νεκρός, ἀλλ᾽ οὐδὲ οὕτως εἰς κάλλος ἐξησκημένον, ἵππων καὶ ἀνδρῶν ἐς τὸ ἀκριβέστατον ᾐκασμένων λίθου τοῦ καλλίστου, οἷον οὐδὲ νεὼν εὕροι τις ἂν ῥᾳδίως. οὐ δοκῶ σοι δικαίως ἐπὶ τούτοις μέγα φρονεῖν;

ΔΙΟΓ. Ἐπὶ τῇ βασιλείᾳ φὴς καὶ τῷ κάλλει καὶ τῷ βάρει τοῦ τάφου;

ΜΑΥΣ. Νὴ Δί᾽ ἐπὶ τούτοις.

ΔΙΟΓ. Ἀλλ᾽, ὦ καλὲ Μαύσωλε, οὔτε ἡ ἰσχὺς ἐκείνη ἔτι σοὶ οὔτε ἡ μορφὴ πάρεστιν· εἰ γοῦν τινα ἑλοίμεθα δικαστὴν εὐμορφίας πέρι, οὐκ ἔχω εἰπεῖν, τίνος ἕνεκα τὸ σὸν κρανίον προτιμηθείη ἂν τοῦ ἐμοῦ· φαλακρὰ γὰρ ἄμφω καὶ γυμνά, καὶ τοὺς ὀδόντας ὁμοίως προφαίνομεν, καὶ τοὺς ὀφθαλμοὺς ἀφῃρήμεθα, καὶ τὰς ῥῖνας ἀποσεσιμώμεθα. ὁ δὲ τάφος καὶ οἱ πολυτελεῖς ἐκεῖνοι λίθοι, Ἁλικαρνασσεῦσι μὲν ἴσως εἶεν ἂν ἐπιδείκνυσθαι καὶ φιλοτιμεῖσθαι πρὸς τοὺς ξένους, ὡς δή τι μέγα οἰκοδόμημα αὐτοῖς ἐστι· σὺ δέ, ὦ βέλτιστε, οὐχ ὁρῶ ὅ τι ἀπολαύεις αὐτοῦ, εἰ μὴ τοῦτο φής, ὅτι μᾶλλον ἡμῶν ἀχθοφορεῖς, ὑπὸ τηλικούτων λίθων πιεζόμενος.

ΜΑΥΣ. Ἀνόνητα οὖν μοι ἐκεῖνα πάντα, καὶ ἰσότιμος ἔσται Μαύσωλος καὶ Διογένης;

ΔΙΟΓ. Οὐκ ἰσότιμος, ὦ γενναιότατε, οὐ γάρ· Μαύσωλος μὲν γὰρ οἰμῴξεται μεμνημένος τῶν ὑπὲρ γῆς, ἐν οἷς εὐδαιμονεῖν ᾤετο, Διογένης δὲ καταγελάσεται [Page 91] αὐτοῦ. καὶ τάφον ὁ μὲν ἐν Ἁλικαρνασσῷ ἐρεῖ ἑαυτοῦ ὑπὸ Ἀρτεμισίας τῆς γυναικὸς καὶ ἀδελφῆς κατεσκευασμένον, ὁ Διογένης δὲ τοῦ μὲν σώματος εἰ καί τινα τάφον ἔχει οὐκ οἶδεν· οὐδὲ γὰρ ἔμελεν αὐτῷ τούτου· λόγον δὲ τοῖς ἀρίστοις περὶ αὑτοῦ καταλέλοιπεν, ἀνδρὸς βίον βεβιωκώς, ὑψηλότερον, ὦ Καρῶν ἀνδραποδωδέστατε, τοῦ σοῦ μνήματος, καὶ ἐν βεβαιοτέρῳ χωρίῳ κατεσκευασμένον.

22 ΝΙΡΕΩΣ ΚΑΙ ΘΕΡΣΙΤΟΥ ΚΑΙ ΜΕΝΙΠΠΟΥ

ΝΙΡ. Ἰδοὺ δή. Μένιππος οὑτοσὶ δικάσει, πότερος εὐμορφότερός ἐστιν. εἰπέ, ὦ Μένιππε, οὐ καλλίων σοι δοκῶ;

ΜΕΝ. Τίνες δὲ καὶ ἔστε; πρότερον γάρ, οἶμαι, χρὴ τοῦτο εἰδέναι.

ΝΙΡ. Νιρεὺς καὶ Θερσίτης.

ΜΕΝ. Πότερος οὖν ὁ Νιρεὺς καὶ πότερος ὁ Θερσίτης; οὐδέπω γὰρ τοῦτο δῆλον.

ΘΕΡΣ. Ἓν μὲν ἤδη τοῦτο ἔχω, ὅτι ὅμοιός εἰμί σοι, καὶ οὐδὲν τηλικοῦτον διαφέρεις ἡλίκον σε Ὅμηρος ἐκεῖνος ὁ τυφλὸς ἐπῄνεσεν, ἁπάντων εὐμορφότερον προσειπών, ἀλλ᾽ ὁ φοξὸς ἐγὼ καὶ ψεδνὸς οὐδὲν χείρων ἐφάνην τῷ δικαστῇ. ὅρα δὲ σύ, ὦ Μένιππε, ὅντινα καὶ εὐμορφότερον ἡγῇ.

ΝΙΡ. Ἐμέ γε τὸν Ἀγλαΐας καὶ Χάροπος,

ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθον.

ΜΕΝ. Ἀλλ᾽ οὐχὶ καὶ ὑπὸ γῆν, ὡς οἶμαι, κάλλιστος ἦλθες, ἀλλὰ τὰ μὲν ὀστᾶ ὅμοια, τὸ δὲ κρανίον [Page 92] ταύτῃ μόνον ἄρα διακρίνοιτο ἂν ἀπὸ τοῦ Θερσίτου κρανίου, ὅτι εὔθρυπτον τὸ σόν· ἀλαπαδνὸν γὰρ αὐτὸ καὶ οὐκ ἀνδρῶδες ἔχεις.

ΝΙΡ. Καὶ μὴν ἐροῦ Ὅμηρον, ὁποῖος ἦν, ὁπότε συνεστράτευον τοῖς Ἀχαιοῖς.

ΜΕΝ. Ὀνείρατά μοι λέγεις· ἐγὼ δὲ βλέπω ἃ καὶ νῦν ἔχεις, ἐκεῖνα δὲ οἱ τότε ἴσασιν.

ΝΙΡ. Οὔκουν ἐγὼ ἐνταῦθα εὐμορφότερός εἰμι, ὦ Μένιππε;

ΜΕΝ. Οὔτε σὺ οὔτε ἄλλος εὔμορφος· ἰσοτιμία γὰρ ἐν ᾅδου καὶ ὅμοιοι ἅπαντες.

ΘΕΡΣ. Ἐμοὶ μὲν οὖν καὶ τοῦτο ἱκανόν.

23 ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΧΕΙΡΩΝΟΣ

ΜΕΝ. Ἤκουσα, ὦ Χείρων, ὡς θεὸς ὢν ἐπιθυμήσειας ἀποθανεῖν.

ΧΕΙΡ. Ἀληθῆ ταῦτα ἤκουσας, ὦ Μένιππε, καὶ τέθνηκα, ὡς ὁρᾷς, ἀθάνατος εἶναι δυνάμενος.

ΜΕΝ. Τίς δαί σε ἔρως τοῦ θανάτου ἔσχεν, ἐχθίστου τοῖς πολλοῖς χρήματος;

ΧΕΙΡ. Ἐρῶ πρός σε οὐκ ἀσύνετον ὄντα. οὐκ ἦν ἔτι ἡδὺ ἀπολαύειν τῆς ἀθανασίας.

ΜΕΝ. Οὐχ ἡδὺ ἦν ζῶντα ὁρᾶν τὸ φῶς;

ΧΕΙΡ. Οὔκ, ὦ Μένιππε· τὸ γὰρ ἡδὺ ἔγωγε ποικίλον τι καὶ οὐχ ἁπλοῦν ἡγοῦμαι εἶναι. ἐγὼ δὲ ζῶν ἀεὶ καὶ ἀπολαύων τῶν ὁμοίων, ἡλίου, φάους, τροφῆς,‒αἱ ὧραι δὲ αἱ αὐταὶ καὶ τὰ γιγνόμενα ἅπαντα ἑξῆς ἕκαστον, [Page 93] ὥσπερ ἀκολουθοῦντα θάτερον θατέρῳ,‒ἐνεπλήσθην γοῦν αὐτῶν· οὐ γὰρ ἐν τῷ αὐτῷ ἀεί, ἀλλὰ καί ἐν τῷ μὴ μετασχεῖν ὅλως τὸ τερπνὸν ἦν.

ΜΕΝ. Εὖ λέγεις, ὦ Χείρων. τὰ ἐν ᾅδου δὲ πῶς φέρεις, ἀφ᾿ οὗ προελόμενος αὐτὰ ἥκεις;

ΧΕΙΡ. Οὐκ ἀηδῶς, ὦ Μένιππε· ἡ γὰρ ἰσοτιμία πάνυ δημοτική, καὶ τὸ πρᾶγμα οὐδὲν ἔχει τὸ διάφορον, ἐν φάει εἶναι ἢ καὶ ἐν σκότῳ· ἄλλως τε οὔτε διψῆν ὥσπερ ἄνω οὔτε πεινῆν δεῖ, ἀλλ᾽ ἀνεπιδεεῖς τούτων ἁπάντων ἐσμέν.

ΜΕΝ. Ὅρα, ὦ Χείρων, μὴ περιπίπτῃς σεαυτῷ, καὶ ἐς τὸ αὐτὸ σοι ὁ λογος περιπεσῇ.

ΧΕΙΡ. Πῶς τοῦτο φής;

ΜΕΝ. Ὅτι εἰ τῶν ἐν τῷ βίῳ τὸ ὅμοιον ἀεὶ καὶ ταὐτὸν ἐνεποίησέ σοι κόρον, καὶ τἀνταῦθα ὅμοια ὄντα κόρον ὁμοίως ἂν ἐμποιοίη, καὶ δεήσει μεταβολήν σε ζητεῖν τινα καὶ ἐντεῦθεν ἐς ἄλλον βίον, ὅπερ οἶμαι ἀδύνατον.

ΧΕΙΡ. Τί οὖν ἂν πάθοι τις, ὦ Μένιππε;

ΜΕΝ. Ὅπερ, οἶμαι, φασί, συνετὸν ὄντα ἀρέσκεσθαι καὶ ἀγαπᾶν τοῖς παροῦσι, καὶ μηδὲν αὐτῶν ἀφόρητον οἴεσθαι.

24 ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΑΝΤΙΣΘΕΝΟΥΣ ΚΑΙ ΚΡΑΤΗΤΟΣ

ΔΙΟΓ. Ἀντίσθενες καὶ Κράτης, σχολὴν ἄγομεν· ὥστε τί οὐκ ἄπιμεν ἐπὶ τῆς καθόδου περιπατήσαντες, [Page 94] ὀψόμενοι τοὺς κατιόντας, οἷοί τέ εἰσι καὶ τί ἕκαστος αὐτῶν ποιεῖ;

ΑΝΤ. Ἀπίωμεν, ὦ Διόγενες· καὶ γὰρ ἂν ἡδὺ τὸ θέαμα γένοιτο, τοὺς μὲν δακρύοντας αὐτῶν ὁρᾶν, τοὺς δὲ καὶ ἱκετεύοντας ἀφεθῆναι, ἐνίους δὲ μόλις κατιόντας, καὶ ἐπὶ τράχηλον ὠθοῦντος τοῦ Ἑρμοῦ, ὅμως ἀντιβαίνοντας καὶ ὑπτίους ἀντερείδοντας, οὐδὲν δέον.

ΚΡΑΤ. Ἔγωγ᾿ οὖν καὶ διηγήσομαι ὑμῖν ἃ εἶδον ὁπότε κατῄειν κατὰ τὴν ὁδόν.

ΔΙΟΓ. Διήγησαι, ὦ Κράτης· ἔοικας γάρ τινα ἑορακέναι παγγέλοια.

ΚΡΑΤ. Καὶ ἄλλοι μὲν πολλοὶ συγκατέβαινον ἡμῖν, ἐν αὐτοῖς δὲ ἐπίσημοι Ἰσμηνόδωρός τε ὁ πλούσιος ὁ ἡμέτερος, καὶ Ἀρσάκης ὁ Μηδίας ὕπαρχος, καὶ Ὀροίτης ὁ Ἀρμένιος. ὁ μὲν οὖν Ἰσμηνόδωρος‒ ἐπεφόνευτο γὰρ ὑπὸ τῶν λῃστῶν περὶ τὸν Κιθαιρῶνα, εἰς Ἐλευσῖνα οἶμαι βαδίζων‒ἔστενέ τε, καὶ τὸ τραῦμα ἐν ταῖν χεροῖν εἶχε, καὶ τὰ παιδία, ἃ νεογνὰ κατελελοίπει, ἀνεκαλεῖτο, καὶ ἑαυτῷ ἐπεμέμφετο τῆς τόλμης, ὃς Κιθαιρῶνα ὑπερβάλλων, καὶ τὰ περὶ τὰς Ἐλευθερὰς χωρία ἔρημα ὄντα ὑπὸ τῶν πολέμων διαπορευόμενος, δύο μόνους οἰκέτας ἐπηγάγετο, καὶ ταῦτα φιάλας πέντε χρυσᾶς καὶ κυμβία τέτταρα μεθ᾿ ἑαυτοῦ ἔχων. ὁ δὲ Ἀρσάκης‒γεραιὸς γὰρ ἤδη καὶ νὴ Δία σεμνὸς τὴν ὄψιν‒ὡς βάρβαρος ἤχθετο καὶ ἠγανάκτει πεζὸς βαδίζων, καὶ ἠξίου τὸν ἵππον αὐτῷ προσαχθῆναι· καὶ γὰρ ὁ ἵππος αὐτῷ συνετεθνήκει, μιᾷ πληγῇ ἀμφότεροι γὰρ ἀπέθανον ὑπὸ Θρᾳκός τινος πελταστοῦ, ἐν τῇ ἐπὶ τῷ Ἀράξῃ συμπλοκῇ. ὁ μὲν γὰρ Ἀρσάκης [Page 95] ἐπήλαυνεν, ὡς διηγεῖτο, πολὺ τῶν ἄλλων ἔμπροσθεν, ὑποστὰς δὲ ὁ Θρᾷξ, τῇ πέλτῃ μὲν ὑποδὺς ἀποσείεται τοῦ Ἀρσάκου τὸν κοντόν, ὑποθεὶς δὲ τὴν σάρισαν, αὐτόν τε διαπείρει καὶ τὸν ἵππον.

ΑΝΤ. Πῶς οἷόν τε, ὦ Κράτης, μιᾷ πληγῇ τοῦτο γενέσθαι;

ΚΡΑΤ. Ῥᾷστ᾽, ὦ Ἀντίσθενες· ὁ μὲν γὰρ ἐπήλαυνεν εἰκοσάπηχύν τινα προβεβλημένος κοντόν, ὁ Θρᾷξ δὲ ἐπειδὴ τῇ πέλτῃ ἀπεκρούσατο τὴν προσβολήν, καὶ παρῆλθεν αὐτὸν ἡ ἀκωκή, ἐς τὸ γόνυ ὀκλάσας, δέχεται τῇ σαρίσῃ τὴν ἐπέλασιν, καὶ τιτρώσκει τὸν ἵππον ὑπὸ τὸ στέρνον, ὑπὸ θυμοῦ καὶ σφοδρότητος διαπείραντα ἑαυτόν· διελαύνεται δὲ καὶ ὁ Ἀρσάκης ἐκ τοῦ βουβῶνος διαμπάξ. ὁρᾷς οἷόν τι ἐγένετο, οὐ τοῦ ἀνδρός, ἀλλὰ τοῦ ἵππου μᾶλλον τὸ ἔργον. ἠγανάκτει δ᾽ ὅμως ὁμότιμος ὢν τῶν ἄλλων, καὶ ἠξίου ἱππεὺς κατιέναι. ὁ δέ γε Ὀροίτης καὶ πάνυ ἁπαλὸς ἦν τὼ πόδε, καὶ οὐδ᾽ ἑστάναι χαμαί, οὐχ ὅπως βαδίζειν ἐδύνατο· πάσχουσι δ᾿ αὐτὸ ἀτεχνῶς Μῆδοι πάντες, ἐπειδὰν ἀποβῶσι τῶν ἵππων, ὥσπερ ἐπὶ τῶν ἀκανθῶν βαίνοντες, ἀκροποδητὶ μόλις βαδίζουσιν. ὥστε ἐπεὶ καταβαλὼν ἑαυτὸν ἔκειτο, καὶ οὐδεμιᾷ μηχανῇ ἀνίστασθαι ἤθελεν, ὁ βέλτιστος Ἑρμῆς ἀράμενος αὐτὸν ἐκόμισεν πρὸς τὸ πορθμεῖον, ἐγὼ δὲ ἐγέλων.

ΑΝΤ. Κἀγὼ ὁπότε κατῄειν, οὐδ᾽ ἀνέμειξα ἐμαντὸν τοῖς ἄλλοις, ἀλλ᾽ ἀφεὶς οἰμῴζοντας αὐτούς, προσδραμὼν ἐπὶ τὸ πορθμεῖον, προκατέλαβον χώραν, ὡς ἂν ἐπιτηδείως πλεύσαιμι· καὶ παρὰ τὸν πλοῦν οἱ μὲν ἐδάκρυόν τε καὶ ἐναυτίων, ἐγὼ δὲ μάλα ἐτερπόμην ἐπ᾽ αὐτοῖς. [Page 96]

ΔΙΟΓ. Σὺ μέν, ὦ Κράτης καὶ Ἀντίσθενες, τοιούτων ἐτύχετε τῶν συνοδοιπόρων, ἐμοὶ δὲ Βλεψίας τε ὁ δανειστικὸς ὁ ἐκ Πίσης, καὶ Λάμπις ὁ Ἀκαρνάν, ξεναγὸς ὤν, καὶ Δᾶμις ὁ πλούσιος ὁ ἐκ Κορίνθου, συγκατῄεσαν, ὁ μὲν Δᾶμις ὑπὸ τοῦ παιδὸς ἐκ φαρμάκων ἀποθανών, ὁ δὲ Λάμπις δι᾿ ἔρωτα ἀποσφάξας ἑαυτόν, ὁ δὲ Βλεψίας λιμῷ ὁ ἄθλιος ἐλέγετο ἀπεσκληκέναι, καὶ ἐδήλου γε ὠχρὸς εἰς ὑπερβολὴν καὶ λεπτὸς φαινόμενος. ἐγὼ δὲ καίπερ εἰδώς, ἀνέκρινον, ὃν τρόπον ἀποθάνοιεν. εἶτα τῷ μὲν Δάμιδι αἰτιωμένῳ τὸν υἱόν, Οὐκ ἄδικα μέντοι ἔπαθες, ἔφην, ὑπ᾿ αὐτοῦ, εἰ τάλαντα ἔχων ὁμοῦ χίλια, καὶ τρυφῶν αὐτὸς ἐνενηκοντούτης ὤν, ὀκτωκαιδεκαέτει νεανίσκῳ τέτταρας ὀβολοὺς παρεῖχες. σὺ δέ, ὦ Ἀκαρνάν,‒ἔστενε γὰρ κἀκεῖνος‒τί αἰτιᾷ τὸν Ἔρωτα, σεαυτὸν δέον, ὃς τοὺς μὲν πολεμίους οὐδεπώποτε ἔτρεσας, ἀλλὰ φιλοκινδύνως ἠγωνίζου ὑπὲρ τῶν ἄλλων, ὑπὸ δὲ τῆς τυχούσης παιδίσκης καὶ δακρύων ἐπιπλάστων καὶ στεναγμῶν ἑάλως, ὁ γενναῖος; ὁ μὲν γὰρ Βλεψίας αὐτὸς ἑαυτοῦ κατηγόρει φθάσας πολλὴν τὴν ἄνοιαν, ὡς τὰ χρήματα ἐφύλαττε τοῖς οὐδὲν προσήκουσι κληρονόμοις, ἐσαεὶ βιώσεσθαι ὁ μάταιος νομίζων. πλὴν ἔμοιγε οὐ τὴν τυχοῦσαν τερπωλὴν παρέσχον τότε στένοντες. ἀλλ᾿ ἤδη μὲν ἐπὶ τῷ στομίῳ ἐσμέν, ἀποβλέπειν δὲ χρὴ καὶ ἀποσκοπεῖν πόρρωθεν τοὺς ἀφικνουμένους. βαβαί, πολλοί γε καὶ ποικίλοι, καὶ πάντες δακρύοντες πλὴν τῶν νεογνῶν τούτων καὶ νηπίων. ἀλλὰ καὶ οἱ πάνυ γέροντες ὀδύρονται. τί τοῦτο; ἆρα τὸ φίλτρον αὐτοὺς ἔχει τοῦ βίου; τοῦτον οὖν τὸν ὑπέργηρων ἐρέσθαι βούλομαι. τί δακρύεις [Page 97] τηλικοῦτος ἀποθανών; τί ἀγανακτεῖς, ὦ βέλτιστε, καὶ ταῦτα γέρων ἀφιγμένος; ἦ που βασιλεύς τις ἦσθα;

ΠΤΩ. Οὐδαμῶς.

ΔΙΟΓ. Ἀλλὰ σατράπης;

ΠΤΩ. Οὐδὲ τοῦτο.

ΔΙΟΓ. Ἆρα οὖν ἐπλούτεις, εἶτα ἀνιᾷ σε τὸ πολλὴν τρυφὴν ἀπολιπόντα τεθνάναι;

ΠΤΩ. Οὐδὲν τοιοῦτον, ἀλλ᾿ ἔτη μὲν ἐγεγόνη ἀμφὶ τὰ ἐνενήκοντα, βίον δὲ ἄπορον ἀπὸ καλάμου καὶ ὁρμιᾶς εἶχον, εἰς ὑπερβολὴν πτωχὸς ὤν, καὶ ἄτεκνος, καὶ προσέτι χωλὸς καὶ ἀμυδρὸν βλέπων.

ΔΙΟΓ. Εἶτα τοιοῦτος ὢν ζῆν ἤθελες;

ΠΤΩ. Ναί· ἡδὺ γὰρ ἦν τὸ φῶς, καὶ τὸ τεθνάναι δεινὸν καὶ φευκτέον.

ΔΙΟΓ. Παραπαίεις, ὦ γέρον, καὶ μειρακιεύῃ πρὸς τὸ χρεών, καὶ ταῦτα ἡλικιώτης ὢν τοῦ πορθμέως. τί οὖν ἄν τις ἔτι λέγοι περὶ τῶν νέων, ὁπότε οἱ τηλικοῦτοι φιλόζωοί εἰσιν, οὓς ἐχρῆν διώκειν τὸν θάνατον ὡς τῶν ἐν τῷ γήρᾳ κακῶν φάρμακον. ἀλλ᾽ ἀπίωμεν ἤδη, μὴ καί τις ἡμᾶς ὑπίδηται ὡς ἀπόδρασιν βουλεύοντας, ὁρῶν περὶ τὸ στόμιον διάγοντας.

25 ΑΙΑΝΤΟΣ ΚΑΙ ΑΓΑΜΕΜΝΟΝΟΣ

ΑΓΑΜ. Εἰ σὺ μανείς, ὦ Αἶαν, σαυτὸν ἐφόνευσας, ἐμέλλησας δὲ καὶ ἡμᾶς ἅπαντας, τί αἰτιᾷ τὸν Ὀδυσσέα καὶ πρῴην οὔτε προσέβλεψας αὐτόν, ὁπότε ἧκε μαντευσόμενος, οὔτε προσειπεῖν ἠξίωσας ἄνδρα συστρατιώτην [Page 98] καὶ ἑταῖρον, ἀλλ᾽ ὑπεροπτικῶς μεγάλα βαίνων παρῆλθες;

ΑΙΑΣ. Εἰκότως, ὦ Ἀγάμεμνον· αὐτὸς γάρ μοι τῆς μανίας αἴτιος κατέστη μόνος, προκριθεὶς ἐπὶ τοῖς ὅπλοις.

ΑΓΑΜ. Ἠξίωσας δὲ ἀνανταγώνιστος εἶναι καὶ ἀκονιτὶ κρατεῖν ἁπάντων;

ΑΙΑΣ. Ναί, τά γε τοιαῦτα· οἰκεία γάρ μοι ἦν ἡ πανοπλία, τοῦ ἀνεψιοῦ γε οὖσα. καὶ ὑμεῖς οἱ ἄλλοι πολὺ ἀμείνους ὄντες ἀπείπετε τὸν ἀγῶνα, καὶ παρεχωρήσατε μοι, ὁ δὲ Λαέρτου, ὃν ἐγὼ πολλάκις ἔσωσα κινδυνεύοντα κατακεκόφθαι ὑπὸ τῶν Φρυγῶν, ἀμείνων ἠξίου εἶναι καὶ ἐπιτηδειότερος ἔχειν τὰ ὅπλα.

ΑΓΑΜ. Τοιγαροῦν αἰτιῶ, ὦ γενναῖε, τὴν Θέτιν, ἣ δέον σοι τὴν κληρονομίαν παραδοῦναι τῶν ὅπλων συγγενεῖ γε ὄντι, φέρουσα ἐς τὸ κοινὸν κατέθετο αὐτά.

ΑΙΑΣ. Οὔκ, ἀλλὰ τὸν Ὀδυσσέα, ὃς ἀντεποιεῖτο μόνος.

ΑΓΑΜ. Συγγνώμη, ὦ Αἶαν, εἰ ἄνθρωπος ὢν ὠρέχθη δόξης, ἡδίστου πράγματος, ὑπὲρ οὗ καὶ ἡμῶν ἕκαστος κινδύνους ὑπέμενεν, ἐπεὶ καὶ ἐκράτησέ σου καὶ ταῦτα Τρῳῶν δικαστῶν ὄντων.

ΑΙΑΣ. Οἶδα ἐγώ, ἥτις μου κατεδίκασεν· ἀλλ᾽ οὐ θέμις λέγειν τι περὶ τῶν θεῶν. τὸν δ᾽ οὖν Ὀδυσσέα μὴ οὐχὶ μισεῖν οὐκ ἂν δυναίμην, ὦ Ἀγάμεμνον, οὐδ᾽ εἰ αὐτή μοι ἡ Ἀθηνᾶ τοῦτ᾽ ἐπιτάττοι. [Page 99]

26 ΜΙΝΩΟΣ ΚΑΙ ΣΩΣΤΡΑΤΟΥ

ΜΙΝ. Ὁ μὲν λῃστὴς οὑτοσὶ Σώστρατος εἰς τὸν Πυριφλεγέθοντα ἐμβεβλήσθω, ὁ δὲ ἱερόσυλος ὑπὸ τῆς Χιμαίρας διασπασθήτω, ὁ δὲ τύραννος, ὦ Ἑρμῆ, παρὰ τὸν Τιτυὸν παραταθείς, ὑπὸ τῶν γυπῶν καὶ αὐτὸς κειρέσθω τὸ ἧπαρ, ὑμεῖς δὲ οἱ ἀγαθοὶ ἄπιτε κατὰ τάχος ἐς τὸ Ἠλύσιον πεδίον, καὶ τὰς μακάρων νήσους κατοικεῖτε, ἐπειδὴ δίκαια ἐποιεῖτε παρὰ τὸν βίον.

ΣΩΣΤ. Ἄκουσον, ὦ Μίνως, εἴ σοι δίκαια δόξω λέγειν.

ΜΙΝ. Νῦν ἀκούσω αὖθις; οὐ γὰρ ἐξελήλεγξαι, ὦ Σώστρατε, πονηρὸς ὢν καὶ τοσούτους ἀπεκτονώς;

ΣΩΣΤ. Ἐλήλεγμαι μέν, ἀλλ᾽ ὅρα εἰ καὶ δικαίως κολασθήσομαι.

ΜΙΝ. Καὶ πάνυ, εἴ γε ἀποτίνειν τὴν ἀξίαν δίκαιον.

ΣΩΣΤ. Ὅμως ἀπόκριναί μοί, ὦ Μίνως· βραχὺ γάρ τι ἐρήσομαί σε.

ΜΙΝ. Λέγε, μὴ μακρὰ μόνον, ὡς καὶ τοὺς ἄλλους διακρίνωμεν ἤδη.

ΣΩΣΤ. Ὁπόσα ἔπραττον ἐν τῷ βίῳ, πότερα ἑκὼν ἔπραττον ἢ ἐπεκέκλωστό μοι ὑπὸ τῆς Μοίρας;

ΜΙΝ. Ὑπὸ τῆς Μοίρας δηλαδή.

ΣΩΣΤ. Οὐκοῦν καὶ οἱ χρηστοὶ ἅπαντες καὶ οἱ πονηροὶ δοκοῦντες ἡμεῖς ἐκείνῃ ὑπηρετοῦντες ταῦτα ἐδρῶμεν; [Page 100] ΜΙΝ. Ναί, τῇ Κλωθοῖ, ἣ ἑκάστῳ ἐπέταξε γεννηθέντι τὰ πρακτέα.

ΣΩΣΤ. Εἰ τοίνυν ἀναγκασθείς τις ὑπ᾽ ἄλλου φονεύσειέ τινα, μὴ δυνάμενος ἀντιλέγειν ἐκείνῳ βιαζομένω, οἷον δήμιος ἢ δορυφόρος, ὁ μὲν δικαστῇ πεισθείς, ὁ δὲ τυράννῳ, τίνα αἰτιάσῃ τοῦ φόνου;

ΜΙΝ. Δῆλον ὡς τὸν δικαστὴν ἢ τὸν τύραννον, ἐπεὶ οὐδὲ τὸ ξίφος αὐτό· ὑπηρετεῖ γὰρ ὄργανον ὂν τοῦτο πρὸς τὸν θυμὸν τῷ πρώτῳ παρασχόντι τὴν αἰτίαν.

ΣΩΣΤ. Εὖ γε, ὦ Μίνως, ὅτι καὶ ἄλλα προστίθης τῷ παραδείγματι. ἢν δέ τις ἀποστείλαντος τοῦ δεσπότου ἥκῃ αὐτὸς χρυσὸν ἢ ἄργυρον κομίζων, τίνι τὴν χάριν ἰστέον ἢ τίνα εὐεργέτην ἀναγραπτέον;

ΜΙΝ. Τὸν πέμψαντα, ὦ Σώστρατε· διάκονος γὰρ ὁ κομίσας ἦν.

ΣΩΣΤ. Οὐκοῦν ὁρᾷς ὅπως ἄδικα ποιεῖς κολάζων ἡμᾶς, ὑπηρέτας γενομένους ὧν ἡ Κλωθὼ προσέταττε, καὶ τούτους τιμῶν, τοὺς διακονήσαντας ἀλλοτρίοις ἀγαθοῖς; οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἔχοι τις ἄν, ὡς τὸ ἀντιλέγειν δυνατὸν ἦν τοῖς μετὰ πάσης ἀνάγκης προστεταγμένοις.

ΜΙΝ. Ὦ Σώστρατε, πολλὰ ἴδοις ἂν καὶ ἄλλα οὐ κατὰ λόγον γιγνόμενα, εἰ ἀκριβῶς ἐξετάζοις. ἀλλὰ σὺ τοῦτο ἀπολαύσεις τῆς ἐρωτήσεως, ὅτι οὐ λῃστὴς μόνον, ἀλλὰ καὶ σοφιστής τις εἶναι δοκεῖς. ἀπόλυσον αὐτόν, ὦ Ἑρμῆ, καὶ μηκέτι κολαζέσθω. ὅρα δὲ μὴ καὶ τοὺς ἄλλους νεκροὺς τὰ ὅμοια ἐρωτᾶν διδάξῃς.

NOTES

ΘΕΩΝ ΔΙΑΛΟΓΟΙ

1

Page 1. Προμηθεὺς εἷς τις ἦν τῶν Τιτάνων· ἐβοήθει δὲ τῷ Διΐ τότε, ὅτε ὁ Ζεὺς κατέβαλλε τοὺς Τιτᾶνας εἰς Τάρταρα. ὕστερον δὲ ὁ Προμηθεὺς ἔπλασεν ἄνθρωπον ἐξ ὕδατός τε καὶ γῆς, ἔπλασε δὲ καὶ τὴν πρώτην γυναῖκα Πανδώραν. καὶ πρὸς τούτοις ἅτε φίλος ὢν τοῖς ἀνθρώποις, κλέψας τὸ πῦρ καὶ κρύψας ἐν νάρθηκι, ἄκοντος Διός, ἔδωκε τοῖς ἀνθρώποις. διὰ ταῦτα ὀργισθεὶς ὁ Ζεὺς ἐκέλευσε, προσηλῶσαι τὸν Προμηθέα ἐν Καυκάσῳ ὄρει· προσηλωθέντος δὲ τοῦ Προμηθέως τὸ ἧπαρ κατήσθιεν ἢ γὺψ ἢ αἰετὸς καθ᾽ ἡμέραν, τὸ δὲ αἰεὶ νυκτὸς ηὐξάνετο.

4. πέδαι· δεσμὰ σιδηρᾶ.

6. κείρεσθαι· τέμνεσθαι.

9. δημιουργῶ· ποιῶ· τέκτων γὰρ ὁ δημιουργός, ὃς τέχνην ἔχων ἐργάζεται.

10. ἐν τῇ νομῇ τῶν κρεῶν· περὶ τούτου μῦθος ἦν τοιόσδε. πάλαι μὲν γὰρ ἦν τις ἔρις τοῖς τ᾽ ἀνθρώποις καὶ τοῖς θεοῖς ἐν Μηκώνῃ· τότε δ᾽ ὁ Προμηθεύς, βοῦν σφάξας, διένειμε τὰ κρέα τοῦ βοός, δύο μέρη ποιήσας· ὧν θάτερον μὲν ὧδ᾽ ἐποίησε· τάς τε σάρκας καὶ τὰ ἔγκατα κατέθηκεν ἐν ῥινῷ, καλύψας γαστρὶ βοείῃ· θάτερον δ᾽ ὧδε· τὰ ὀστᾶ κατεκάλυψε δημῷ, ὥστε καλόν τι φαίνεσθαι. ὁ δὲ Ζεὺς ἰδὼν τὸν δημόν, ᾑρεῖτο τοῦτο τὸ μέρος, ἐπεὶ δ᾽ ᾔσθετο ἀπατηθείς, ὠργίσθη. ὀργισθεὶς δὲ οὐκ ἤθελε δοῦναι τὸ πῦρ τοῖς ἀνθρώποις· τὰ δὲ λοιπὰ οἶσθά που.

πῑμελή· δημός. ἄλλο μὲν δῆμος, ἄλλο δὲ δημός· διαφέρει δὴ ὁ τόνος.

14. προσηλωμένος· ἥλοις προσπατταλευθείς.

16. πολλοστημόριον· πολλῶν μορίων ἕν, ὥστε μικρότατον δὴ μέρος εἶναι ὧν δεῖ.

18. ἀμισθί· ἄνευ μισθοῦ.

19. μηνύσω· ἀγγελῶ· ὁ δὲ μηνύσας, μηνυτὴς καλεῖται.

ἀναγκαῖον ἐστίν, ἐὰν ἀνάγκη ᾖ εἰδέναι· ἀνάγκη δὲ τὸ ἄφυκτον.

20. κατασοφίζῃ· πείθεις σοφίσμασιν, θωπεύεις, ἀπατᾷς.

21. τί πλέον· τί κέρδος. ὁ γὰρ πλεονέκτης κερδαίνει.

22. ἀπορεῖ τινος, ὃς ἂν μὴ ἔχῃ, ἄπορος ὤν· τὸ δ᾽ ἐναντίον εὔπορος, εὐπορῶ.

23. τεχνάζων· τέχνας πορίζων καὶ δόλους καὶ ἀπάτας.

Page 2. 3. ἀξιόπιστος· ἄξιος πίστεως, ἄξιος πιστευθῆναι.

4. μαντευόμενος· προλέγων ὡς μάντις, λέγων τὰ ἀφανῆ.

6. Θέτις νύμφη ἦν θαλασσία. τὸ δ᾽ αὐτὸ μαντεῖον ἦν καὶ περὶ Μήτιδος· ὁ δὲ Ζεὺς φοβούμενος τὸ μαντεῖον, ἔφθη καταπιὼν τὴν Μήτιδα (ἢ Θέτιδα). μετὰ δὲ ταῦτα ἀλγῶν τὴν κεφαλήν, ἐκέλευσε τὸν Ἥφαιστον πλῆξαι τὴν κεφαλὴν τῷ πελέκει· πλήξαντος δὲ τοῦ Ἡφαίστου τὴν κεφαλήν, ἐξέθορεν ἡ Ἀθηνᾶ ὡπλισμένη.

2

19. Γανυμήδης παῖς ἦν κάλλιστος, ὃν ἀφήρπασεν ὁ Ζεὺς ἵνα οἰνοχόος γένοιτο ἐν Ὀλύμπῳ· πρὸς δὲ τοῦτο ἐγένετο αἰετὸς ὁ Ζεύς. ἄρχεται δ᾽ ὁ διάλογος ἐν Ὀλύμπῳ, ἄρτι ἀναλαβόντος τοῦ Διὸς τὸ ἑαυτοῦ σχῆμα.

20. ῥάμφος· ῥύγχος, ῥυγχίον.

ἀγκύλον· οὐκ ὀρθόν, ἀλλὰ ὥσπερ ἡμίκυκλος.

22. πτηνός· πτέρυγας ἔχων, ὡς ὄρνις.

23. καταπτάμενος· πέτονται δὴ οἱ ὄρνιθες, ταῖς πτέρυξι χρώμενοι.

24. ποίμνιον ἂν εἴη, ὅπου πολλὰ πρόβατα ἢ ἄλλα βοσκήματα συλλελεγμένα εἴη. ποίμνη.

25. ἐξερρύηκε· ὅρα τὸ ἐκρέω.

27. μειράκιον καλοῖμεν ἄν τινα μειράκιον πεντεκαίδεκα ἔτη μάλιστα γεγονότα.

Page 3.

2. ἀλλάξας ἐμαυτόν· ἀλλοῖος γενόμενος.

3. Πάν· ἴσθι τὸν Πᾶνα θεὸν ὄντα, ὅνπερ θεραπεύουσιν οἵ τε βουκόλοι καὶ οἱ αἰπόλοι· καὶ ἔχει κέρατα ἐπὶ τοῦ μετώπου, ὥσπερ αἴξ, καὶ αἴγεια σκέλη· συρίττει δὲ τῇ σύριγγι.

4. σῦριγξ· ὄργανον τῆς μουσικῆς, πολλοὺς καλάμους ἔχον συνδεδεμένους.

8. σπήλαιον· ἄντρον.

ἀνδραποδιστὴς ἂν εἴη ὁ θηρῶν ἄνδρας ἐπὶ δουλείᾳ· τοῦτ᾽ ἐστὶ τὸ ἀνδραποδίζειν, οἱ δὲ δοῦλοι καλοῦνται καὶ ἀνδράποδα.

11. ὕοντος· ὕει μὲν ὁ Ζεὺς καταχέων ὑετόν, τοῦτο δ᾽ ὕδωρ ἐστί· καὶ δὴ καὶ ἀστραπὴ καὶ βροντὴ γίγνονται ἐκ νεφελῶν, ἡ μὲν πῦρ οὖσα, ἡ δὲ ψόφος.

14. χάλαζαν καλοῦμεν ὑετὸν πεπηγμένον, ὥστε γενέσθαι κρύσταλλον.

29. μηδαμῶς· μὴ λέγε οὕτως.

ποθῶ· πόθος μ᾽ ἔχει καὶ ἵμερος· ἐπιθυμῶ.

Page 4. 1. ὑπισχνοῦμαι· ἐπαγγέλλομαι ποιήσειν, ὑφίσταμαι, ὑποδέχομαι.

2. λύτρα· ἀμοιβὴν δοὺς τοῦ λύειν, καὶ μισθὸν σωτηρίας, δοίης ἂν λύτρα· ὥσπερ καὶ ἴατρα ἢ ἰατρεῖα τοῦ ἰᾶσθαι μισθὸς ἂν εἴη.

τριετής· τρία ἔτη γεγονώς· τριῶν ἐτῶν.

3. νομή· νομός· οὗπερ νέμεται τὰ βοσκήματα.

4. ἀφελής· γενναῖος ὤν τις καὶ ἄφθονος, ἀφελής ἐστιν.

ἁπλοῦς· οὐ διπλοῦς, εὐήθης.

6. χαίρειν ἐῶμεν ταῦθ᾽ ἅπερ ἀφίεμεν, λανθανόμενοι ὥστε μηκέτι χρῆσθαι.

7. ἐπουράνιος· ἐν τῷ οὐρανῷ.

9. ἀμβροσία· τὸ ἀθάνατον· ἀθανασία· τροφὴ δ᾽ αὕτη τῶν θεῶν, ὥσπερ καὶ τὸ νέκταρ τῶν θεῶν πόσις.

11. ἐγχέοι τις ἂν οἶνον καὶ τὰ τοιαῦτα ἐκ τοῦ πρόχου εἰς τὰ ποτήρια καὶ ἐκπώματα.

15. ἡλικιώτης ὁ τὴν αὐτὴν ἔχων ἡλικίαν καὶ τοσαῦτα ἔτη γεγονώς.

17. ἀστράγαλοι τῷ ὄντι μὲν ὀστᾶ ἐστι τοῦ τραχήλου· ἐχρῶντο δ᾽ αὐτοῖς οἱ Ἕλληνες ὥστε κυβεύειν. ἔβαλλον γὰρ τοὺς κύβους ἐκ πύργου, καὶ οὕτως ἔπαιζον μετ᾽ ἀλλήλων. εἶχον δ᾽ οἱ κύβοι σημεῖα ἐν ἑκάστῳ προσώπῳ, ἕν, δύο, τρία, τέτταρα, πέντε, ἕξ (οἱ δ᾽ ἀστράγαλοι εἰς τὰ τέτταρα μόνον). τὰ δὲ λοιπὰ οἶσθά που· τί μήν;

18. φαιδρὸς μὲν ὁ οὐρανὸς λάμποντος ἡλίου, φαιδρὰ δ᾽ ἡ ἡμέρα, φαιδρὸν δὲ τὰ χαιρόντων ἀνθρώπων πρόσωπον.

20. χρήσιμόν τοι ᾧ χρῆσθαι πάρεστιν.

ποιμαίνουσιν οἱ ποιμένες τὰς ποίμνας.

22. οἰνοχοοῦσιν οἱ οἰνοχόοι τὸν οἶνον ἐκχέοντες.

23. τετάξῃ· τεταγμένος ἔσῃ τάξιν ἔχων.

συμπόσιον γίγνεται ὅπου ἂν συμπίνωσιν οἱ συμπόται· δῆλοι γάρ εἰσι πίνοντες ὁμοῦ.

25. κισσύβιον· ποτήριον ξύλινον ᾧ χρῶνται οἱ ἄγροικοι.

27. διακονῶ· ὑπηρετῶ· διακονεῖ δὲ διάκονος.

Page 5. 4. ὀρέγω· προτείνω, προφέρω.

3

5. Ἥφαιστος· χαλκεὺς καὶ δημιουργὸς τῶν θεῶν.

6. βρέφος· τὸ παιδίον εὐθὺς γενόμενον· γαλαθηνὸν παιδίον.

7. τεχθέν· γενόμενον· τίκτει γὰρ τὸ βρέφος ἡ μήτηρ.

μειδιῶ· γελῶ ἡσύχως ἄνευ ψόφου.

8. ἀποβησόμενον· γενησόμενον.

9. ἦ· ἆρα. μή σε λαθέτω ὁ τόνος, διαφέρει γὰρ καὶ τοῦ ἢ καὶ τοῦ ᾖ· δέδοικα δὴ μὴ ἁμάρτῃς.

10. Ἰαπετὸς πρῶτος ἦν Τιτάνων, πρεσβύτατος οὖν. σὺ δὲ τίνα λέγοις ἂν παλαιότατον τῶν ἀνθρώπων ἀγγλιστί;

πανουργία· κακουργία, ἐπεὶ πάντ᾽ ἂν ποιοίη ὁ κακοῦργος ὥστε ἔχειν ἃ ἂν βούληται.

12. ἀρτίτοκος· νεογέννητος, νεογνός· ἄρτι γεγονώς.

13. Ποσειδῶν ἀδελφὸς μὲν τοῦ τε Διὸς καὶ τοῦ Ἅιδου, βασιλεὺς δὲ τῆς θαλάττης· ἐφόρει δὲ τρίαιναν· καὶ δὴ καὶ ἡ τρίαινα ὄργανον τρεῖς ὀδόντας ἔχον, ᾧπερ ῥαχίζουσιν ἰχθῦς οἱ ἁλιῆς.

15. κολεός· ἐν ᾧ κεῖται τὸ ξίφος.

ἀφοπλίζω· ἀφαρπάζω τὰ ὅπλα.

18. σπάργανα· ἐν τούτοις αἱ τροφοὶ τυλίττουσι τὰ βρέφη, ἀντὶ ἐσθῆτος χρώμεναι.

21. ἐργαλεῖον· ὄργανον ἔργου.

24. ἐπίσκεψαι· προσβλέπειν καὶ ἐλέγχειν τὸ ἐπισκοπεῖν.

ἀκριβῶς· εὖ, καθ᾽ ἕκαστα.

25. πυράγρα· ὄργανον τοῦ τοὺς ἄνθρακας κατέχειν. οὐ γὰρ εἶδες καὶ σὺ ἐν ὑμετέρου πυράγραν παρὰ τῇ ἑστίᾳ κειμένην;

Page 6. 1. ὀξύχειρ· ὀξεῖαν χεῖρα ἔχων.

2. κλεπτική· τέχνη τῶν κλεπτῶν.

4. στωμύλος· λάλος, λαλῶν, πολλὰ λέγων.

ἐπίτροχος· τρέχων τάχιστα· ἐνταῦθα δὲ τρέχει ἡ γλῶττα τοῦ βρέφους.

5. προκαλοῦμαι· καλοῦμαι πρὸς ἅμιλλαν καὶ ἀγῶνα.

καταπαλαίω· παλαίω ὥστε καταβάλλειν τινά.

6. ὑφελών· ὑφαιρεῖ τὼ πόδε σφάλλων τίς τινα, ὥστε καταπεσεῖν χαμαί.

μεταξὺ ἐπαινούμενος· ἐν ᾧ ἐπαινοῦσιν αὐτὸν οἱ ἄλλοι.

7. Ἀφροδίτη (ῑ)· ἡ θεὸς τοῦ ἔρωτος.

κεστός· ζώνη τῆς Ἀφροδίτης.

8. ἀσπάζομαι· περιβάλλω τὰς χεῖρας.

9. κεραυνός· τοῦτον καταρρίπτει ὁ Ζεὺς ἀστράπτων τε καὶ βροντῶν.

10. ὑφείλετο· ἔκλεψεν.

11. γοργός· δεινότατος.

13. τεκμαίρομαι· ἐννοῶ χρώμενος τεκμηρίοις.

14. χελώνη· turtoise.

15. συμπήγνυμι· συζεύγνυμι βεβαίως πολλὰ εἰς ἕν.

πῆχυς· χείρ· κέρας.

ἐναρμόζω· ἐμπήγνυμι ὥστ᾽ εὖ κατακεῖσθαι.

ζυγῶ· ζεύγνυμι.

16. κόλλαβος· κόλλοψ· οἱ δὲ κόλλοπες πάτταλοι.

μαγάς· ζυγόν.

17. μελῳδῶ· μέλος ἐστὶν ᾠδή, ἡδὺς ἦχος.

18. ἐναρμόνιος· ἔχων ἁρμονίαν, εὖ ἠχῶν.

κιθαρίζω· τῇ κιθάρᾳ χρῶμαι.

21. δηλαδή· δήπου· δῆλα ταῦτα δή.

ὑπόπτερος· πτέρυγας ἔχων.

22. ῥάβδος· βακτηρία.

23. ψυχαγωγῶ· τὰς ψυχὰς ἄγω τῶν ἀποθανόντων.

24. παίγνιον· ᾧ ἂν παίζωμεν, παίγνιον τοῦτο.

25. τοιγαροῦν· διὰ ταῦτα, οὖν, ἄρα.

4

Page 7. 1. Ἥφαιστον ἤδη διηγησάμεθα δημιουργὸν εἶναι καὶ χαλκέα τῶν θεῶν· περὶ οὗ καὶ τοιάδε φασίν· χωλὸν μὲν εἶναι τὸν ἕτερον πόδα· γεγαμηκέναι δὲ τὴν Ἀφροδίτην· καὶ πεποιηκέναι θαύματα πολλά, αὐτομάτους τε δίφρους καὶ τρίποδας.

Δία δέ φασι καταπιεῖν τὴν νύμφην Μήτιδα· μετὰ δὲ ταῦτα μεταπέμψασθαι τὸν Ἥφαιστον, τούτου δὲ πλήξαντος τὴν τοῦ Διὸς κεφαλὴν τῷ πελέκει, ἀναπηδᾶν ἐκ τῆς κεφαλῆς τὴν Ἀθηνᾶν ὡπλισμένην.

4. διακόπτω· διατέμνω, σχίζω.

7. πειρᾷ· πεῖραν ποιεῖ σύ, ὥστε ἐλέγχειν· ζητεῖς.

μέμηνα· μανία μ᾽ ἔχει, μαίνομαι· παραφρονῶ· οὔκ εἰμι ἐν ἐμαυτοῦ.

10. ἀπειθῶ· οὐ πείθομαι.

11. καθικνεῖσθαι· καταπλήττειν πελέκει ἢ μάστιγι ἢ βακτηρίᾳ ἢ ἄλλῳ τινί.

μέλλομεν ποιεῖν ἃ ἂν μηκέτι ποιῶμεν, ὥστε χρόνον ἐγγίγνεσθαι. διατρίβομεν χρόνον, δέον ποιεῖν.

12. ὠδίς· ἄλγος καὶ ἀλγηδὼν καὶ ὀδύνη μεγίστη· ἀλγεῖ δὴ τὴν κεφαλὴν ὡς μάλιστα ὁ Ζεύς.

ἐγκέφαλος· τί δῆτ᾽ ἔνεστιν ἐν τῇ σῇ κεφαλῇ, ὦ παῖ; εἰδὼς γὰρ τοῦτο, εἴσῃ ὅτι ἐστὶν ὁ ἐγκέφαλος.

14. ὅρα μὴ ποιήσωμεν· δέδοικα μὴ ποιήσωμεν, ὥστε ἐπιμελοῦ καὶ φυλάττου.

15. ἀναιμωτί· ἄνευ αἵματος.

16. θαρρῶν· ἄνευ φόβου.

17. τὸ συμφέρον· ὃ συμφέρει, τὸ δέον, τὸ εὖ.

18. ἄκων· οὐχ ἑκών, οὐχ ἑκούσιος.

19. ἔνοπλος· ἐν ὅπλοις, ἔχων ὅπλα, ὡπλισμένος.

21. μῆνιγξ ὥσπερ σάκκος τις ἐστίν, ἐν ᾧ κεῖται ὁ ἐγκέφαλος.

22. ἦ που· οἶμαι.

23. πηδᾷ· ἅλλεται.

πυρριχίζει· οἱ πυρριχισταί, ὁπλῖται ὄντες, ἐχόρευον τὴν πυρρίχην, χορὸν ὄντα.

24. ἐνθουσιάζει ὁ κατεχόμενος ὑπὸ θεοῦ ἢ Νυμφῶν· ὅμοιος δ᾽ ὁ ἐνθουσιασμὸς τῇ μανίᾳ.

26. γλαυκῶπις· γλαυκοὺς ἔχουσα τοὺς ὀφθαλμούς.

ἡ κόρυς σῴζει κεφαλὴν ὁπλίτου.

27. μαίωτρα· μισθὸς τῆς γεννήσεως τοῦ βρέφους.

ἐγγυᾶν· ὁ πατὴρ ἐγγυᾷ τινι τὴν θυγατέρα ὅταν ὑπόσχηται ἐκδιδόναι αὐτὴν γυναῖκα.

Page 8. 2. τό γ᾽ ἐπ᾽ ἐμοί· ὅσον γε δύναμαι.

5

8. Ἀσκληπιός, ἄνθρωπος ὢν πρῶτον καὶ ἰατρὸς ἄριστος, εἶθ᾽ ἥρως ἐγένετο, καὶ μετὰ ταῦτα θεός. οἱ δὲ ἀεὶ νοσοῦντες ἐφοίτων ὡς αὐτὸν εἰς τὸ Ἀσκληπιεῖον, ἵνα ὑγιεῖς γένοιντο· πρὸς τοῦτο δὴ ἐνεκάθευδον ἐν τῷ Ἀσκληπιείῳ, ὡς ὑπηρετήσοντος τοῦ θεοῦ.

Τὸν δ᾽ Ἡρακλέα τίς οὐκ οἶδεν ὅστις ἦν; υἱὸς μὲν ἦν Διὸς καὶ Ἀλκμήνης, ἥρως δ᾽ ἰσχυρότατος· βρέφος γὰρ ὢν ἔτι δύο δράκοντας τοῖν χεροῖν ἄγχων διέφθειρεν· ὀκτωκαίδεκα δ᾽ ἔτη γεγονὼς ἀνεῖλε τὸν ἐν Κιθαιρῶνι λέοντα· καὶ μετὰ ταῦτα πολλὰ καὶ ἄλλα ἐποίει, τοὺς λεγομένους ἄθλους, δώδεκα τὸν ἀριθμόν, ὧν πρῶτος ὁ ἐν Νεμέᾳ λέων.

10. ἐρίζω· ἔριν ποιοῦμαι· ἀγωνίζομαι.

ἀπρεπῆ τὰ μὴ πρέποντα· ταῦτα δ᾽ οὐ χρεὼν ποιεῖν.

12. φαρμακεύς· ὃς φαρμάκοις φθείρει ἢ βλάπτει.

13. προκατακλίνεσθαι· παρὰ δείπνῳ κλίνεσθαι πρότερος.

15. ἐμβρόντητος· κεραυνωθείς, κεραυνῷ πεπληγμένος. ὁ γὰρ Ἀσκληπιὸς ὑπὸ Διὸς ἐκεραυνώθη, ἐν ᾧ ἐπειρᾶτο ἰᾶσθαι τὸν Γλαῦκον, νεκρὸν ὄντα, ὥστε ἀναβιώσκεσθαι.

16. ἃ μὴ θέμις· ἃ μὴ δεῖ· οὐ γὰρ ἔξεστι ποιεῖν ζῆν τοὺς νεκρούς.

ἔλεος· οἶκτος.

17. μετείληφας· μοῖραν εἴληφας, μετέσχηκας.

19. καταφλέγω· κατακαίω. ὁ γὰρ Ἡρακλῆς ἀπέθανε τρόπῳ τοιῷδε. ἡ μὲν Δηιάνειρα, γυνὴ οὖσα τοῦ Ἡρακλέους, ζηλότυπος γενομένη, ἔχρισε χιτῶνα τῷ τοῦ Κενταύρου Νέσσου αἵματι, ὅπερ ἐφύλαττε παρ᾽ ἑαυτῇ ὡς φίλτρον δὴ ἔρωτος ὄν. τὸ δ᾽ ἦν ἰὸς τὸ αἷμα. ἐνδὺς μέντοι ὁ Ἡρακλῆς τὸν χιτῶνα ἔθυεν· θερμανθέντος δὲ τοῦ χιτῶνος ὁ ἰὸς μὲν τὸν χρῶτα ἔσηπε, ὁ δὲ τὸν χιτῶνα ἀπέσπα προσπεφυκότα τῷ σώματι· συναπεσπῶντο δ᾽ αἱ σάρκες αὐτῷ. ἀτὰρ ὁ Ἡρακλῆς πυρὰν ποιήσας ἐπέβη· ἐπιβάντος δέ τις ὑφῆψεν. οὕτω δὴ ἀπέθανεν ὁ Ἡρακλῆς.

ὀνειδίζεις· λέγεις ὡς ὄνειδος ὄν· τὸ δ᾽ ὄνειδος αἰσχρόν τι.

20. βεβίωται ἴσα· βίος ἴσος γέγονεν ἐμοί τε καὶ σοί.

21. ἐκκαθαίρω· καθαρὸν ποιῶ.

22. καταγωνίζομαι· ἀγῶνα ποιησάμενος νικῶ.

ὑβριστὴς ὑβρίζει, ὕβριν ποιούμενος.

23. τιμωροῦμαι· δίκην λαμβάνω.

ῥιζοτόμος· καὶ γὰρ ῥίζας τέμνει ὁ ἰατρὸς πρὸς τὰ φάρμακα· ἡ δὲ ῥίζα τὸ κάτω μέρος τῶν φυτῶν τὸ ἐν τῇ γῇ.

ἀγύρτης· φέναξ καὶ γόης, θαύματα μὲν ἐπαγγέλλων, ποιῶν δ᾽ οὐδὲν ὑγιές.

25. ἀνδρώδης· ἀνδρεῖος· πρέπων ἀνδρί.

ἐπιδεδειγμένος· πεποιηκώς.

26. ἔγκαυμα γίγνεται ἐν τῷ σώματι ὅταν πῦρ καύσῃ τὸ σῶμα.

ἰῶμαι· ἰᾶται ὁ ἰατρὸς ποιῶν ὑγιῆ τὸν νοσοῦντα.

27. πρῴην· τρίτη ἡμέρα αὑτηί.

ἡμίφλεκτος ἂν εἴη τις, ἐὰν κατακαῇ τὸ ἥμισυ.

διεφθαρμένος· κατατακείς, ἀπολωλώς.

Page 9. 3. ξαίνειν ἔρια, to card wool.

πορφυρίς· χιτὼν πορφυροῦς.

4. Ὀμφάλη· καὶ γὰρ ὁ Ἡρακλῆς ἤρα οὕτω τῆς Ὀμφάλης, ὥστε δοῦλος γενέσθαι αὐτῆς.

5. μελαγχολῶ· μαίνομαι. ἐνομίζετο γὰρ ὁ μανιώδης ὑπὸ μελαίνης χολῆς μαίνεσθαι.

7. ὀνήσει· ὄφελος ἔσται, ὠφελήσει· τοῦτο γὰρ τὸ ὀνίνημι.

9. Παιών· Ἀπόλλων, ἅτε ἰατρὸς ὤν.

συντριβείς· τριφθείς, θραυσθείς, ὥστε κόμματα γενέσθαι.

12. εἰκός· εὔλογον τὸ εἰκός, καὶ συγγνωστόν.

6

15. σκυθρωπός· οὐ φαιδρὸς τὸ πρόσωπον, οὐχ ἱλαρός.

16. πενθῶ· πένθος μ᾽ ἔχει, ἐν πένθει εἰμί. ὅταν γὰρ ἀποθανῶσιν οἱ φίλοι πενθοῦμεν.

Λάκων· ὁ ἐκ τῆς Λακωνικῆς· μεγίστη δὲ πόλις Λακωνική, Σπάρτη ἐστίν.

20. σχέτλιος· ἄγριος, σκληρός, δυσάλγητος, ὠμόφρων.

24. ἀκούσιος· οὐχ ἑκούσιος· ἄκων, οὐχ ἑκών.

26. δισκεύω· δισκῶ, δίσκον ῥίπτω· ὁ δὲ δίσκος κύκλος χαλκοῦς, ὃν ἔρριπτον οἱ νεανίαι καθ᾽ ἅμιλλαν.

Page 10. 1. κάκιστα ἀνέμων ἀπολούμενος· κατάρα αὕτη· ὥσπερ μὲν γὰρ λέγομεν κάκιστα ἀνθρώπων, τοῦτ᾽ ἐστὶ κακὰ πάντων μάλιστα, ὥστ᾽ οὐκ ἂν γένοιτο κάκιον, οὕτως ἐνταῦθα περὶ ἀνέμων. ὁ δὲ νοῦς, κατάρατος ἄνεμος.

φθονῶ· οἱ φθονεροὶ μισοῦσι τοὺς εὐτυχοῦντας, καὶ βούλονται αὐτοὶ εὐτυχεῖν ἀντ᾽ ἐκείνων.

2. εἴωθα· φιλῶ ποιεῖν, ποιῶ ἑκάστοτε κατ᾽ ἔθος· εἴθισμαι· διατελῶ ποιῶν.

3. Ταΰγετος· ὄρος τῆς Πελοποννήσου, μεταξὺ ὂν τῆς τε Λακωνικῆς καὶ τῆς Μεσσηνίας· ὑψηλὸν δ᾽ ἐστὶ τὸ ὄρος ὁ Ταΰγετος μυρίους πόδας μάλιστα. οἱ δὲ Σπαρτιᾶται ἐνίκησαν ἂν ῥᾳδίως τοὺς Μεσσηνίους εἴ γε μὴ διὰ τοῦτο τὸ ὄρος.

4. ἐνσείω· βίᾳ προσάγω. ὁ γὰρ Ζέφυρος βίᾳ προσέφερε τὸν δίσκον τῷ Ὑακίνθῳ.

7. κατατοξεύω· ὀιστὸν ἀφίημι ἐκ τόξων.

ἐπισπόμενος· ἀκολουθήσας, διώξας.

8. ἄχρι· οὐ λήγω διώκων, πρὶν ἂν ἀφίκωμαι πρὸς τὸ ὄρος.

9. ἐχωσάμην· χώννυμι χῶμα συγχέων γῆν ὥστε σωρὸν γενέσθαι.

Ἀμύκλαι· πόλις τῆς Λακωνικῆς, οὐ μακρὰν τῆς Σπάρτης, ἀπέχουσα δ᾽ εἴκοσιν ὡς εἰπεῖν σταδίους. ἐνταῦθα ἦν ἑορτὴ τὰ Ὑακίνθια.

10. ἄνθος· τοῦ δ᾽ ἄνθους ὄνομα Ὑάκινθος· ἔστι μὴν σημεῖα ἐπὶ τοῦ ἄνθους, ὅμοια τῷ ΑΙ ἢ τῷ ΑΙΑΙ. καὶ μὴν οἵ γε πενθοῦντες τοὺς νεκροὺς ἔκλαιον λέγοντες αἰαῖ· τοῦτο τἄρ᾽ ἐστὶ τὸ αἰάζειν, καὶ τὸ ἐπαιάζειν τῷ νεκρῷ.

13. ἀλόγως· ἄνευ λόγου καὶ νοῦ.

7

16. Λητὼ μήτηρ μὲν ἦν Ἀπόλλωνος καὶ Ἀρτέμιδος, ἔτεκε δ᾽ ἐν Δήλῳ νήσῳ· ἡ γὰρ Ἥρα ἐμίσει τὴν Λητώ, καὶ ἐδίωκε, πέμψασα τὸν δράκοντα Πυθώ· ὥστε ἐφοβεῖτο πᾶσα ἡ γῆ μὴ κακόν τι πάθῃ ὑπὸ τῆς Ἥρας, οὐδ᾽ ἔτλη οὐδεμία γῆ δέξασθαι τὴν Λητώ. ἡ δὲ Δῆλος τότε πλώιμός τις νῆσος, ἔπλει γὰρ ὥσπερ ναῦς, ἀλλ᾽ ἀδήλως ὑπὸ τοῦ ὕδατος· αὕτη δὲ δήλη γενομένη ἐδέχετο τὴν Λητὼ ἀσμένη. καὶ πρὶν τὴν Λητὼ ἀφικέσθαι εἰς τὴν Δῆλον, ἐπηξεν [typo: read 'ἔπηξεν'] ὁ Ζεὺς τὴν νῆσον καὶ ἐρρίζωσεν· ἐνταῦθα δ᾽ ἴσθι τὴν Λητὼ τεκοῦσαν τὼ παῖδε.

20. Ἥφαιστος γάρ, υἱὸς ὢν Ἥρας, χωλὸς ἦν καὶ αἰσχρός· ὥστε λέγει κατ᾽ εἰρωνείαν ἡ Λητώ, ὡς εἰκάσαι.

21. χωλός· τὸν ἔτερον πόδα οὐκ ἀρτίπους ὤν.

22. τεχνίτης· ἔμπειρος τέχνης.

κατακοσμῶ· πάντα τίθημι ἐν κόσμῳ καὶ παρασκευάζω πάσαις παρασκευαῖς.

23. σπουδάζω· θεραπεύω· τὸ δ᾽ ἐναντίον ἐστὶ τὸ καταφρονῶ.

24. ἀρρενικός· ὥσπερ ἀνήρ.

25. ὄρειος· ἐν ὄρεσιν οἰκοῦσα.

Σκυθία· ἦν γὰρ ἐν Χερρονήσῳ Ταυρικῇ ἄγριον γένος Σκυθῶν, οἱ τοὺς ξένους ἔθυον τῇ αὑτῶν θεῷ· ταύτην δὲ τὴν θεὸν ἐκάλουν Ἀρτέμιδα οἱ Ἕλληνες. περὶ δὲ τούτων πεποίηκεν ὁ Εὐριπίδης τραγῳδίαν, τὴν Ἰφιγένειαν ἐν Ταυροῖς.

26. ξενοκτονοῦσα· κτείνουσα τοὺς ξένους.

Page 11. 1. ἀνθρωποφάγοι ἀνθρώπους ἐσθίουσιν.

2. προσποιεῖται· ἀξιοῖ οἷός τ᾽ εἶναι, λόγῳ μέν, ἔργῳ δ᾽ οὔ.

3. μαντεύεται ὁ μάντις, ὢν προφήτης τῶν θεῶν· καὶ χρῆται μαντείᾳ.

4. ἐργαστήρια· οἱ ἐργάται ἐργάζονται ἐν ἐργαστηρίοις· δημιουργοὶ δηλαδή· λέγει δὲ ταῦθ᾽ ὡς καταφρονοῦσα τοῦ Ἀπόλλωνος· φαῦλον γάρ τινα καλεῖ αὐτὸν ἀντὶ θεοῦ, τὰ δὲ μαντεῖα ὥσπερ ἐργαστήρια σκευῶν ἀνθρωπίνων.

5. ἡ Κλάρος ἐγγὺς ἦν Κολοφῶνος, ἐν Ἰωνίᾳ τῆς Ἀσίας· ἐν ᾗ μαντεῖον ἦν τοῦ Ἀπόλλωνος. τίς δ᾽ ἀγνοεῖ ἕτερον ὂν ἐν Δελφοῖς; τὰ μέντοι Δίδυμα τρίτον μαντεῖον, ἐν Ἰωνίᾳ καὶ αὐτό, οὗπερ οἱ Βραγχίδαι ἱερῆς ἦσαν κατὰ γένος.

ἐξαπατᾷ· ἀπατᾷ εὖ, ψεύδει, κλέπτει τὸν νοῦν, δολοῖ, παρακρούεται, περιέρχεται. ἀπατᾷ δ᾽ ὃς ἂν λάθῃ ποιῶν.

6. χρωμένους· χρῇ μὲν ὁ θεός, χρῶνται δ᾽ αὐτῷ οἱ ἐρωτῶντες· τὰ δ᾽ ὀνόματα χρησμὸς καὶ χρηστήριον.

λοξός· οὐκ ὀρθός.

ἐπαμφοτερίζοντα· ἀμφίλογα, δύσκριτα, δυσμαθῆ, ἀμφισβητήσιμα· οἷα ἑρμηνείαν ἐνδέχεται διπλῆν ἐπ᾽ ἀμφότερα.

7. ἐρώτησις· ἐρώτημα· τὸ ἐρωτώμενον.

8. σφάλμα κτλ. ἵνα μὴ ᾖ κίνδυνος μηδείς, ἐὰν σφαλῇ, καὶ ἐὰν μὴ ὀρθῶς ἀποκρίνηται.

9. ἀνόητος· ἄνευ νοῦ· ὃς ἂν μὴ νοῦν ἔχῃ, μῶρος ὤν.

παρέχοντες κτλ. ἐῶντες τὸν θεὸν ἐξαπατᾶν αὑτούς.

10. συνετός· σοφός, ἐπιστήμων.

11. τερατεύομαι· τέρατα καὶ θαύματα λέγω, ἅτε γόης ὢν καὶ φέναξ καὶ ἀγύρτης.

13. Δάφνη· ἤρα γὰρ τῆς Δάφνης ὁ Ἀπόλλων, νύμφης οὔσης· καὶ ἐδίωκε· διώκοντα δὲ φεύγει ἡ Δάφνη καὶ φρούδη ἦν, ἀντὶ δὲ τῆς νύμφης ἰδοὺ φυτόν, ὃ καλοῦμεν δάφνην.

14. κομήτης· μακρὰν τὴν κόμην ἔχων. οἶσθα δήπου τοὺς ἀστέρας τοὺς κομήτας, διὰ τί οὕτω καλοῦνται. εἰ δὲ μή, φεῦ τῆς ἀμαθίας.

15. καλλίτεκνος· ἔχων καλὰ τέκνα.

Νιόβη ἡ Ταντάλου ἑπτὰ μὲν ἔτεκεν υἱούς, ἑπτὰ δὲ θυγατέρας· δι᾽ ὃ εὐτεκνοτέρα ἔφη εἶναι τῆς Λητοῦς, ἅτε δύο ἐχούσης· διὰ ταῦτ᾽ ἀγανακτήσασα ἡ Λητώ, τήν τ᾽ Ἄρτεμιν καὶ τὸν Ἀπόλλωνα παρώξυνε κατ᾽ αὐτῶν, ὥστε τὰς μὲν θυγατέρας ἐπὶ τῆς οἰκίας κατετόξευσεν Ἄρτεμις, τοὺς δ᾽ υἱοὺς κοινῇ πάντας ἐν Κιθαιρῶνι κυνηγετοῦντας Ἀπόλλων ἀπέκτεινεν. ἀλλ᾽ ὅμως ἐσώθη τῶν μὲν ἀρρένων Ἀμφίων, τῶν δὲ θηλειῶν Χλῶρις. αὐτὴ δὲ Νιόβη Θήβας ἀπολιποῦσα ὡς τὸν πατέρα Τάνταλον ἧκεν εἰς Σίπυλον, κἀκεῖ τῷ Διὶ εὐξαμένη τὴν μορφὴν εἰς λίθον μετέβαλε, καὶ καταρρεῖ δάκρυα νύκτωρ καὶ μεθ᾽ ἡμέραν κατὰ τοῦ λίθου. καὶ δὴ καὶ νῦν ἴστε φανερὸν ὄντα τὸν λίθον ἐγγὺς τῆς Σμύρνης.

17. ψευδόμαντις· ψευδὴς μάντις· τὸ δ᾽ ἐναντίον ἂν εἴη ἀληθόμαντις.

21. ἐγέλασα· γελῶ ἀκούουσα· χρῶνται γὰρ τῷ ἀορίστῳ οἱ Ἀττικοὶ οὐ μόνον λέγοντες τὰ γεγενημένα, ἀλλὰ καὶ τὰ παρόντα ἐνίοτε, ἐάν τι πάθωσιν ἀπροσδοκήτως. τοιοῦτό τοι καὶ τὸ ἐπῄνεσα ἀντὶ τοῦ ἐπαινῶ ὅτι εἶπας.

22. Μαρσύας σάτυρος ἦν, ὃς ἀγῶνα μουσικῆς κατέστησε τῷ Ἀπόλλωνι· νικηθεὶς δὲ δίκην ἔδωκε τῷ θεῷ, ἀποδαρεὶς τὸ δέρμα.

23. νῦν δέ· ὥσπερ ἐστίν, ὡς ἔχει τὸ πρᾶγμα τῷ ὄντι.

24. ἁλούς· νικηθείς.

26. Ἀκταίων κυνηγετῶν ἐν ὕλῃ κατὰ τύχην εἶδε τὴν Ἄρτεμιν· ἡ δ᾽ ἀγανακτήσασα ἐποίησε κατακτείνειν αὐτὸν τοὺς κύνας, ὡς θηρίον τι ὄντα δῆθεν.

27. αἶσχος· ὅτι αἰσχρὰ ἦν καὶ οὐ καλή.

Page 12. 1. ἀδεῶς· ἄνευ δέους· ἀφόβως. ἀδεὴς γὰρ ὃς ἂν μὴ φοβῆται μηδέν. τὸ δ᾽ ὄνομα, ἄδεια.

8

6. κατηγωνίσω· ἀγωνιζόμενος ἐνίκησας.

7. Ῥέα· Κυβέλη μήτηρ θεῶν.

8. ἄπυρος· ἄνευ τοῦ πυρός, οὐδὲ καίων οὐδέν.

δᾴς· πεύκη ἢ ξύλον φλεγόμενον.

9. ὀιστός· τόξον. φυλάττουσι δ᾽ οἱ τοξόται τὰ τόξα ἐν φαρέτρᾳ, τὴν δὲ φαρέτραν ἀναδέουσιν ἐπὶ τοῦ νώτου.

ἄστοχος· ἄνευ στόχον, ἄνευ βολῆς ὀιστοῦ· στοχάζονται γὰρ τοῦ σκοποῦ οἱ τοξόται, στοχασάμενοι δ᾽ ἢ τυγχάνουσι τοῦ σκοποῦ ἢ ἁμαρτάνουσιν αὐτοῦ.

10. δέδια· δέδοικα καὶ διὰ δέους εἰμί· φοβοῦμαι. ὃν γὰρ ἂν φόβος ἔχῃ, δέδιεν.

11. χαροπός· φαιδρούς τε ἔχων τοὺς ὀφθαλμοὺς καὶ γλαυκούς. τὸ δὲ χρῶμα ταὐτὸ τῇ θαλάττῃ.

ἐντεινάμενος· ἐπειδὴ παρεσκευασάμην τὸ τόξον ἐντείνας τὸ νεῦρον.

12. ἐπισείω· κινῶ ἔνθα καὶ ἔνθα.

λόφος· ὄγκος κόμης ἐπὶ τῆς κόρυθος.

ἐκπλήττω· φοβῶ σφόδρα.

13. ὑπότρομος· τοιοῦτός τις τρέμει ὀλίγον.

17. προσίεται· δέχεται ἄσμενος ὁ προσιέμενος.

18. ὑφορᾶται· ὑποβλέπει μεθ᾽ ὑποψίας, ὡς δεινὸν τι προσδοκῶσα.

19. παρέπτην· ὅσα πτέρυγας ἔχει, πέτεται.

20. δοράτιον· δόρυ.

21. διαπείρασα· διατρήσασα. τετραίνοι δ᾽ ἂν τις, εἰ ὀξύ τι διώσαι διά τινος· αὐτίκα μάλα τὸ κρέας τετραίνει ὀβελοῖς ὁ μάγειρος.

23. ἀπειλεῖ ὃς ἂν κακὰ ποιήσειν ὑπόσχηται.

δρῑμύς· ὠμός, ὀξύς.

24. ἐχίδναις κατάκομον· ἔχον ἐχίδνας ἀντὶ κόμης· ἡ δ᾽ ἔχιδνα εἶδος δρακόντων ἂν εἴη.

25. μορμολύττεται· φοβεῖται σφόδρα· καὶ γὰρ φοβοῦσι τὰ παιδία αἱ τροφοί, λέγουσαι μορμώ, μορμώ· καὶ μὴν ἥ γε μορμὼ τέρας ἐστίν.

Page 13. 2. Γοργώ· ἦσαν μὲν τρεῖς αἱ Γοργόνες, Σθενὼ Εὐρυάλη Μέδουσα, τούτων δὲ θνητὴ μόνη ἡ Μέδουσα· εἶχον δὲ τὰς κεφαλὰς περιπεπλεγμένας ἐχίδναις, τοὺς δ᾽ ὀδόντας μεγάλους ὡς συῶν, καὶ τὰς χεῖρας χαλκᾶς, καὶ πτέρυγας χρυσᾶς δι᾽ ὧν ἐπέτοντο· ἐποίουν δὲ λίθους τοὺς ἰδόντας. ἀτὰρ τῆς Μεδούσης τὴν κεφαλὴν ἐπειδὴ ἀπέταμεν ὁ Περσεύς, ἀπέδωκε τῇ Ἀθηνᾷ· ἡ δ᾽ Ἀθηνᾶ ἐφόρει τὴν κεφαλὴν ἐπὶ τῆς λεγομένης αἰγίδος.

ἀλλὰ τὰ τοῦ Περσέως, ὅπως ἀπέκτεινε τὴν Μέδουσαν, μῦθος ἄξιος μὲν ἀκούειν, μακρὸς δὲ λέγειν· ὥστ᾽ ἀναβάλλομαι τοῦτό γε εἰς καιρόν.

3. ἄτρωτος· ἄνευ τραύματος, οὐ τραυματισθείς. τραῦμά τοι γίγνεται ὅταν τις τιτρώσκῃ, δόρατι ἢ τόξῳ βαλὼν ἢ ξίφει παίσας.

ἔξω βέλους οὗτός ἐστιν, ὃς ἂν πορρωτέρω ἀπῇ ἢ ὥστε τυγχάνειν τῷ βέλει.

6. αἰδοῦμαι· αἰδώς μ᾽ ἔχει, αἰσχύνομαι.

8. κηλῶ· ἐπᾴδω· προσάγομαι τῇ ἐπῳδῇ.

19. ἑκηβόλος· ὁ βάλλων μακρὰν τὰ βέλη.

9

22. γαλήνη γίγνεται, ὅταν ἡσυχάζῃ ἡ θάλαττα. ἐνταῦθα διαλέγεται ὡς νύμφη οὖσα.

25. συνεστιῶμαι· ἡ μὲν ἑστίασις δεῖπνον μέγιστον· ὁ δ᾽ ἑστίασιν διδοὺς τοῖς φίλοις ἑστιᾷ αὐτοὺς ἑστιάτωρ ὤν· οἱ δ᾽ ἑστιῶνται.

26. ἀκύμαντος· ἄνευ κυμάτων.

Page 14. 3. Θέτις νύμφη ἦν θαλαττία, Πηλεὺς δ᾽ ἔγημε τὴν Θέτιν καὶ ἐγέννησε τὸν Ἀχιλλέα.

4. Ἀμφιτρίτην ἔγημε Ποσειδῶν.

6. λαθοῦσα· λανθάνοι τις ἄν, εἰ μηδεῖς βλέποι.

7. κροτῶ· χαίροντες κροτοῦμεν τὰς χεῖρας.

10. κυλινδεῖται ἐπὶ γῆς σφαῖρα ἀφιεμένη.

11. ἐξεπίτηδες· ἐπίτηδες, ἐκ παρασκευῆς, ἑκουσίως.

13. ἀναγιγνώσκει τις γράμματα, λέγων τε καὶ εἰδὼς τὸν νοῦν.

14. Νηρηΐς· νύμφη θαλαττία· Νηρεὺς γὰρ ὁ Πόντου θεὺς μὲν θαλάττιος, πατὴρ δὲ τῶν Νηρηΐδων.

15. ἀντιποιοῦμαι· ἀξιῶ ἔχειν.

18. προχωρεῖν πόρρω ἰέναι.

27. διαιτητής· ἐάν τινες ἀμφισβητῶσι περί τινος πράγματος, καὶ ἐπιτρέπωσιν ἄλλῳ τὸ πρᾶγμα κρῖναι, διαιτητὴς μὲν οὗτος, δίαιτα δὲ ἡ πρᾶξις.

28. ἀμβλυώττω· ἀμβλὺς μὲν ὁ μὴ ὀξύς· ὃς δ᾽ ἂν ἀμβλυτέρους ἔχῃ τοὺς ὀφθαλμούς, ἀμβλυώττει, ὥστε μὴ εὖ καθορᾶν.

10

Page 15. 5. βουκόλος νέμει βοῦς.

8. δικάζω· δικαστής εἰμι, καὶ κρίτης, ὥστε κρίνειν τὰ ἀμφισβητούμενα.

9. ἆθλον· μισθὸς ἀγῶνος. διὰ ταῦτα καλοῦνται οἱ ἀγωνιζόμενοι ἀθληταί.

11. ἀπωθοῦμαι κτλ. οὐκ ἐθέλω διαιτητὴς γενέσθαι, ἐπειδὴ φιλῶ ὑμᾶς οὐχ ἄλλην ἀλλὴς μᾶλλον, ἀλλὰ πάσας ὁμοίως.

12. εἴ γε ἦν· (ἀλλ᾽ οὔκ ἐστιν).

ἡδέως· ἀσμένως.

14. καλλιστεῖον· ἆθλον τοῦ κάλλους. οὕτω καὶ ἀριστεῖον τὸ τῆς ἀρετῆς ἆθλον.

ἀπεχθάνεσθαι· ἐχθρὸς γενέσθαι, μισεῖσθαι.

15. ἐπιτήδειος· πρέπων.

18. ἀφελής· ἁπλοῦς, γενναῖος.

ἀπαξιῶ· οὐκ ἄξιον εἶναι νομίζω.

20. Μῶμος· ὁ Νυκτός, ὥσπερ θεός τις· ἀλλ᾽ ἐστὶ τῷ ὄντι μῶμος μομφή. οὗτος οὖν ὁ Μῶμος μέμφεται πάντα πᾶσιν.

22. μωμῶμαι· μέμφομαι.

23. ἀρέσκω· ἐάν τι μοι ἀρέσῃ, δέχομαι αὐτὸ ἡδέως.

25. ἐπιτραπῇ· ἐάν τις ἐπιτρέπῃ δίαιταν τῷ δεῖνα, ὁ δεῖνα ἐπιτρέπεται τὴν δίαιταν.

Page 16. 2. ἐρυθριῶ ἐρυθρὸς γενόμενος τὰς παρειάς.

3. ἐπινεύω· ἐπαινῶ, φημί. τὸ δ᾽ οὔ φημι, ἀνανεύω. καὶ γὰρ αἴρουσι μὲν οἱ Ἕλληνες τὴν κεφαλὴν ἐὰν ἀπαρνῶνται· καθιᾶσι δ᾽, ἐὰν ἀγαπῶσιν.

8. ἡγοῦμαι· ἡγεμών εἰμι, πορεύομαι πρῶτος, ἄγω.

ἀκολουθεῖ δ᾽ ὁ ἑπόμενός τε καὶ ὕστερον πορευόμενος.

10. ἱκανός· δυνατός, οἷός τε· ὅπερ ἅλις, τοῦθ᾽ ἱκανόν.

12. πρὸς ἐμοῦ κτλ. ὅτι δίκαιος ὁ δικαστής, τοῦτο χρήσιμον ἐμοί.

19. προσέχειν· τὸν νοῦν προσέχειν.

21. ἄλλως· μάτην· μηδὲν ἔχων ἐν νῷ, ἄλλως ποιοίη τις ἄν.

22. ἰδίᾳ· χωρὶς τῶν ἄλλων.

κοινολογοῦμαι· λόγους ποιοῦμαι μετά τινος.

25. πολυπραγμονῶ· πολλὰ πράττω καὶ μὴ πρέποντα. αὕτη δὲ πολυπραγμοσύνη ἢ ἀλλοτριοπραγμοσύνη.

Page 17. 2. φιλόδοξος· ὃς ἄν φιλῇ τὴν δόξαν.

3. εἰκάζομεν ἃ μὴ ἴσμεν, ἐὰν τεκμήρια ἔχωμεν.

4. ὀρέγομαι· ποθῶ, χρῄζω.

6. ἐγκαλῶ· ὁ ἀδικούμενος ἐγκαλεῖ τῷ ἀδικοῦντι τὴν ἀδικίαν· τοῦτο δ᾽ ἔγκλημα.

7. μεμψίμοιρος ἐκεῖνος, ὃς ἂν μέμφηται τοῖς θεοῖς ὅτι τοιαύτην δεδώκασι μοῖραν.

9. σχεδόν· μόνον οὐ· σχεδὸν ταῦτα, παραπλήσια.

10. μειονεκτεῖν· μεῖον ἔχειν, μὴ ἴσον ἔχειν ἀλλ᾽ ἔλαττον. τὸ δ᾽ ἐναντίον, πλεονεκτεῖν καὶ πλεονέκτης.

11. μεταξύ· ἐν μέσῳ.

18. λαιός· ἀριστερός.

19. πλευρά· δύο πλευρὰς ἔχει ἕκαστος· ἔστι δὲ τῷ ὄντι ἡ πλευρὰ ὀστοῦν· καὶ ἔχομεν ἐν τῷ σώματι πολλὰς πλευράς, τὰς μὲν ἀριστερὰς τὰς δὲ δεξιάς.

22. βοΐδιον· μικρὸς βοῦς. λέγοι δ᾽ ἄν τις καὶ καταφρονῶν καὶ ὑποκοριστικῶς τὸ βοΐδιον.

24. σκόπελος· τὸ ἄκρον τοῦ ὄρους.

θέω· τρέχω.

καλαῦροψ· βακτηρία ἀγροίκων καὶ κυνηγετῶν.

25. ἀνείργω· κωλύω.

σκίδνημι· σκεδάννυμι, διασπείρω πανταχοῦ.

28. πλησίον· ἐγγύς.

29. βαδίζω· βαίνω, ὁδοιπορῶ.

Page 18. 5. ἔμπειρος ὃς ἂν ἐμπειρίαν ἔχῃ, εὖ εἰδὼς περὶ ὁτουοῦν πράγματος.

7. Ἀγχίσης (ῑ) γὰρ ἀνὴρ ἦν τῆς Ἀφροδίτης, πατὴρ δ᾽ Αἰνείου.

9. σκῶμμα· οἱ σκώπτοντες πειρῶνται γέλωτα ἐμποιεῖν· τοῦτο δὲ σκῶμμα.

11. ἐνδιέτριψα· χρόνον διέτριψα ἐν Ἴδῃ, πρὶν καὶ νῦν ἀφικέσθαι.

13. κουφίζω· αἴρω, ὥστε κοῦφον δοκεῖν καὶ μὴ βαρύ.

18. τιάρᾱ (ᾱ) καὶ κυρβασία καὶ πῖλος καλεῖται· τὸ δὲ σχῆμα τοιοῦτο, οἷον παρ᾽ ἡμῖν ἐφόρουν ποτὲ οἱ Γαλλοὶ οἱ ἐλευθερίαν ἰσομοιρίαν φιλαδελφίαν ἐπαινοῦντες.

26. πλανῶμαι· πορεύομαι ἔνθα καὶ ἔνθα· ἆρ᾽ οὐ μέμνησαι τῶν πλανήτων ἀστέρων;

Page 19. 1. ἀποστέλλω· ἀποπέμπω.

ὠχριᾷ τις ὅταν λευκὸς γένηται ὁ χρώς, εἴτε διὰ φόβον εἴτε δι᾿ ἄλλο τι.

10. παράδοξα τὰ παρὰ δόξαν γενόμενα, τὰ μὴ κατὰ δόξαν· ἀλλοῖα τοῦ εἰκότος.

μεῖζον ἢ κατὰ βουκόλον, ἐπειδὴ οὐχ ὁρῶσι τοιαῦτα οἱ βουκόλοι, οὐ γὰρ πάρεστιν.

11. ἁβρός· μαλθακὸς καὶ κομψὸς καὶ τρυφῶν τις.

ἀστικός· τοῦ ἄστεος· ἐναντίος τοῦ ἀγροίκου.

17. ἐπερείδεται ἡ ὄψις, ὅταν τις βεβαίως ἀποβλέπῃ πρός τι.

ἔχομαι· ἀντιλαμβάνομαι.

20. περικέχυται κτλ. ἔστι γὰρ ὁ βουκόλος ἐν μέσῳ αὐτῶν κάλλος στιλβουσῶν, ὥσπερ ἐν ἡλίου φάει.

22. Ἄργος, φύλαξ τῆς Ἰνοῦς, ὁ πανόπτης λεγόμενος, ὀφθαλμοὺς εἶχεν κατὰ πᾶν τὸ σῶμα.

24. συμβέβηκε· τετύχηκε· γέγονε κατὰ τύχην τινά.

27. ἀναδύομαι· ἀποκνῶ ὥστε μὴ ποιεῖν· τὸ δ᾽ ἀναδῦναι τὸ ἀποφυγεῖν.

Page 20. 2. ἁμαρτία γίγνεται ὁπόταν ἁμάρτωμεν τοῦ εὖ, ὥσπερ μὴ τυχόντες τοῦ σκοποῦ.

3. περαίνω· τὸ πᾶν ποιήσας τελῶ καὶ τελευτῶ· κυρίως δὲ περαίνομεν ποταμὸν καὶ θάλατταν καὶ ὁδόν, διαβαίνοντες.

7. φαρμακίς· γυνὴ ἔμπειρος φαρμάκων. αὗται δὴ γοητεύουσι τοὺς πιστεύοντας.

9. καλλωπίζω· καλὸν ποιῶ.

ἐντετριμμένην χρώματα· ἥτις ἐνετρίψεν ἑαυτῇ χρώματα.

13. ψῑλός· γυμνός.

15. ἐλέγχω· ἐξετάζω. ἐλέγχου δὲ γενομένου πάντα τοιαῦτ᾽ ἂν φαίνοιτο, οἷα καὶ ἔστι.

19. τεράστιος· τέρατα καὶ θαύματα ποιῶν.

22. γλαφυρός· χαρίεις, κομψός, ἥδιστος.

προσαγωγός· ὃς ἂν προσάγῃ τι πρὸς ἑαυτόν.

25. ἀμφίβολος· οὐκ εἰδὼς τί ποιῇ.

26. σπῶ· ἕλκειν τὸ σπᾶν. εἴ τις εἷλκεν, ἔσπα ἄν.

Page 21. 2. ψῆφος· λίθος· οἱ γὰρ δικασταὶ δικάζοντες ψήφους καταβάλλουσιν εἰς ὑδρίας δύο, εἰς μὲν τὴν ἑτέραν ἐὰν ἀποψηφίζωνται καὶ ἀπολύωσιν, εἰς δὲ τὴν ἑτέραν ἐὰν καταγνῶσίν τινος.

4. τὰ ἡμέτερα· ἡ κρίσις ἡ ἐμή.

5. πεπράξεται· τετελεσμένα ἂν εἴη, οἶμαι.

8. πολεμιστής· δεινὸς πολεμεῖν.

18. ὁποῖον κτλ. σὺ καλὸς εἶ, εἴ τις καὶ ἄλλος· ὁρῶ δὲ σὲ εἴ τινα καὶ ἄλλον, καλὸν ὄντα.

19. μακαρίζω· νομίζω μάκαρα καὶ εὐδαίμονα δή.

20. αἰτιῶμαι· μέμφομαι, κατηγορῶ.

22. ἐρημία νῦν ἦν ἄν, εἰ μηδεὶς παρῆν ἐνταῦθα.

23. ἀπολαύω· γεύομαι· μετέχω.

ἀπονίνημι· ὄφελος δίδωμι· οἱ δὲ λαβόντες ἀπόναιντ᾽ ἄν.

25. χωρῖτις· γυνὴ τῆς χώρας.

Page 22. 6. κύκνου· καὶ γὰρ πατὴρ ἦν ὁ Ζεὺς κύκνος γενόμενος· ἡ δὲ Λήδα λέγεται τεκεῖν δύο ᾠά, καὶ ἐξ ἑτέρου μὲν ἐξελθεῖν τὴν Ἑλένην, ἐκ δ᾽ ἑτέρου Κάστορά τε καὶ Πολυδεύκην.

9. γυμνάς· εὖ γεγυμνασμένη, ἔμπειρος τῆς γυμναστικῆς.

10. περισπούδαστος κτλ. τοσοῦτοι ἐβούλοντο γαμεῖν.

11. ἄωρος· πρὶν ὥραν γάμου εἶναι.

12. οὐ μὴν ἀλλά· πρὸς τούτοις, ὅμως. οὐδὲν κωλύει μὴ οὐ καὶ τοῦτ᾽ εἶναι.

13. μνηστεία ἐστι, ὅταν μνηστῆρες μνηστεύωσι γυναῖκα, ζητοῦντες αὐτὴν γαμεῖν.

14. ἀπαντῶσιν οἱ συνελθόντες εἰς ἕνα τόπον.

21. ἀποδημεῖ ὃς ἂν ἀπολίπῃ τὴν πατρίδα· κατελθὼν δὲ ἐπιδημεῖ. εἰ γὰρ σὺ νῦν ἐν Ἑλλάδι ἦσθα, ἀπεδήμεις ἄν.

εἰς θέαν· ὥστε θεᾶσθαι καὶ ὁρᾶν.

Page 23. 6. προμνήστρια παρασκευάζει τὸν γάμον· γραῦς δ᾽ ἐστὶν αὕτη, καὶ διαλέγεται τοῖς τοκεῦσι τοῦ τε νυμφίου καὶ τῆς νύμφης. νυμφαγωγὸς δ᾽ αὖ καλεῖται διότι προσάγει τὴν νύμφην.

ἀμείβομαι· ἀμοιβὴν ποιοῦμαι, διδούς τι ἀντί τινος.

8. ἑορτάζω· ἑορτὴν ἄγω. ἦν γὰρ ἔθος ἑστιᾶν τοὺς φίλους καὶ ὁπότε γαμοίη τις καὶ ὁπότε νικήσαι τοῖς ἀγῶσιν.

9. ἔνεστιν· πάρεστιν, δυνατόν ἐστιν. ἔνεστι μὲν τῷ δυναμένῳ· ἔξεστι δὲ ἐὰν μηδεὶς κωλύῃ· πάρεστι δ᾽ ὃ ἂν οἷόν τ᾽ ᾖ γενέσθαι.

11. ἀμελῶ τινος, ἐὰν μηδέν μοι μέλῃ.

12. ἐπομνύναι, ἐπόμνυσθαι· ἐάν τις λέγῃ ὅρκον προσθείς, ἐπόμνυσιν.

11

22. ὑπεροπτικά· ὡς καταφρονῶν.

ἀπίθανα· οἷα οὐκ ἂν εἴη ἀληθῆ.

23. σειρά· σχοινίον, ἅλυσις.

24. κρεμάννυμι· ἐάν τι ἀπαρτηθῇ ἀπὸ τοῦ ἄνω, ἐκρεμάσθη.

βιάζομαι· βίᾳ πειρῶμαι.

Page 24. 1. μετεωρίζω· ἄνω ἀνέλκω· ἀνασπῶ.

3. ἀρνοῦμαι· οὔ φημι.

4. ὑπερφέρω· ὑπερβάλλω, ἰσχυρότερός εἰμι.

5. κἄν· καὶ ἐάν.

8. φλυᾱρία· λῆρος. φλυαρεῖ δέ τις λέγων μάταια.

10. στέγοι ἂν τἀπόρρητα ὃς μηδὲν λέγοι ἀλλὰ κρύπτοι πάντα.

11. γελοῖος· ἄξιος γέλωτος.

14. ἐπανίστασθαι· ἐπανάστασιν ποιεῖσθαι· τὸ ἔριν καὶ στάσιν ποιεῖσθαι τοῖς ἐν τέλει, τοῦτ᾽ ἐστὶ τὸ ἐπαναστῆναι.

ἐπιβουλεύουσι δ᾽ οἱ λάθρα ποιούμενοι βουλὴν κοινῇ· αὕτη δ᾽ ἐπιβουλή.

15. παντοῖος ἦν δεδιώς· ἐς πᾶσαν ἰδέαν φόβου κατέστη.

17. ἐλεήσασα· οἰκτίσασα, δι᾽ οἴκτου οὖσα.

Βριάρεως γίγας ἦν ἑκατὸν χεῖρας ἔχων.

18. αὐτῷ κεραυνῷ· ἅμα τῷ κεραυνῷ, καὶ μετὰ τούτου.

19. ἐπῄει μοι· εἰς τὸν νοῦν εἰσῆλθεν.

κόμπος ἐστίν, ἐάν τις μέγα λέγῃ, μείζω μὲν οὖν ἢ ὥστε δύνασθαι.

20. ἀσφαλής· ἀκίνδυνος· οὐκ ἔστι γὰρ ὅπως οὐ σφάλλεται ὁ ἁμαρτῶν.

Ἐὰν σὺ ἀναγιγνώσκων μὴ συνίῃς ὅ τί ποτ᾽ ἐστὶν ὁ μῦθος οὗτος, ζήτει ἐν βιβλίῳ ὀγδόῳ τῆς Ἰλιάδος· καὶ ἤδη κατ᾽ ἀρχὴν ἀκούσῃ τοῦ Διὸς οὕτω πως λέγοντος.

12

Ὅδε ὁ διάλογος περὶ Φαέθοντος συγγέγραπται.

25. ἅρμα· ἅμαξα, δίφρος, ἐλαύνει τοι τέθριππον ὁ Ἥλιος.

26. κρύος· ψῦχος, ψυχρότης.

Page 25. 1. κομίζω· φέρω.

συνταράττω· ἄνω κάτω ποιῶ ἅπαντα.

2. συνείς· τὸ ἐπίσταμαι ταὐτὸ τῷ συνίημι.

3. λείψανον· τὸ λελειμμένον· μικρόν τι μέρος λειφθέν.

4. ἡνίοχος οὗτος ὃς ἡνιοχεῖ, ἔχων τε τὰς ἡνίας καὶ ἐλαύνων τοὺς ἵππους· οὕτω καὶ ὁ διφρηλάτης ἐλαύνει τὸν δίφρον.

6. χαλεπαίνω· χαλεπῶς φέρω καὶ ὀργίζομαι.

7. ἱκετεύω· λιπαρῶ· αἰτῶ μετ᾽ εὐχῆς καὶ λιτῆς.

8. τηλικοῦτος· οὕτω μέγας.

9. ἀκρίβεια (ῑ)· τὸ ἀκριβές, τὸ πάντ᾽ εἶναι κατὰ κόσμον καὶ ὡς δεῖ.

10. οἴχεται· ἀπόλωλεν, διεφθάρη.

11. θῡμός· ὀργή, λῆμα.

12. συνέχω χαλῑνόν· ὀπίσω σπῶ αὐτόν, οὐδὲ χαλῶ.

19. ἀντεῖχον κτλ. ἠναντιούμην μὴ ἐλαύνειν, οὐδ᾽ ἤθελον παραδοῦναι αὐτῷ τὸ τέθριππον.

20. καταλῑπαρῶ· ἱκετεύων κρατῶ, ὥστ᾽ ἔχειν τοῦθ᾽ ὃ βούλομαι.

21. ἀναβιβάζω· ποιῶ ἀναβαίνειν.

ὑπεθέμην· ἐδίδαξα.

23. κατάντης· κλινόμενος κάτω.

24. ἐγκρατής· κράτος ἔχων· νωμῶν.

25. ἡλίκος· ὡς μέγας.

26. ὀρθήν· προσθὲς τὸ ὁδόν.

27. ἐπικύπτω· προτείνων τὴν κεφαλὴν καθορῶ.

ἐξεπλάγη· φόβῳ τοι ἐκπληττόμεθα.

Page 26. 2. ἀφείς· ἀποβαλών.

3. ἄντυξ· κωλύει ἡ ἄντυξ μὴ ἐκπεσεῖν τινα ἐκ τοῦ δίφρου· ἀλλὰ τόν γε Φαέθοντα οὐκ ἐκώλυσεν ἡ ἄντυξ μὴ οὐκ ἐκπεσεῖν.

4. πένθος· ἄλγος, ἀλγηδών, λύπη.

5. ἱκανός· ἅλις.

6. συγγνώμην ἔχω· συγγιγνώσκω· ὁ δὲ συγγνοὺς οὐκέτι δίκην λαμβάνειν βούλεται οὐδὲ τιμωρεῖσθαι.

7. παρανομῶ· παρὰ τοὺς νόμους ποιῶ.

διάδοχος· ἐὰν ἕτερος ἀφ᾽ ἑτέρου λάβῃ, διαδέχεταί τε καὶ διάδοχός ἐστιν.

9. πυρώδης· πυρφόρος, πῦρ ἔχων.

10. Ἠριδανὸς ποταμός ἐστι τῆς Ἰταλίας· ἀγγλιστὶ Pο.

11. ἤλεκτρον· ἀγγλιστὶ amber.

12. κατέᾱγε· κατέρρηκται, κατατέθραυται.

13. ῥῡμὸς δίφρου τὸ ξύλον ἂν εἴη, τὸ ἐν μέσῳ τῶν ἵππων.

τροχός· κύκλος.

13

24. ἴχνος· σημεῖον εἴτε ποδὸς εἴτ᾽ ἄλλου τινός. οὐκ ἂν λάθοι τραύματα γενόμενα, τὰ γὰρ ἴχνη ἔστιν ἰδεῖν ἐν τῷ προσώπῳ.

25. ἀνταγωνιστὴς ὁ ἐναντίος ἐν ἀγῶνι ὤν.

πυκτεύομεν παίοντες πὺξ ἀλλήλους· συνελίττομεν γὰρ τοὺς δακτύλους, τύπτομεν δὲ τοῖς κονδύλοις· κόνδυλος δ᾽ ἂν εἴη τὸ ἔξω τῆς χειρός. ἀλλ᾽ ἐὰν πλατείᾳ τῇ χειρὶ πατάξωμεν, τύπτομεν ἐπὶ κόρρης.

26. Ἰάσων (ᾱ) ὑπὸ Πελίου ἐπέμπετο ὡς κομιούμενος τὸ χρυσόμαλλον δέρας· τοῦτο δ᾽ ἐν Κόλχοις ἦν ἐν Ἄρεος ἄλσει κρεμάμενον ἐκ δρυός, ἐφρούρει δὲ δράκων ἄυπνος. ἔπλει οὖν ὁ Ἰάσων ἔχων ἑταίρους πολλοὺς τοὺς Ἀργοναύτας, καὶ ναῦν τὴν Ἀργώ. ἦλθον δ᾽ ἄλλοσέ τε καὶ πρὸς τὴν Βεβρύκων γῆν, ἧς βασιλεὺς ὢν Ἄμυκος πάντας τοὺς ξένους τοὺς ἀεὶ ἀφικνουμένους ἠνάγκαζε πυκτεύειν καὶ οὕτως ἀπέκτεινεν. οὗτος δὴ ἐκαλεῖτο καὶ τούτων τὸν ἄριστον ἐπὶ πυγμήν· ὁ δὲ Πολυδεύκης πλήξας κατὰ τὸν αὐχένα ἀπέκτεινεν αὐτόν.

Page 27. 3. ὤνησας· ὠφέλησας· εὖ ἐποίησας καὶ χάριν οἶδά σοι.

4. ἡμίτομον· τὸ ἥμισυ τοῦ ὀστράκου· ἑκάτερος γὰρ ἐφόρει τοῦτο καὶ τἄλλα σημεία ἅπερ λέγει, ὥστ᾽ οὐκ ἂν ῥᾳδίως λάθοιεν ἐξ ᾠοῦ πεφυκότες.

7. ἀτάρ· ἀλλά, μέντοι.

13. ἐνείμαντο ὥστε ἔκαστον ἔχειν μέρος.

14. νομή· τὸ νέμεσθαι· δῆλοι δή εἰσιν οὐ σοφῶς νειμάμενοι· μωρίαν δ᾽ ὀφλισκάνουσιν.

18. παιδοτρίβης διδάκει τοὺς ἐφήβους γυμνάζεσθαι.

21. ἀργός· ἄνευ ἔργου· εἰ δὲ σὺ ἀργὸς ἦσθα νῦν, καὶ σὺ ἂν μωρίαν ὠφλίσκανες.

εὐωχοῦμαι· ἑορτάζω, ἑστιῶμαι.

23. καθιππάζεσθαι· ἐφ᾽ ἵππων ὀχεῖσθαι κατὰ θάλατταν.

24. χειμάζεται ναύτης ἐν θυέλλαις καὶ χειμῶσι καὶ κύμασιν ἄνω κάτω φερόμενος.

ΕΝΑΛΙΟΙ ΔΙΑΛΟΓΟΙ

1

Δωρίς τε καὶ Γαλατεία νύμφαι ἐνάλιοι.

Page 28. 2. Σικελός· ἡ Σικελία τοι τυγχάνει οὖσα νῆσος, ἐγγὺς Ἰταλίας κειμένη· ἐν αὐτῇ δ᾽ ἡ Αἴτνη.

ἐραστὴς ἐρᾷ κόρης, καὶ βούλεται γαμεῖν αὐτήν.

3. ποιμὴν ποιμαίνει ποίμνας, νέμων αἶγάς τε καὶ πρόβατα. εἴθ᾽ ὤφελον ἐγὼ ποιμὴν εἶναι· τοῦτ᾽ ἐστὶ γὰρ τὸ κατὰ φύσιν ζῆν.

7. ἄγριος· ὠμός, οὐχ ἥμερος. ἄγριος δ᾽ ἂν ἦσθα, εἰ μὴ εὖ ἐπαιδεύθης.

λάσιος· πολλὰς τρίχας ἔχων.

ἄμορφος· αἰσχρός, οὐ καλός.

8. μονόφθαλμος ἂν ἦσθα σύ, εἰ εἶχες ἕνα ὀφθαλμὸν μόνον.

ὀνῆσαι· ὠφελῆσαι· τὸ δὲ ῥῆμα, ὀνίνημι.

11. ἐπιπρέπει· εὖ ἔχει, καλός ἐστιν ὁρᾶν.

12. μέτωπον· τὸ μεταξὺ τῆς τε κόμης καὶ τῶν ὀφρύων.

ἐνδεής τις ἐστιν, ἐὰν δέῃ τινός.

15. ἐρώμενον κτλ. ἔοικας καὶ σὺ ἐρᾶν αὐτοῦ μᾶλλον ἢ σοῦ ἐκεῖνος.

16. ὀνειδιστικόν· χαλεπῶς φέρω σοῦ οὕτως ὀνειδίζοντος.

18. σκοπή· ἐκ σκοπῆς περισκοποῦσιν οἱ σκοποί τε καὶ φύλακες, μή τι κακὸν ἐπέλθῃ ἀπροσδόκητον.

19. ᾐών· αἰγιαλός· οὗτος δὲ τυγχάνει ὢν τὸ παραθαλάττιον.

ῥίζα· τὸ κάτω μέρος τοῦ ὄρους, οὗπερ κλίνεται πρὸς τὸ πεδίον, αὕτη κινδυνεύει εἶναι ῥίζα.

21. ἀπομηκύνεται (ῡ)· μακρός ἐστι· τὸ γὰρ μῆκος τυγχάνει ὂν μακρότης.

22. ἐπέχω· προσέχω· ταὐτὸ δ᾽ ἂν ἦν, εἰ εἶπεν, ὅτι ἐμὲ μόνην προσέβλεπεν ὁ Πολύφημος.

23. ἀνῑᾷ· ἀεὶ τὸ λυπηρὸν κινδυνεύει ἀνιᾶν ἡμᾶς.

δεῖγμα δεικνύει· τεκμήριον γὰρ ὁμοῖον τῷ δείγματι τυγχάνει ὄν.

24. παρορῶ ὅταν ἄλλοσε ἀποβλέψω, ὥστε μὴ τοῦτό γ᾽ ὁρᾶν· ἐν οὐδενὶ λόγῳ ποιοῦμαι, οὐδένα λόγον ποιοῦμαί τινος.

Page 29. 2. ἐπίφθονος ὢν τυγχάνει ᾧ ἂν φθονῶσιν ἄλλοι· ζηλωτός.

4. συνήθης κυρεῖ ὢν ὁ εἰθισμένος· εἰ γάρ τι γένοιτο κατ᾽ ἔθος, τούτου συνήθης ἂν εἴη τις. οὗτος οὖν φιλεῖ ἐσθίειν τύρου καὶ πίνειν γάλακτος.

6. τυγχάνω ὤν· κυρῶ ὤν, κινδυνεύω εἶναι· εἰμὶ κατὰ τύχην.

8. χρόα· χρώς· τὸ ἔξω τοῦ σώματος, δέρμα.

10. ἐρύθημα· ὅταν ἐρυθριῶμεν, ἐρυθραὶ γίγνονται αἱ παρειαί· τοῦτο δὴ ἐρύθημα τυγχάνει ὄν.

12. οἱοσδήποτε· οἷός ἐστι· καὶ ἐὰν ᾖ τοιοῦτος.

13. πορθμεὺς πορθμεύει τοὺς ἐπιβάτας διὰ τοῦ πορθμοῦ ἐν τῷ πορθμείῳ· τὸ δὲ πορθμεῖον τυγχάνει ὂν πλοῖον. νῦν μέντοι λέγει τὸν πορθμὸν τῆς τε Σικελίας καὶ τῆς Ἰταλίας· οὗτος δὲ ἐγγὺς ὢν τυγχάνει τῆς Αἴτνης· καὶ ἑτέρωθε μὲν ἡ Χάρυβδις, ἑτέρωθε δ᾽ ἡ Σκύλλα. νῦν δ᾽ οὐκέτι φαίνεται ἡ Σκύλλα· φεῦ τοῦ σεισμοῦ.

16. κωμάζοιεν ἂν οἱ κωμασταὶ κῶμον ποιούμενοι· καὶ γὰρ ἑορτὴν ἄγοντες, ἢ ἑστιώμενοι, ἐβάδιζον δᾷδας ἔχοντες καὶ ᾄδοντες παρὰ τοὺς φίλους. τοιοῦτος ἂν τύχοι ὢν ὁ κῶμος.

17. ὀγκᾶται ὁ ὄνος ὥσπερ καὶ μῡκᾶται ὁ ταῦρος, καὶ βαΰζει ὁ κύων αὗ αὗ, καὶ μηκᾶται τὸ πρόβατον βῆ βῆ, καὶ κοΐζει ὁ χοῖρος γρῦ γρῦ, καὶ δὴ καὶ ἡ γλαῦξ βύζει κικκαβαῦ κικκαβαῦ.

πηκτὶς τυγχάνει οὖσα λύρα.

20. νεῦρα ὥσπερ σχοινία τυγχάνει ὄντα ἐν τῷ σώματι τῶν ζῴων.

μελῳδῶ· μέλος ᾄδω· τὸ δὲ μέλος ἂν τύχοι ὂν ᾠδή τις καὶ ᾆσμα.

21. ἀπῳδός· πλημμελής· ὅ τι ἂν μὴ ἡδὺ ᾖ μηδ᾽ ἐμμελές.

22. ὑπηχεῖ ἡ λύρα τῇ φωνῇ· ὁ μὲν γὰρ ᾄδων κρέκει τὴν λύραν, ἡ δὲ ὑπηχεῖ κρέκοντος αὐτοῦ.

κατέχειν κτλ. οὐκ ἀνεκτὸν ἦν μὴ οὐ γελᾶν· πῶς οὐκ ἠμέλλομεν γελᾶν;

23. Ἠχὼ νύμφη τυγχάνει οὖσα, ἥτις ταῖς φωναῖς ἀντιφωνεῖ τι ἀντίφωνον.

27. ἀθυρμάτιον κινδυνεύει εἶναι μικρὸν ἄθυρμα· τοῖς δ᾽ ἀθύρμασι παίζειν φιλεῖ τὰ παιδία.

ἄρκτος ζῷον τυγχάνει ὄν, λάσιον, ἄγριον, ὃ περιβάλλει τῷ κυνηγῷ τοὺς ἐμπροσθίους πόδας ὥστ᾽ ἄγχειν αὐτόν.

2

Page 30. 9. κατάρᾱτος· κάκιστ᾽ ἀπολούμενος. καταρώμεθα γὰρ τοῖς ἐχθίστοις· αὕτη δὲ κατάρα τυγχάνει οὖσα.

10. μεθύσας· διδοὺς οἶνον ὥστε μεθυσθῆναι· μεθύσκεται γὰρ ὁ πιὼν οἴνου ὑπὲρ μέτρον.

ἐκτυφλῶ ποιῶν τυφλόν, τοὺς ὀφθαλμοὺς ἐκκόψας.

κοιμᾶταί τις νυστάζων ἵνα καθεύδῃ, κλιθείς τ᾽ ἐπὶ κλίνης καὶ κλῇσας τοὺς ὀφθαλμούς.

ἐπιχειροῦσιν οἱ χεῖρα ἐπιφέροντες καὶ πειρώμενοι ποιεῖν τι, ἢ οἱ προσπίπτοντές τινι.

13. ἀποκαλοίη τις ἂν εἰ καλοίη μὴ ὀρθῷ ὀνόματι χρώμενος.

16. Ἰθακήσιος· ἐξ Ἰθάκης, νήσου οὔσης ἐγγὺς τῆς Κεφαλληνίας.

Ἴλιον· Τροία.

17. εὐθαρσὴς ὢν τυγχάνει ὁ θαρρῶν εὖ καὶ μηδὲν δεδιώς.

19. κατέλαβον· εὗρον.

20. δῆλον ὅτι· δήπου.

21. πῶμα· ἔπεστι τοῖς ἄγγεσι τὸ τοιοῦτον, ὥσπερ στέγος τῇ οἰκίᾳ· ἐνταῦθα δὲ κλῄει τὸ τοῦ ἄντρου στόμα.

23. ἐναύω· ἀνακαίω.

ἐναυσάμενος· πῦρ καύσας ἐμαυτῷ.

25. εἰκός· κατὰ λόγον.

λῃστής· ὁ βία ἁρπάζων τὰ μὴ ἑαυτοῦ.

Page 31. 2. εὔοσμος· ὄζων εὖ· ἡδεῖαν ὀσμὴν ἔχων.

ταραχώδης ὁ ταράττων· οὗτος δ᾽ ὁ οἶνος ἔτυχε ταράξας τὸν νοῦν τὸν τοῦ Πολυφήμου.

4. σπήλαιον· ἄντρον.

5. ἐν ἐμαυτοῦ ἦν· κυρίως μέν, ἐν τῇ ἐμαυτοῦ οἰκίᾳ· νῦν δ᾽, ἔνδον ἐμαυτοῦ· ὁ μὲν γὰρ ἔνδον ἑαυτοῦ ἔννους τυγχάνει ὤν, ὁ δ᾽ ἐκτὸς ἑαυτοῦ ἄνους.

6. ἀποξύνω (ῡ)· ὀξὺν ποιῶ.

μοχλός· ξύλον μέγα τε καὶ μακρόν.

πυρώσας· τὸ πυροῦν, καίειν ἐν πυρί. οὕτω δὴ ποιήσας σκληρὸν ποιεῖ τὸν μοχλόν.

προσέτι· πρὸς τούτοις.

10. ἐξέθορες· τὸ θρῴσκειν, πηδᾶν· (θοροῦμαι, ἔθορον).

13. ῥᾷον· ῥᾴδιον μᾶλλον.

22. μελαγχολᾶν· μαίνεσθαι.

ᾤχοντο· οἴχομαι ἀπιὼν καὶ φροῦδός εἰμ᾽ ἤδη· ἔφθασα ἀπιών, ἔφθην ἀποφυγών.

23. ἐξαπατῶσιν οἳ ἂν λάθωσι ποιοῦντές τι.

26. ἀμυνοῦμαι· ἀπώσω.

27. πήρωσις ὀφθαλμῶν καὶ ἄλλων μελῶν γένοιτ᾽ ἂν εἴ τις βλάπτοι ἢ διαφθείροι.

Τὰ περὶ τοῦ τ᾽ Ὀδυσσέως καὶ τοῦ Κύκλωπος ζητητέα ἐν τῷ ἐνάτῳ τῆς Ὀδυσσείας· οὐ γὰρ εὐμαθῆ ταῦτα, ἐάν γε μὴ πρότερον ἀναγνῷς τὰ Ὁμηρικά.

3

Page 32. 3. ἅλμη· ἅλς, ἁλμυρὸν ὕδωρ, θάλαττα.

4. ἀναπαύω ἐμαυτὸν ὅταν τελευτήσω. εἰ σὺ ἐπαύσω ἀναγιγνώσκων, οὐκ ἂν νῦν ἀνεγίγνωσκες ταῦτα.

5. συνεστώς· οὐ διακεχυμένος.

6. ῥεῖθρον· ῥεῦμα· τὸ ῥέον.

ἀμιγής· οὐ μιχθεῖς τῇ θαλάττῃ.

16. νησιῶτις· ἐν νήσῳ οὖσα. ὁ δ᾽ ἄρρην νησιώτης.

19. διαυγής· καὶ γὰρ διαλάμπει τὸ φῶς· καθαρὸν λέγει τὸ ὕδωρ τῆς πηγῆς.

ἀναβλύζει πηγῆς ὕδωρ· πρὸς δὲ τούτοις καὶ τὸ ὕδωρ τὸ ζέον ἐπὶ πυρός, καὶ τοῦτο βλύζει.

20. ἐπιπρέπει· ὅρα σελίδα εἰκοστὴν τρίτην.

ψηφίς (ῑ)· ψῆφος μικρά.

21. ἀργυροειδής· ὥσπερ ἄργυρος· ἀργυραῖ δὲ τυγχάνουσιν οὖσαι αἱ δραχμαί.

26. Ἀρκάς· ἐξ Ἀρκαδίας.

Page 33. 1. ἐπείγομαι· σπεύδω, κατὰ σπουδὴν διώκω.

περίεργος· πολυπράγμων· μάταιος, ἄκαιρος.

4. συναυλία γίγνεται, ὅταν μίαν αὐλὴν καὶ οἰκίαν κοινῆ ἔχωσιν ἀνήρ τε καὶ γυνή.

4

Ὅμηρος ἐν τετάρτῳ τῆς Ὀδυσσείας διηγεῖται τὰ περὶ τοῦ Πρωτέως, τοῦ ἁλίου γέροντος. Μενέλεως γάρ, ἀπὸ Τροίας πλέων ἐφ᾽ Ἑλλάδος, κατείχετο ἐν Αἰγύπτῳ, οὐκ ὄντος οὐρίου ἀνέμου. ἐπεὶ δ᾽ οὐκ ᾔδειν ὅ τι ποιοίη, ἐκέλευσεν αὐτὸν θυγάτηρ Πρωτέως αἱρεῖν τὸν πατέρα· ἐκεῖνον γὰρ ἐρεῖν τὰ πάντα. φιλεῖν δε κοιμᾶσθαι τῆς μεσημβρίας, περὶ δ᾽ αὐτὸν καὶ τὰς φώκας. τότε δεῖν αἱρεῖν αὐτόν, φθάσαντα πρὶν ἐγερθῆναι· τὸν δὲ γενήσεσθαι πάντα, ὅσα τε γίγνοιτο ἑρπετὰ ἐπὶ γῆς καὶ ὕδωρ καὶ πῦρ· εἰ δὲ κατέχοι βεβαίως πιέζων, τέλος γενήσεσθαι πάλιν οἷος καὶ ἦν τὸ πρίν, καὶ εἰ λύσαι, ἐρεῖν ὅ τι ἐρωτῴη. τοῦτ᾽ οὖν ἐποίησεν ὁ Μενέλεως· καὶ δὴ διαλέγονται, ὁ μὲν λύσας, ὁ δὲ λυθείς.

8. ἀπίθανον· οὐχ οἷον πιστεύεσθαι.

φορητός· φορητὰ ταῦτα, ἃ κἂν φέροι τις ἀκούων.

9. ἀλλάττω· μεταβάλλω, ἄλλον ποιῶ· ἐὰν δ᾽ ἀλλαγῇ τις, ἀλλοῖος γίγνεται ἤδη.

12. ἀπιστῶ· οὐ πιστεύω.

15. γοητείᾱ κινδυνεύει εἶναι τέχνη τις τῶν γοήτων καὶ ἀγυρτῶν.‒ἀλλ᾽ ἐστί τοι καὶ νῦν, ὦ μαθητά, τοιαύτη τις τέχνη, οἵα ποιεῖ τοὺς ἀνθρώπους πρῶτον μὲν ὑπνώττειν, εἶτα πιστεύειν γενέσθαι ὅ τι ἂν λέγῃ ὁ γόης.

18. καὶ τίς· σημαίνει αἰεὶ τοῦτο, ὅτι ὁ εἰπὼν οὐ πιστεύει οὕτως ἔχειν τὸ πρᾶγμα.

ἐναργής· δῆλος καὶ φανερός.

20. μεταποιῶ· μεταλλάττω.

21. φαντασίᾱ· ἃ ἂν φαντάζηται, αὕτη φαντασία, λόγῳ ἀλλ᾽ οὐκ ἔργῳ γενόμενα, δοκοῦντα μέν, ὄντα δ᾽ οὔ.

25. πεῖρα γίγνεται, ὅταν πειρώμεθα.

26. πολύπους ἰχθύς τίς ἐστι, ὃς κἂν καλοῖτο ὀκτάπους, πολλοὺς ἔχων πόδας ἢ χεῖρας ἢ πλεκτάνας· ἐν ἄκρῳ δὲ ποδὶ ἑκάστῳ κοτύλαι εἰσίν, αἷς ἀνθάπτεται τῆς πέτρας ὥστε μὴ ἀπολισθάνειν.

Page 34. 6. προσφύς· ἐχόμενος, ἀνθαπτόμενος, ἀντιλαμβανόμενος.

9. ἐοικώς· ὅμοιος τυγχάνει ὢν ὁ ἐοικώς· ἔοικε γάρ.

5

16. Τρίτων (ῑ) μὲν υἱὸς ἦν Ποσειδῶνός τε καὶ Ἀμφιτρίτης (ῑ)· Ἀμῡμώνη δὲ Δαναοῦ θυγάτηρ. καὶ ταύτην ὑπὸ πατρὸς ἐκπεμφθεῖσαν ὡς ὕδωρ κομιοῦσαν, ἥρπαζε σάτυρος· ἔσωσε δ᾽ ὁ Ποσειδῶν, σώσας δ᾽ ἔγημε καὶ αὐτήν. ἀλλ᾽ ἐνταῦθά γε οὐδὲν λέγει ὁ Λουκιανὸς περὶ σατύρων.

18. Λέρνα καὶ ποταμὸς καὶ ἕλος ἐν τῇ Ἀργολίδι· ὁ γὰρ Δαναὸς πρὸς Ἄργος ἦλθε μετὰ τῶν πεντήκοντα θυγατέρων.

19. ὑδρεύομαι· ὕδωρ κομίζω· ὑδροφόρος εἰμὶ φέρων ὕδωρ.

22. θεράπαινα· οἰκέτις· θεραπεύει γάρ· ὁ δ᾽ ἄρρην θεράπων.

26. πυνθάνομαι· ἐρωτῶ ἢ καὶ μανθάνω.

Page 35. 1. σκληραγωγῶ· οὕτως τρέφω ὥστε μαλακὸν μὴ εἶναι.

αὐτουργῶ· αὐτὸς ἐργάζομαι.

2. ἀρύω μὲν ἄλλοις ὕδωρ, ἀρύομαι δ᾽ ἐμαυτῷ.

3. ἄοκνος· ἕτοιμος, ἄσχολος.

6. πολυδίψιος· πολὺ διψῶν. οὕτως καλεῖται τὸ Ἄργος ὑπὸ τῶν ποιητῶν, διότι κόνις ἔνεστι πολλὴ καὶ ὕδωρ σπάνιον.

7. ὑδροφορῶ· ὕδωρ ἀρύομαι.

14. διατριβὴ γίγνεται ὅταν χρόνον διατρίβωμεν.

ζεύγλη βρόχος τίς ἐστιν ἐπὶ τοῦ ζυγοῦ, καὶ διὰ τῆς ζεύγλης διέρχεται ἡ τοῦ ἵππου κεφαλή.

15. σὺ δ᾽ ἀλλά· σὺ δ᾽, ἱκετεύω.

δελφὶς (ῑ) ἰχθύς ἐστί τις· εἶδες γάρ που τοὺς δελφῖνας, χορεύοντας ἐν θαλάττῃ περὶ νεὼς πρῴρας. τὸν δ᾽ Ἀρίονα τίς ἀγνοεῖ, ὅπως ὑπὸ δελφῖνος ἐσώθη;

16. ἱππεύει ὁ ἱππεὺς ἐφ᾽ ἵππου· τί μήν;

19. παρανήχομαι· νέω ἐν τῷ ὕδατι ἐγγύς τινος. νέομεν δ᾽ οὕτω· τὰς μὲν χεῖρας κατὰ ῥυθμὸν προβάλλομεν, τοῖς δὲ ποσὶν ὥσπερ βάτραχοι λακτίζομεν.

21. λοχῶ· λοχᾷ τις κρύψας ἑαυτόν, ἵνα πολέμιον φθάσῃ ἐπιπεσών.

24. ὡραῖος· ἐν ὥρᾳ· ἐν ἀκμῇ τῆς ἡλικίας.

25. συλληπτέα· δεῖ συλλαμβάνειν.

28. βιάζομαι· μετὰ βίας ἄγω.

Page 36. 2. καθέλκω· κατάγω μετὰ βίας.

ἀποπνιγήσομαι· καὶ γὰρ ἀποπνίγονται ἐν μὲν ὕδατι ἄνθρωποι, ἰχθύες δὲ ἐν ἀέρι.

4. οὐδέν κτλ. οὐ μὴ πάθῃς οὐδὲν δεινόν· οὐκ ἔστιν ὅπως πείσῃ οὐδὲν δεινόν.

5. ἐπώνυμος· ἔχων ταὐτὸν ὄνομα σοί.

8. ἀποθανοῦσα· μετὰ γὰρ τὸν θάνατον αἱ ἄλλαι τῶν Δαναίδων ὑδροφόρουν ἐν Ἅιδου· ἀποκτείνασαι γὰρ τοὺς ἄνδρας, δίκην ἐδίδοσαν χέουσαι ἀεὶ ὕδωρ εἰς ὑδρίαν τετρημένην.

6

11. Ἰνοῦς παιδίον· Μελικέρτης. ἔρριψε γὰρ ἑαυτὴν ἡ Ἰνὼ εἰς τὴν θάλατταν μετὰ τοῦ παιδίου· ὀνομάζουσι δ᾽ οἱ ναῦται τὴν μὲν Λευκοθέαν, τὸν δὲ Παλαίμονα, θεοὺς νομίφοντες.

12. Σκιρωνίδες· πέτραι, ἐγγὺς τῶν Μεγάρων.

13. κιθαρῳδός· Ἀρίων.

14. Μήθυμνα πόλις Λέσβου.

ἐξενήξω· ἐξένευσας.

15. Ταίναρον ἀκρωτήριον τῆς Λακωνικῆς.

αὐτῇ σκευῇ· καὶ μετὰ τῆς σκευῆς.

περιεῖδες· τὸ οὐ περιορῶ ἄλλο ἐστὶ τοῦ ἐῶ· τὸ γὰρ οὐκ ἐῶ ταὐτόν ἐστι τῷ κωλύω.

18. ἰχθύες· οἱ λῃσταὶ οἵτινες ἤθελον ἀνδραποδίζειν τὸν Διόνυσον, κελεύοντος τοῦ θεοῦ δελφῖνες ἐγένοντο.

21. χειροῦμαι· κρατῶ, νικῶ· ποιῶ ὑποχείριον. ταὐτὸ δὲ τὸ ὑπάγεσθαι.

24. Περίανδρος Κορίνθου τύραννος.

Page 37. 1. κακοῦργος κακουργεῖ κακουργίᾳ χρώμενος, καὶ κακὰ ἔργα ποιῶν.

4. ἀκροῶμαι· ἀκούω. τὸ δ᾽ ἀκροᾶσθαι, ἀκρόασις.

6. θρῆνος· τοῦτον θρηνοῦσιν ἐπὶ τοῖς νεκροῖς· ὕμνος δ᾽ ἐστὶν ἢ ᾠδή.

Τὸ δὲ τέλος τοῦ μύθου, ὅπως ἥλωσαν οἱ λῃσταὶ καὶ ἔδοσαν δίκην, τίς ἀγνοεί ὑπὸ τοῦ Ἡροδότου εἰρημένον;

7

Ἀθάμας, βασιλεὺς Βοιωτίας, δύο εἶχε τέκνα, υἱὸν μὲν Φρίξον θυγατέρα δὲ Ἕλλην. ἀποθανούσης δὲ Νεφέλης, ἥτις μήτηρ ἦν αὐτῶν, γαμεῖ δευτέραν τὴν Ἰνώ· ἡ δὲ μητρυιὰ οὖσα ἐπεβούλευσε τῷ παιδί· ἔπεισε γὰρ τὰς γυναῖκας φρύγειν τοὺς πυροὺς πρὶν σπείρειν, ὥστ᾽ οὐκ ἀνέδωκεν ἡ γῆ τοὺς ἐτησίους καρπούς· οὐκοῦν ἔπεμψεν ὁ Ἀθάμας εἰς Δελφοὺς ἄνδρας χρησομένους τῷ θεῷ. τοὺς δ᾽ ἔπεισεν ἡ Ἰνὼ ἀγγέλλειν, ὡς εἴη κεχρησμένον, παύσεσθαι τὴν ἀκαρπίαν, ἐὰν σφαγῇ Διὶ ὁ Φρίξος. ἀλλ᾽ ἡ Νεφέλη ἀνήρπασε τόν τε Φρίξον καὶ τὴν Ἕλλην· ἔφερε δ᾽ αὐτὼ κριὸς χρυσόμαλλος δι᾽ οὐρανοῦ. ὡς δ᾽ ἐγένοντο μεταξὺ Σιγείου τε καὶ Χερρονήσου, κατώλισθεν ἡ Ἕλλη εἰς τὴν θάλατταν, ὥστε μετὰ τοῦτο ἐκαλεῖτο Ἑλλήσποντος ἡ θάλαττα. Φρίξος δ᾽ αὖ ἀφίκετο εἰς Κόλχους, ὧν βασιλεὺς ἦν Αἰήτης· ὁ δὲ Φρίξος ἔθυσε τὸν κριὸν Διὶ (ϊ) Φυξίῳ, καὶ τὸ χρυσόμαλλον δέρας ἔδωκε τῷ βασιλεῖ. τοῦτο τὸ δέρας κάτιστέ που τὸν Ἰάσονα μετελθόντα ὕστερον.

15. στενός· οὐκ εὐρύς· λέγει δὲ τὸν πορθμόν.

18. ταφῇ· θάπτομεν νεκρὸν τιθέντες ἐν τάφῳ.

ἐπιχώριοι· οἱ ἐν τῇ χώρᾳ.

20. ἐλεῶ· οἰκτίρω (ῑ), δι᾿ οἴκτου εἰμί.

21. μητρυιά· δευτέρα γυνὴ μητρυιά ἐστι τοῖς τῆς προτέρας τέκνοις.

23. ψάμμος ἀεὶ κεῖται ἐπὶ τῷ αἰγιαλῷ· τὰ γὰρ τῆς θαλάττης κύματα, κατατρίβοντα τὰς ψήφους, ποιεῖ ψάμμον οὕτως.

25. τεθάψεται· τεθαμμένον ἔσται.

παραμύθιον (ῡ)· τοῦτο παραμυθεῖται καὶ θέλγει τοὺς λυπουμένους, καὶ κωλύει μὴ λυπεῖσθαι τοσοῦτον.

Page 38. 2. Κιθαιρὼν ὄρος ἐστὶ μεταξὺ τῆς τ᾽ Ἀττικῆς καὶ τῆς Βοιωτίας.

3. ἀγκάλη· ὠλένη· γωνία καὶ ἄρθρον τῆς χειρός.

5. τροφὸς τρέφει τὰ παιδία· τίτθη δὲ γάλα δίδωσιν.

7. ἀχαριστῶ χάριν μὴ εἰδὼς τῶν πεπραγμένων.

10. ὀχεῖται· φέρεται ἐπί τινος εἴτε ζῴου εἴθ᾽ ἁμάξης.

12. φορά· τὸ φέρειν.

ἀήθεια τοὐναντίον τῆς συνηθείας· ταύτην δ᾽ οἶσθα δήπου, ὅ τί ποτ᾽ ἐστίν.

ὄχημα ὀχεῖ καὶ φέρει· τούτοις δὲ ὁ κριὸς ὄχημα, ἅτε φέρων αὐτούς.

14. θάλπος· θερμότης.

ἰλιγγιᾷ τις ὅταν ὥσπερ περιφέρηται ἡ κεφαλή· τοῦτο δὲ πάσχουσιν οἱ ἐν ὑψηλῷ τόπῳ στάντες, καὶ κάτω βλέποντες.

ἀκρατὴς κτλ. οὐκέτι ἀντείχετο τῶν κεράτων, ἀφιεῖσα δὲ κατέπεσεν.

15. τέως· τοσοῦτον χρόνον, εἰς τοῦτο.

8

Περὶ τῶνδε ὅρα τὰ πρότερον εἰρημένα ἐν σελίδι.

22. Ἶρις· ἄγγελος τοῦ Διός.

πλανᾶται πλανήτης φερόμενος ἔνθα καὶ ἔνθα.

23. ὕφαλος· ὑπὸ τῆς ἁλός· ὑπὸ τῆς θαλάττης δῆλον ὅτι.

24. συμβέβηκε· γέγονεν.

26. στηρίζω· πήγνυμι ὥστε βεβαίως στῆναι.

ἀσφαλής· σῶς· ἄνευ κινδύνου.

Page 39. 2. χρείᾱ· χρῆμα, ὠφέλημα.

5. ἐντεκεῖν· ὥστε τεκεῖν ἐν αὐτῷ.

7. γονή· τὸ τίκτειν.

9. ὠδίς (ῑ)· ἄλγος.

10. ὑποδοχή· τόπος τοῦ ὑποδέχεσθαι.

ἀφανής· οὐ φανερός.

12. συνίημι (ῑ)· ἐπίσταμαι, μανθάνω.

13. βυθός· ὅ τε βυθὸς καὶ τὸ βάθος ταὐτόν πως.

17. γαληνός. ἄνευ κυμάτων καὶ θυελλῶν. αὕτη δ᾽ ἡ γαλήνη.

ἐξοιστρῶ· ὁ μὲν οἶστρος μυῖά τις τυγχάνει ὤν, ἥτις κέντρον ἔχουσα κεντεῖ καὶ λυπεῖ τὰ ζῷα· ὥστε πᾶν τὸ οὕτως κεντοῦν κατὰ μεταφορὰν οἰστρεῖν λέγεται. οὗτος δ᾽ ὁ δράκων ἐδίωκε τὴν Λητὼ ὑφ᾽ Ἥρας πεμφθείς.

18. νεογνά κτλ. ὅταν τάχιστα γένηται τὰ τέκνα.

19. τῑμωρῶ· ἀμύνω.

20. εὐτρεπῆ· εὖ κεκοσμημένα.

9

Ὁ μὲν Ξάνθος ποταμὸς τῆς Τρωιάδος· τὰ δὲ νῦν λεγόμενα ζήτει ἐν Ἰλιάδος εἰκοστῷ πρώτῳ.

24. κατάσβεσον. σβέννυμεν πῦρ καὶ φῶς· καὶ ἐπειδὰν τάχιστα σβέσωμεν, οὐκέτι καίεται.

26. ἀπηνθράκωμαι· οἱ ἀνθρακῆς τὰ ξύλα πρῶτον μὲν ὀλίγον ἔκαιον, εἶτ᾽ ἐσβέννυσαν· οὗτοι δ᾽ ἄνθρακες, οὓς καὶ αὖθις ἔκαιον ἐφ᾽ ἑστιᾶς· ὁ δὲ Ξανθός φησιν ὥσπερ ἄνθρακες γεγενῆσθαι.

27. ζεῖ ὕδωρ ἐπὶ πυρὸς ἐν λέβητι ὄν.

Page 40. 4. ἐμφράττω· συγκλῄω. τοὺς νεκροὺς λέγει κωλύειν τὸν ποταμὸν μὴ καταρρεῖν.

5. ἐπικλύζω· πολὺς ῥέω ὥστε καταχεῖν πανταχοῦ τὸ ὕδωρ.

9. πτελέα elm, μυρίκη (ῑ) tamarisk.

10. ἔγχελυς ἰχθὺς ἐστίν, ὅμοιος μὲν ἐχίδνῃ, ἐδώδιμος δέ.

11. ὑπερκαχλάζω· ῥέω ὑπέρ τινος μετὰ ψόφου καὶ πομφολύγων· ὑπερπομφολύζω. ἡ δὲ πομφόλυξ ἔξω μὲν ὕδωρ, ἐντὸς δ᾽ ἀήρ.

12. ξηρός· τοὐναντίον τοῦ ὑγροῦ. ἐὰν δή τι κέηται ἐν ἡλίῳ, ξηραίνεταί τε καὶ ξηρὸν γίγνεται.

ὅπως διάκειμαι· ὡς ἔχω.

14. θολερὸν ὕδωρ οὐ καθαρόν· ταραττόμενον.

15. θέρμη· θερμότης.

16. υἱωνός· υἱὸς υἱοῦ ἢ θυγατέρος. ἡ μὲν γὰρ Θέτις θυγάτηρ θαλάττης, ὁ δ᾽ Ἀχιλλεὺς υἱὸς τῆς Θέτιδος.

17. ὥρμησας· τὸ ὁρμᾶν ταὐτὸ τῷ ἐπελθεῖν καὶ ἐπιπεσεῖν.

αἰδεσθείς· αἰσχυνθείς.

10

24. κῑβωτός· λάρναξ. οὐ πολὺ διαφέρει τῆς λάρνακος ἡ κιβωτός· ἐν δὲ ταῖς λάρναξι νεκροὶ φιλοῦσι κεῖσθαι. ξυλίνη μὲν ἡ κιβωτός, ἡ δὲ λάρναξ εἴτε ξυλίνη εἴτε πηλίνη εἴτε καὶ ἄλλως πως πεποιημένη.

25. βρέφος· νεογνὸν παιδίον τυγχάνει ὂν βρέφος· ἀρτιγέννητον παιδίον, νεωστὶ τεχθέν.

Page 41. 3. ἄθλιος· ὁ κακοδαίμων καὶ κάκιστα πάσχων ἄθλιος ἂν εἴη.

7. θάλαμος· δωμάτιον, οἰκίσκος.

8. οὖν· τῷ ὄντι.

9. ὄροφος· τὸ στέγος, τὸ ἄνω τῆς οἰκίας.

10. κόλπος μεταξύ ἐστι τῶν βραχιόνων· ἀσπαζόμενοι δὲ παιδία λαμβάνομεν εἰς τὸν κόλπον. τῆς δ᾽ ἐσθῆτος ὁ κόλπος ἐκεῖ ἐστιν, οὗπερ κατατίθεμεν τὸ ἀργύριον.

12. ζηλότυπος οὗτος τυγχάνει ὤν, ὃς ἂν μὴ ἐθέλῃ τὸν φίλον φιλεῖν ἄλλον μηδένα.

15. σῑγῶ· σιωπῶ, οὐδὲν λέγω.

16. καταδίκη· ὁ φεύγων δίκην, ἐὰν ἁλῷ, δίκην δίδωσι τῷ διώκοντι· ἡ δὲ ποίνη καλεῖται καταδίκη.

παραιτοῦμαι· αἰτῶ συγγνώμην.

17. πάππος· πατὴρ πατρὸς ἢ μητρός· μητροπάτωρ· τούτου δὲ πατήρ, πρόπαππος.

18. ἄγνοια ἂν εἴη, εἴ τις μὴ γνοίη.

19. ὑποπίμπλαμαι· κατὰ μικρὸν πλήρεις γίγνονται οἱ ὀφθαλμοί.

20. μνημονεύω· μιμνῄσκομαι, μνήμην ἔχω· οὐ λανθάνομαι.

24. Σέρῑφος νῆσος οὖσα τυγχάνει τῶν Κυκλάδων, οὐ πολὺ ἀπέχουσα τῆς Ἀττικῆς.

25. ἁλιεὺς ἁλιεύει αἱρῶν ἰχθῦς.

27. ἀνασπῶ· ἀνέλκω.

11

Page 42. 2. κῆτος· μέγιστον θηρίον θαλάττιον.

6. δέλεαρ τοῦτο τυγχάνει ὄν, ὅπερ περιτίθεμεν τοῖς ἀγκίστροις ἁλιεύοντες· οἱ δ᾽ ἰχθύες καταπίνουσι τά τε δελέατα καὶ τὰ ἄγκιστρα, καὶ ἡμεῖς ἀνέλκοντες τὰ λίνα, ἔχομεν ἤδη τὴν ἄγραν.

λοχῶ· λόχον ποιῶ κρύψας ἐμαυτόν, ἵνα φθάνω ἐπιπεσὼν τοῖς πολεμίοις.

15. σῶστρα· μισθὸς τῆς σωτηρίας ὠνομάσθη σῶστρα, ὥσπερ καὶ τὰ ἴατρα ἢ ἰατρεῖα μισθὸς τοῦ ἰᾶσθαι.

16. ἐκτίνω· ἀποδίδωμι ὡς ὀφειλόμενον.

18. ἐστάλη· ἐπέμφθη.

Γοργόνας· ὅρα σελίδα τεσσαρακαιδεκάτην.

ἆθλος· ἀγών· τὸ δὲ ἆθλον ἐστὶ μισθὸς ἀγῶνος.

19. ἐπιτελῶ· ποιῶ τὸ πᾶν.

21. δύσπορος· χαλεπὸς πορεύεσθαι καὶ οὐ ῥᾴδιος.

23. διαιτῶμαι· οἰκῶ.

26. ἀθέᾱτος· ὃν μὴ ἔξεστιν ὁρᾶν. ἆρ᾽ ἐμνήσθης ὅ τι ἔπασχεν ὁ ἰδών;

Page 43. 2. διηγεῖσθαι· λέγειν.

4. κάτοπτρον τοιοῦτό τι χρῆμ᾽ ἐστίν, ἐν ᾧ βλέπων αἰσθήσῃ εἰκόνα σεαυτοῦ ἐνοῦσαν. ἡμεῖς δ᾽ ὅταν κοσμῶμεν τὴν κόμην, εἰσβλέπομεν εἰς κάτοπτρον, ἵνα μὴ κακῶς κοσμῶμεν.

5. εἰκών· μορφὴ ὁμοία.

7. ἅρπη· μάχαιρα καμπύλη· τῇ γὰρ τοιαύτῃ δρέπουσι τὸν σῖτον οἱ θερισταί.

8. ἀνεγρέσθαι· ἀνεγερθῆναι· καὶ γὰρ ἀνήγροντο ἂν τῷ ψόφῳ.

9. παράλιος· παραθαλάττιος.

11. προβλής· ὁ προβαλλόμενος· τοῦτο δ᾽ ἂν εἴη ἀκρωτήριον.

12. προσπατταλεύω· προσηλῶ· πήγνυμι παττάλοις. τοῖς δὲ παττάλοις συμπηγνύασι τέκτονες καὶ τἄλλα καὶ τὰς κιβωτούς.

καθειμένην κτλ. αἱ κόμαι καθειμέναι ἦσαν, οὐδὲ συνδεθεῖσαι κατὰ κόσμον.

16. διαγιγνώσκω· διανοοῦμαι· ἐν νῷ ἔχω.

17. ὑπεραιωρηθείς· ἄνω ἀρθεὶς ἐν τῷ ἀέρι ὥσπερ τις ὄρνις· τοῦτο γάρ τοι τὸ αἰωρεῖσθαι.

18. πρόκωπος· ἐὰν ἀντιλαβώμεθα τῆς κώπης τῆς ἅρπης, πρόκωπός ἐστιν ἡ ἅρπη. ὁ μέντοι Περσεὺς τῇ μὲν χειρὶ τύπτει, τῇ δ᾽ ἔχει τὴν τῆς Γοργοῦς κεφαλήν.

20. πέπηγε· λίθος γέγονε, ὥσπερ καὶ πήγνυται τὸ ὕδωρ τοῦ χειμῶνος καὶ κρύσταλλός ἐστιν ἤδη.

22. ἀκροποδητί· ἄκροις τοῖς ποσὶ προβαίνων.

23. ὀλισθηρός· ὅπου ἄν τις ὀλίσθῃ ῥᾳδίως, ὀλισθηρὰ ἡ γῆ.

24. ἐν τοῦ Κηφέως οἰκίᾳ.

25. οὐ τὸν τυχόντα· φαῦλός τοι ὁ τυχών.

26. ἄχθομαι· λυποῦμαι, ἀλγῶ.

27. μεγαλαυχεῖσθαι· μέγα λέγειν καὶ κομπάζειν κόμπον.

Page 44. 4. ὑπὲρ τὴν ἀξίαν· μείζω τῆς ἀξίας· πλέον τούτων, ὧν ἄξιός τις ἐστιν.

12

8. πομπή· θέαμα φαιδρὸν οἷον ἀνδρῶν τε καὶ ἵππων καὶ ἁρμάτων, οἷα γίγνεται οὔσης ἑορτῆς.

μεγαλοπρετής· λαμπρότατος ὁρᾶν.

12. οἱ πέμποντες· οἱ μετέχοντες τῆς πομπῆς.

13. ἀπολείπομαί τινος ὅταν μὴ παρῶ ἀλλ᾽ ὕστερον ἔλθω.

25. ἡλικιῶτις· ἡ τῆς αὐτῆς ἡλικίας· ὁ δ᾽ ἄρρην ἡλικιώτης.

Page 45. 2. εὐκαμπής· καμπύλος, οὐκ ὀρθός.

ἥμερος· οὐκ ἄγριος.

σκιρτῶ· τὰ ζῷα σκιρτᾷ, ὥσπερ καὶ ἡμεῖς χορεύομεν. πηδῶ ἄνω κάτω.

3. μῡκᾶται μὲν ταῦρος, μηκᾶται δὲ οἶς· ὅρα καὶ σελίδα εἰκοστὴν τετάρτην.

5. δρομαῖος· δρόμῳ, τρέχων.

8. ἠνεμωμένος· πνέοντος ἀνέμου ἀνεμοῦταί τι.

13. ἀκύμων (ῡ)· γαληνὸς καὶ ἄνευ κυμάτων.

14. ἡσυχίᾱν ἄγω· ἡσυχάζω.

θεᾱτῆς· ὁ θεώμενος, ὁ βλέπων.

15. παρακολουθῶ· ἕπομαι.

17. ἐπιψαύω· θιγγάνω ἄκρου.

ἡμμένας· ἐὰν ἅψωμεν δᾷδα, ἡμμένη ἐστίν, τὸ γὰρ ἅπτειν πυρί, καίειν ἐστίν.

18. ὑμέναιος· ὕμνος γάμων· ἆρα μέμνησαι ὅπως διαφέρει οὗτος τοῦ θρήνου;

19. ἐπικροτῶ· χεῖρας συμβάλλω ἐπὶ τούτοις.

23. παροχοῦμαι· παρά τινι ὀχοῦμαι· ἥ τε γὰρ Ἀμφιτρίτη καὶ ὁ Ποσειδῶν ἐν τῷ αὐτῷ ἅρματι ὠχοῦντο.

24. ὁδοποιῶν· ὁδοιπορῶν, ἡγούμενος, ἡγεμὼν ὤν.

25. κόγχη· κόγχος· ὄστρακον ἰχθύος τινός.

26. ἐπιπάττω· σπείρω, σκεδάννυμι.

29. Δικταῖον ἄντρον ἐν Δίκτῃ, ὄρει Κρήτης· ἐκεῖ ὁ Ζεὺς νεογνὸς ὢν ἐσώθη, τοῦ Κρόνου καταπιεῖν αὐτὸν βουλομένου.

Page 46. 2. διακῡμαίνω· κύματα ποιῶ ἐν θαλάττῃ.

8. γρύψ· τέρας ζῴου, πτερωτόν, ἔχον κεφαλὴν καὶ ῥυγχίον αἰετοῦ, τἄλλα δὲ λέοντος.

ΝΕΚΡΙΚΟΙ ΔΙΑΛΟΓΟΙ

1

6. ἐντέλλομαι· κελεύω. ἡ δὲ κέλευσις, ἐντολή.

7. ἀναβιῶναι· καὶ γὰρ ὅ τε Κάστωρ καὶ ὁ Πολυδεύκης οὕτω διένεμον τὴν ζωήν, ὥστε διῃτῶντο ἐναλλὰξ ἔν θ᾽ Ἅιδου καὶ ἐπὶ γῆς· ὁ μὲν γὰρ ἄνω ἦν, ὁ δὲ κάτω· τῇ δ᾽ ὑστεραίᾳ μετηλλάττοντο.

8. αὔριον· ἡ μετὰ ταύτην ἡμέρα· ἡ ὑστεραία· ἡ δὲ προτεραία, χθές· πρότερον δὲ τῆς χθεσινῆς, πρῴην. καὶ λέγομεν χθές τε καὶ πρῴην ἀντὶ τοῦ νεωστί.

Μένιππος φιλόσοφος ἦν, μιμητὴς Διογένους· οἱ τοιοῦτοι δὲ ὠνομάζοντο κυνικοὶ ἢ κύνες, ἐπεὶ διῃτῶντο ὥσπερ κύνες, φορτικῶς, καὶ ἔλεγον μετὰ παρρησίας ὥσπερ κύνες βαΰζοντες.

12. καταγεγέλασται· εἰ ἅλις ἐστί σοι γέλωτος· εἰ τετελεύτηκας γελῶν.

14. ἀμφίβολόν ἐστι ὃ ἂν μὴ φανερὸν ᾖ.

17. σατράπης· μέγας τις ἄρχων Περσικός.

18. ταπεινός· οὐχ ὑψηλός· ἥμερος καὶ χαμαὶ κείμενος.

ἄσημος· ἄδοξος, ἀτίμητος.

οἰμωγῆς κτλ. οὐκ ἂν ἄλλως διακρίνοις, οἵτινές εἰσιν, εἰ μὴ διὰ τὴν οἰμωγήν, οἷα λέγουσιν ὀλοφυρόμενοι.

19. μαλθακός· μαλακός· τοὐναντίον τοῦ τ᾽ ἀνδρείου καὶ σκληροῦ.

ἀγεννής· οὐ γενναῖος· ἀνελεύθερος, δούλειος, φαῦλος.

21. πήρᾱ· σάκκος ὃν ἐφόρουν ὁδοιποροῦντες.

θέρμοι· εἶδος κυάμων.

22. τρίοδος· ὅπου τρεῖς ὁδοὶ συνέρχονται. ἐν δὲ ταῖς τριόδοις ἐφίλει εἶναι ἄγαλμα Ἑκάτης· καὶ κατὰ τὴν νουμηνίαν κατετίθεσαν οἱ πλούσιοι παρὰ τούτοις τοῖς ἀγάλμασι· τὸ δεῖπνον Ἑκάτης καλούμενον, ὥσπερ θυσίαν τῆς Ἑκάτης· οἱ δὲ πένητες παρελθόντες ἤσθιον, καὶ ἔλεγον ὡς ἡ Ἑκάτη ἔφαγεν.

23. καθαρσίου· ἐκ θυσίας καθαρσίου, λέγω δὲ τὴν πρὸς τὸ καθαίρειν θυσίαν.

Page 47. 3. φαλακρός· οὐκ ἔχων κόμας ἐπὶ τῆς κεφαλῆς.

τριβώνιον· ὁ μὲν τρίβων χλαῖνά τις ἐστι· λέγει δὲ τριβώνιον ὡς καταφρονῶν. τὰ γὰρ τοιαῦτα σημαίνει ἢ ὅτι μικρόν ἐστι τὸ χρῆμα, ἢ ὅτι καταφρονοῦσιν αὐτοῦ, ἢ καὶ τοῦτο λέγουσιν ὑποκόρισμα, ὡς φιλοῦντες.

πολύθυρος· ἔχων πολλὰς θύρας, τρήματα δηλόνοτι ἐν τῷ τριβωνίῳ.

4. ἀναπεπταμένος· ἀνοικτός, ἀνεῳγμένος· τὸ δὲ ῥῆμα, πετάννυμι.

ἐπιπτυχή· ῥάκος, ῥάκιον, λάκισμα, σπάραγμα.

5. ποικίλος· πολλὰς μορφὰς ἔχων, ἢ καὶ πολλὰ χρώματα· δαίδαλος, τεχνικός.

6. ἀλαζὼν ἐστὶν ὃς ἂν ἐξαπατᾷ λόγῳ ἢ ἔργῳ· φέναξ, ἀγύρτης.

10. βαρύς· βάρος ἔχων· βαρύνων· τοὐναντίον ἂν εἴη τὸ ἐλαφρόν.‒χαλεπός, ἐχθρός.

11. παύσασθαι ληροῦσιν· μηκέτι ληρεῖν. ὁ γὰρ μηκέτι ποιῶν τι, παύεται ποιῶν, καὶ λήγει.

12. περὶ τῶν ὅλων· οἱ φιλόσοφοι ἄλλοι ἄλλα ἔφασαν περὶ τοῦ ὅλου. οἱ μὲν γὰρ ἔλεγον ἄπειρον εἶναι τὸ ὅλον· οὕτω καὶ ὁ Παρμενίδης· εἰσὶ δ᾽ οἳ ἔφασκον τὰ πάντα συγκεῖσθαι ἐξ ἀτόμων σωμάτων. πάντα δὲ ταῦτα μάταια εἶναι λέγει ὁ Διογένης.

κέρᾱτα κτλ. ἔφη ὁ Ἐμπεδοκλῆς πρῶτον μὲν γενέσθαι τὰ τῶν ζῴων μόρια χωρίς· χωρὶς μὲν κεφαλάς, χωρὶς δὲ χεῖρας καὶ ὀφθαλμοὺς καὶ τὰ λοιπὰ ὡσαύτως· ἔπειτα ἄλλα ἄλλοις συμφύεσθαι, ὥσπερ βοῦς ἔχοντας κεφαλὰς ἀνθρωπίνας καὶ τοὐναντίον, τὰ λεγόμενα βουγενῆ ἀνδρόπρῳρα, τέλος δὲ τὰ γένη τῶν ζῴων ὥσπερ νῦν ἐστι.

13. κροκοδείλους· οὕστινας ἐνταῦθα σκώπτει ὁ ἄνθρωπος οὐκ οἶδ᾽ ἔγωγε. μήπως καὶ τοὺς αὐτούς;

15. ἀμαθής· ἄνευ μαθήσεως ἀμαθία, καὶ ἄνευ παιδεύσεως ἀπαιδευσία. παιδεύονται γὰρ οἱ παῖδες, ἵνα ἀμείνους γένωνται· οἱ δὲ ἐὰν μὲν προσέχωσι τὸν νοῦν, μανθάνουσιν· εἰ δὲ μή, οὔ.

16. κατηγοροῦντα κτλ. διότι ἀπαρνοῦμαι μὴ εἶναι σοφίαν.

17. οἰμώζειν λέγε· κατάρα αὕτη· ἔφασκον γὰρ πρὸς τοὺς ἐχθρούς, οἴμωζε· ἢ οἰμώξῃ· ἢ κλαύσῃ, ἐὰν τοῦτο ποιῇς. οἰμώζοιεν δ᾽ ἂν λέγοντες οἴμοι· αὕτη δ᾽ οἰμωγή.

19. Πολυδεύκιον· ὑποκόρισμα τοῦτο· ὦ φίλτατε Πολύδευκες.

20. μάταιος· ποιῶν μάτην καὶ ἄλλως.

21. τῑμωρεῖσθε· λυπεῖτε ὥσπερ δίκην λαμβάνοντες ἄρ᾽ ὑμῶν αὐτῶν.

22. τόκος· τέκνον· ἐνταῦθα δὲ ὥσπερ τέκνον ἀργύριον· οἱ γὰρ δανείζοντες, διδόασι μὲν τἀργύριον, λαμβάνουσι δὲ καὶ τἀργύριον τὸ ἀρχαῖον καὶ τόκον, ὄντα ἄλλο ἀργύριον πρὸς τῷ ἀρχαίῳ.

τάλαντον μὲν ἔχει ἑξήκοντα μνᾶς, ἡ δὲ μνᾶ ἑκατὸν δραχμάς, ἡ δὲ δραχμὴ ἓξ ὀβολούς· πόστον οὖν μέρος τῆς δραχμῆς ὁ ὀβολός;

23. μετ᾽ ὀλίγον χρόνον· οὐ διὰ πολλοῦ· οὐ πολλῷ ὕστερον.

Page 48. 1. εὔτονα· εὖ τεταμένα· τείνεται γὰρ τὰ νεῦρα ἐν τῷ σώματι· ἐὰν δὲ χαλάσῃ, ἀσθενὴς γενήσεται ὁ ἄνθρωπος.

ὦμος· ἄκρος ὁ βραχίων ὦμος καλεῖται, ὅπου δὴ τὸ ἄρθρον τοῦ τε βραχίονος καὶ τοῦ σώματος. ἄλλο μὲν ὦμος, ἄλλο δ᾽ ὠμός.

2. κόνις· σποδός. πυρὸς γὰρ κατασβεσθέντος, ἰδοὺ κόνις· καὶ δὴ καὶ κόνις πάρεστιν ἐν ὁδῷ ἡλίου θάλποντος.

κρᾱνίον· ὀστοῦν κεφαλῆς.

7. ἀπορίᾱ τῶν ἁπόρων ἐστὶ καὶ ἀμηχάνων. οὐ γὰρ ἴσασιν οἱ ἄποροι τί ποιῶσιν.

8. ἰσοτιμίᾱ ἂν εἴη ἴσης οὔσης ἑκάστῳ τῆς τίμης· τί μήν;

9. τοῖς σοῖς· καὶ γὰρ Λακεδαιμόνιος ἦν ὁ Πολυδεύκης· ἄλλο τι μέμνησαι τῆς μητρός, ἥτις ἦν;

10. ἐπιτῑμῶ· μέμφομαι, ὀνειδίζω.

ἐκλελύσθαι· ἆρ᾽ ὅτι οὐκέτι κατεφρόνουν τοῦ πλούτου;

13. ἀνέχω· καρτερῶ· τολμῶ. οὔ φησι δ᾽ ἀπαγγελεῖν τοῖς Λακεδαιμονίοις, διότι, οἶμαι, οὕτως ὠμοὶ ἦσαν τὸν τρόπον.

2

20. σκαφίδιον· σκάφος μικρόν, πλοῖον, πλοιάριον.

ὑπόσαθρον ὀλίγον σαθρόν· τὸ δὲ μὴ σαθρόν ἐστιν ὑγιές. σαθροῦ ὄντος σκαφιδίου εἰσρεῖ μὲν τὸ ὕδωρ, διαρρεῖ δὲ τὸ σκάφος.

21. ἐπὶ θάτερα ἢ ἐπὶ τὸν ἕτερον τοῖχον, ἢ ἐπὶ τὸν ἕτερον.

22. περιτραπέν· περιτετραμμένον. ἐὰν δὲ τραπῇ τὸ πλοῖον, τὸ μὲν ἄνω γίγνεται κάτω, καὶ τὸ πλοῖον κατέδυ· οὕτως οἰχήσεται, φροῦδον γενήσεται, οὐκέτι πάρεστιν.

24. μὴ μετανοήσητε· μετανοεῖ τις, ἐὰν μεταμέλῃ αὐτῷ· μεταμέλει δ᾽ αὐτῷ, ἐὰν ἄλλο μὲν πρὶν ἐθέλῃ, ἄλλο δὲ νῦν.

26. εὐπλοήσομεν· ἀγαθῇ τύχῃ πλευσόμεθα.

Page 49. 2. περιττά· τὰ μὴ ἀναγκαῖα, περιττά ἔστιν.

ἠϊόνος· ἡ ἠϊὼν εἴη ἂν ἡ ἀκτή, τὸ παραθαλάττιον τῆς γῆς μέρος, οὗπερ καὶ ἡ ψάμμος.

3. μόλις· οὐ ῥᾳδίως, χαλεπῶς.

πορθμεῖον· πλοῖον ἐν ᾧ ὁ πορθμεὺς πορθμεύει τοὺς πορθμευομένους διὰ τοῦ πορθμοῦ· πορθμὸς δ᾽ ἐστὶ στενὴ θάλαττα.

5. ψῑλός· γυμνός.

ἔπιπλα· ὅσα φορεῖ. τῆς μὲν οἰκίας τὰ ἔπιπλα λέγοις ἂν τὴν σκευήν, τά τ᾽ ἄλλα καὶ δίφρους καὶ τραπέζας· τῆς δὲ νεώς, τὰ ὅπλα. ἐνταῦθα δῆλός ἐστι λέγων περὶ τούτων ὅσα φέρουσιν.

6. ἀποβάθρα· διὰ ταύτης ἀποβαίνουσιν οἱ ἐμπλέοντες. ἔστι δὲ κλῖμαξ τις ἢ πίναξ.

7. διαγιγνώσκω· διακρίνω ὅστις ἐστίν.

12. βάκτρον· βακτηρία, ῥάβδος, ξύλον.

ἀπερρίφθω· ἀπερριμμένα ἔστω· ἰδού, ἀπορρίπτω ἀνύσας, καὶ φροῦδα ἤδη.

13. εὖ ποιῶν· εὖ ἐποίησα οὐ κομίσας· οὐχ ἡμαρτηκέναι λέγει· δῆλος δ᾽ ἐστὶ χαίρων.

16. προεδρίᾱ· πρώτη ἕδρα· φανερὸς δ᾽ ἐστὶ καθιζόμενος πρῶτος.

ὑψηλός· οὐ ταπεινός.

16. ἐπισκοπῶ ὢν ἐπισκόπος· διορθῶ πάντα.

17. εὐφιλής· φίλτατος.

18. διτάλαντον· ἄξιον τὸ φίλημα δυοῖν ταλάντοιν· φίλημα δὲ γίγνεται, ἐὰν δύο τινὲ συμβάλλωσι τὼ στόματε. δῆλον δ᾽ ἐστὶ τίμιον ὂν τοιοῦτο φίλημα, οὐκ ἄξιον.

19. χεῖλος· ἕκαστον στόμα δύο χείλει ἔχει.

20. αὐτοῖς φιλήμασι· μετὰ τῶν φιλημάτων.

βαθύς· μακρός.

22. εὔζωνος· οὐδὲν ἔχων περιττόν, ὥσθ᾽ ἕτοιμος εἶναι πρὸς ἔργον.

πορφυρίς· χιτὼν πορφυροῦς, χλαῖνα πορφυρᾶ. χρῶμα δὲ τὸ πορφυροῦν ὅμοιον τῷ ἐρυθρῷ.

23. διάδημα περιέχει τὴν κεφαλὴν κύκλῳ· δῆλον δ᾽ ἐστὶ χρυσοῦν ὄν, ὥσπερ βασιλέως ἢ τυράννου.

βλοσυρός· παχὺς καὶ μέγας.

24. Γελῷοι πολῖται τῆς Γέλας· ἡ δ᾽ ἐν Σικελίᾳ τυγχάνει οὖσα.

Page 50. 2. τῦφος· ὄγκος, τρυφή.

3. ὑπεροψίᾱ τούτων ἂν εἴη, οἴτινες καταφρονοῦσιν ἄλλων.

βαρύνω (ῡ)· βάρος βαρύνει δηλονότι, καὶ ποιεῖ καταδῦναι.

6. ἐφεστρίς· χλαῖνα· φανερὸς δ᾽ ἐστὶ λέγων τὴν πορφυρίδα.

7. ἄφες· οὐκ ἂν φθάνοις ἀποβαλών;

8. εἶἑν· ἔστω δή· εὖ γε· οὐδέν μοι μέλει.

9. ὠμότης· ἀγριότης.

ἄνοια· τὸ ἄνευ νοῦ εἶναι· λέγει γὰρ δὴ ἄνουν τὸν τύραννον.

11. ψῑλός· γυμνός, ἀποβαλὼν τὰ σκεύη ἅπαντα.

12. παχύς· οὐκ ἰσχνός· πολὺν σάρκα ἔχων, ἅτε τρυφῶν πάλαι καὶ γαστρίμαργος ὤν.

16. παλαίστρᾱ· ἐν ταῖς παλαίστραις ἄλλα τε γυμνάζονται οἱ ἀθληταί, καὶ παλαίουσιν· δήλη γάρ ἐστιν ἡ παλαίστρα ἐπώνυμος οὖσα τοῦ παλαίειν.

ἰδών· καὶ γὰρ ἀγάλματα τοῦ Ἑρμοῦ εἶδες ἂν ἐν πάσῃ παλαίστρᾳ.

20. περιβεβλημένος· περιβέβληνται γὰρ αἱ σάρκες.

ἐπεὶ ἐὰν μὴ ποιήσῃς ἃ κελεύω…

21. ὑπερθεὶς πόδα ὑπὲρ τοῦ τοίχου τῆς νεώς.

22. στέφανος ἆθλον ἦν τῶν ἀγώνων· Ὀλυμπίᾱσι μέν, στέφανος κοτίνου· ἐν δὲ τῷ Ἰσθμῷ, σελίνου· ἐν δὲ τῇ Νεμέᾳ, σελίνου· ἐν δὲ τῇ Πυθοῖ, δάφνης.

οἱ δὲ νικῶντες ἦσαν ἐν μεγάλῃ τιμῇ· καὶ τὰ ὀνόματα ἐκηρύττετο ὑπὸ τῶν κηρύκων δημοσίᾳ ἐν τοῖς ἀγῶσι. περὶ τούτων τῶν κηρυγμάτων φανερός ἐστι λέγων.

24. ἰσοστάσιος· ἐν σταθμοῖς ἢ τρυτάνῃ ἢ ζυγῷ ἵσταμεν τὰ βάρη· ἐὰν δὲ ταὐτὸν ἕλκῃ ἑκάτερον, ἰσοστάσια λέγοις ἂν αὐτά.

25. ἀβαρής· ἐλαφρός, βάρος οὐκ ἔχων.

27. μαλακίᾱ φανερὰ δὴ ἐναντία οὖσα τῇ ἀνδρείᾳ.

28. ἐντάφια ταῦτ᾽ ἐστὶν ἃ κατετίθεσαν οἱ πενθοῦντες ἐν τῷ τάφῳ. ἐτίθεσαν δὲ σκεύη παντοῖα καὶ κόσμον.

πρόγονοι· οἱ πρόπαπποι καὶ οἱ λοιποὶ τῶν ἐν γένει ὄντων πάλαι.

ἀξίωμα· δόξα, μεγάλα ἔργα καὶ μεγάλαι τιμαί.

29. εἴ ποτε κτλ. τὰ κηρύγματα τῆς πόλεως φανερός ἐστι λέγων.

Page 51. 1. ἀνδριὰς [long second α] εἰκών ἐστι ἀνδρὸς λιθίνη ἢ χαλκῆ· ταύτας δὲ ἐτίθεσαν τῶν εὐεργετούντων. ἐπὶ δὲ τοῦ λίθου ἐπέγραφον ἐπιγραφάς, τό τ᾽ ὄνομα καὶ ὅ τι ἐποίησε καὶ ηὐδοκίμησε.

2. ἔχωσαν· χώννυμι χῶμα· σωρὸν ποιῶ γῆς.

6. βαβαί· ἐπιφώνημα θαυμαζόντων.

ἔνοπλος· ὢν ἐν ὅπλοις, ὡπλισμένος. τὸ δὲ τρόπαιον σωρὸς σκυλευμάτων· νικήσαντες γὰρ ἐφίλουν οἱ στρατιῶται ἀνάπτειν ὅπλα παντοῖα ἐκ δένδρου ἢ ξύλου, σημεῖον τῆς νίκης.

8. ἠρίστευσα· ἄριστος ἂν εἴη ὁ ἀριστεύων· οὗτος δὲ ἔχει τἀριστεῖα, ἆθλα ὄντα ἀρετῆς.

12. σχῆμα· ὄψις, σκευή· τὸ ἔξω.

βρενθύομαι· σεμνύνομαι· μέγα φρονῶ καὶ καταφρονῶ τῶν ἀνθρώπων· ἐπαίρω τὰς ὀφρῦς, ὥστε ῥυτίδας φαίνεσθαι ἐπὶ τοῦ μετώπου.

13. ἐπὶ τῶν φροντίδων· ἐν φροντίδι ὤν.

14. πώγων· τρίχες αἱ ἐπὶ γενείου φυόμεναι· οἱ δὲ φιλόσοφοι δεινοὶ ἦσαν καθιέναι πώγωνας.

16. τερατείᾱ· γοητεία· μαγεία· τὸ τερατεύεσθαι. οἱ μέντοι τοιοῦτοι φένακες ἦσαν οἱ πλεῖστοι.

17. ἱμάτιον [ῑ]· τρίβων.

σκεπαζόμενα· κρυπτόμενα· τὸ γὰρ σκέπασμα περικάλυμμα.

19. ἀλαζονείᾱ ἀλαζόνος ἐστίν· ἀπάτη· δοκεῖ μὲν γάρ, ἔστι δ᾽ οὔ.

κομίζω· φέρω.

20. κενοδοξίᾱ· κενὴ καὶ ματαία δόξα.

ἐρώτησις ἄπορος ἂν εἴη, εἰ ἀδύνατον λύειν· ἡ μὴ ἔχουσα μηχανήν, ὅπως λυθήσεται.

21. ἀκανθώδης· ὥσπερ ἀκάνθας ἔχων.

ἔννοια πολύπλοκος· φροντὶς ἀμήχανος ἢ τοιοῦτόν τι· περὶ τούτων γὰρ φροντίζουσιν οἱ φιλόσοφοι οὗτοι, ἃ μήθ᾽ ἁπλᾶ ἐστι μήτ᾽ εἰλικρινῆ, ἀλλ᾽ οὕτως συμπεφυρμένα τε καὶ συντεταραγμένα, ὥστ᾽ οὐδεὶς ἂν διακρίνοι, τί ποτε βούλεται.

22. ματαιοπονίᾱ· τὸ πονεῖν μάτην καὶ ἄλλως.

23. λῆρος ταὐτὸ σχεδὸν καὶ ὕθλος καὶ φλυαρία· χρῆμα γὰρ ἄξιον οὐδενός. ληροῦσι δὴ οἱ τοιοῦτοι καὶ φλυαροῦσι καὶ ὑθλοῦσιν.

μικρολογίᾱ· τὸ περὶ μικρῶν λογίζεσθαι.

24. ἀναισχυντίᾱ· ὃς ἂν μὴ ἔχῃ αἰσχύνην μηδεμίαν, ἀναιδὴς ὤν.

25. οὐ λέληθέ με· ὁρῶ καὶ μάλα.

26. ψεῦδος· τὸ μὴ ἀληθές.

28. πεντηκόντορος ναῦς πεντήκοντ᾽ ἔχει ἐρέτας ἐρέττοντας κώπαις πεντήκοντα. μεγάλη οὖν.

Page 52. 4. λάσιος· δασύθριξ, πολλὰς τρίχας ἔχων.

7. ἀποκείρω· ὁ κουρεὺς ἀποκείρει τὰς τρίχας ἔχων μαχαίρας κουρίδας, ξυρεῖ δ᾽ ἔχων ξυρόν.

8. πέλεκυς· ἀξίνη (ῑ). χρώμενοι δὴ τῷ πελέκει κατακόπτουσι μὲν δένδρα οἱ ὑλοτόμοι, ἐργάζονται δ᾽ οἱ ναυπηγοὶ ναυπηγίᾳ ναυπηγοῦντες τὰς ναῦς. καὶ μὴν ἵνα κόψῃς τι, κατατιθέναι χρὴ ἐπί τινος ἐπικόπου, εἶτα καθικνεῖσθαι τῷ πελέκει.

11. πρίων (ῑ)· ὄργανον τοῦ τέμνειν ἔχον πολλοὺς ὀδόντας· τῷ δὲ πρίονι χρώμενοι πρίουσιν [ῑ] οἱ πρίσται. ἔστι δὲ καὶ παροιμία· ὥσπερ πρίοντες, ὁ μὲν ἕλκει, ὁ δ᾽ ἀντενδίδωσι· μακρός τοι πρίων οὗτος σημαίνεται.

13. ἀνθρώπινος· οἷος ἄνθρωπος.

14. κινάβρᾱ· τρίχες δασεῖαι ὥσπερ τράγου.

15. ἀφέλωμαι· τὸ ἀφαιρεῖν ταὐτὸ τῷ ἀπολαμβάνειν.

ὀφρῦς· αἱ ὀφρύες τρίχες εἰσὶν ὑπὲρ τῶν βλεφάρων φυόμεναι.

17. ἀνατείνων ἑαυτόν, ὥστε μακρός τε καὶ ὑψηλὸς φαίνεσθαι.

18. κάθαρμα· ὅταν ῥύπος ᾖ κατ᾽ οἰκίαν, καθαίρομεν χρώμενοι κορήματι· τὰ δ᾽ ἐκκαθαιρόμενα καθάρματ᾽ ἂν καλοῖτο. καὶ πρός γ᾽ οὕτω καλοῦσι καὶ τοὺς φαυλοτάτους τῶν ἀνθρώπων.

ἀποδειλιῶ· δειλὸς φαίνομαι ἀντ᾽ ἀνδρείου· τὸ δὲ ἀποδειλιᾶν ὥσπερ νόσον τινὰ σημαίνοι ἄν· ὁμοίως δὴ τό τ᾽ ὀφθαλμιᾶν καὶ τὸ ἰλιγγιᾶν. οὕτως ἄρα ἡ δειλία παροξυσμός τις νόσου.

20. μάλην ὑπὸ τοῦ ὤμου λέγων εἶναι, λέγοις ἂν ὀρθῶς, μεταξὺ τοῦ τε βραχίονος καὶ τοῦ σώματος. ἐκεῖ κατέκρυψε δὴ τὴν κολακείαν, ἵνα λάθῃ ἔχων.

22. κολακείᾱ· ὁ κόλαξ κολακεύων πάντα ποιεῖ τε καὶ λέγει πρὸς τὸ ἀρέσκειν· ὥστε ψευδής τις ἂν εἴη καὶ σαθρὸς καὶ οὐδὲν ὑγιὴς καὶ φέναξ.

χρήσιμον λέγοις ἂν ὀρθῶς λέγων ἐκεῖνο εἶναι ᾧ χρώμεθα ἀσμένως.

25. ἐλευθερίᾱ· τοὐναντίον τῆς δουλείας· ἡ δὲ παρρησίᾱ ἐλευθερία λόγων ὥστε πάντα λέγειν καὶ ῥητὰ καὶ ἄρρητα· ταύτας τοι προσεποιοῦντο μάλιστα οἱ Κυνικοί, ὡς οἰκείας οὔσας. πρὸς τούτοις οὐκ ἔφασαν λυπεῖσθαι οὐδὲ τἄσχατα πάσχοντες· ὥστε τοῦτο τὸ δόγμα τὸ ἄλυπον. τοιγαροῦν τοιοῦτοι δὴ ὄντες γενναῖοι ἐδόκουν ἑαυτοῖς εἶναι καὶ μεγαλόψυχοι.

28. μηδαμῶς ἀπόθου.

κοῦφος· ἐλαφρός, οὐ βαρύς, εὔφορος, ῥᾴδιος φέρειν.

29. κατάπλους· καταπλέοι τις ἂν ἐπὶ τὴν γῆν, εἰσπλεύσας εἰς τὸν λιμένα.

Page 53. 1. ῥήτωρ· δεινός τις λέγειν· οἱ δὲ λέγοντες ἐν τῇ ἐκκλησίᾳ ῥήτορες ἐκαλοῦντο. δημοκρατουμένης γὰρ πόλεως οἱ λέγοντες ἀεὶ πλέον δύνανται τῶν ποιούντων τι ἄνευ κόμπου· αὕτη δὲ ἀτυχία μεγίστη.

2. ἀπεραντολογίᾱ· τὸ λέγειν ἀπέραντα καὶ ἄπειρα καὶ μὴ παυσάμενον· τὸ γὰρ πέρας τέρμα ἐστίν.

ἀντιθέσεις καὶ παρισώσεις· ὀνόματα ταῦτα ῥητορικά. ἡ μὲν ἀντίθεσις ἀντικειμένη λέξις· ἀντίκειται γὰρ ἃ ἀντιτίθεμεν. ἀντίθεσις αὕτη, ἐν ᾗ ἑκατέρῳ τῷ κώλῳ τῆς λέξεως ἢ πρὸς ἐναντίῳ ἐναντίον σύγκειται ἢ ταὐτὸ ἐπέζευγκται τοῖς ἐναντίοις, οἷον “ἀμφοτέρους δ᾽ ὤνησαν, καὶ τοὺς ὑπομείναντας καὶ τοὺς ἀκολουθήσαντας· τοῖς μὲν γὰρ πλείω τῆς οἴκοι προσεκτήσαντο, τοῖς δὲ ἱκανὴν τὴν οἴκοι κατέλιπον”. παρίσωσις δ᾽ ἐὰν ἴσα τὰ κῶλα· οἷον “ἢ διὰ χρημάτων ἀπορίαν, ἢ διὰ πολέμου μέγεθος”. ἡ δὲ περίοδος λέξις ἔχουσα ἀρχὴν καὶ τελευτὴν αὐτὴν καθ᾽ αὐτήν, καὶ μέγεθος εὐσύνοπτον.

3. βαρβαρισμός· τοιαύτη λέξις οἵᾳ χρῷντο ἂν οἱ βάρβαροι. φοβοῦμαι μὴ ἡμεῖς οἱ Ἄγγλοι πολλάκις χρώμεθα βαρβαρισμοῖς· τί γὰρ ἂν πάθοιμεν;

5. ἤν· ἰδού, ὅρα.

6. ἀπόγεια· τὰ πείσματα τὰ ἀπηρτημένα ἀπὸ γῆς.

8. εὐπλοῶ· ἔχω πλοῦν οὔριον. τὸ δ᾽ εὐπλοῶμεν εὐχή.

10. δεδῃωμένος· δῃοῦσιν οἱ πολέμιοι κατατέμνοντες τὸν σῖτον ἐν πολεμίᾳ γῇ.

15. πολυτελής· πλούσιος.

17. κατειλήσας· κατακαλυψάμενος.

18. ἕωθεν· ἅμ᾽ ἕῳ· ὄρθριος.

21. ἔσπευσα· κατὰ τάχος ἦλθον, δρόμῳ τρέχων.

22. κραυγή· οἰμωγή, ψόφος μετὰ θορύβου.

26. ἐκκλησίᾱ· σύλλογος πολιτῶν πρὸς τό τε λέγειν καὶ τὸ διακρίνειν ὅ τι ποιητέον. δίκαιος δὲ μετέχειν τῆς ἐκκλησίας πᾶς τις τῶν πολιτῶν, οὐχ οἱ χειροτονητοὶ μόνοι ὥσπερ παρ᾽ ἡμῖν.

to be held together / sich zusammenhalten, sich verbinden 27. συνέχεται ὡς αἰχμάλωτος δή· ἐμίσουν γὰρ τὸν ἄνθρωπον πάντες.

29. ἀφθόνως· πολλοῖς δηλαδή.

Page 54. 1. Σικνὼν πόλις ἐγγὺς τῆς Κορίνθου.

ἐπιτάφιος λόγος ἐλέγετο ἐπὶ τῷ τεθνηκότι.

5. καθ᾽ ἡσυχίᾱν· ἡσύχως.

7. ὠρύομαι (ῡ)· ὑλακτῶ, βαΰζω.

8. τύπτομαι· κόπτομαι· οὕτω ποιοῦσιν οἱ θρηνοῦντες, κόπτοντες τὰ στήθη.

9. θάπτωσι· εἰκὸς γὰρ δὴ τούς τε κύνας καὶ τοὺς κόρακας τρώγειν τὸν νεκρόν· ἀλλ᾽ οὐδὲν αὐτῷ μέλει.

10. γεννάδᾱς· γενναῖος. χρῶνται δὲ τῷ γεννάδας κατ᾽ ἔθος μετὰ γέλωτος ἢ εἰρωνείας.

11. δικαστήριον· ἐν ᾧ δικάζονται δίκας. ὅστις δὲ τῶν ἐν Ἅιδου δικαστής, καταμαθήσῃ ὕστερον.

13. μετελευσόμεθα ὡς κατακομιοῦντες.

3

20. πορθμεῖα· μισθὸς τοῦ πορθμεύειν. ἔδει δὲ τοὺς νεκροὺς ὀβολὸν δοῦναι τῷ Χάρωνι.

22. ἀνθ᾽ ὧν· ἐπειδή.

Page 55. 1. ἄγχω λαβόμενος τοῦ τραχήλου, ὥστε μηκέτι πνεῖν.

8. ὠνάμην· κέρδος ἐκτησάμην· λέγει δ᾽ εἰρωνικῶς. τὸ δὲ ῥῆμα, ὀνίνημι.

μέλλω· δεῖ, χρή· εἵμαρται.

ὑπερεκτίνω· ἀργύριον ἐκτίνω ὑπέρ τινος.

11. νεωλκῶ· ἐπὶ γῆν ἕλκω τὴν ναῦν.

17. αὐχῶ· κομπάζω.

προῖκα· ἄνευ μισθοῦ· ἀμισθί.

18. ἤντλησα· ἐν τῷ σκάφει ὕδωρ ἐστί· τοῦτο δ᾽ ἐξαντλοῦσιν ἵνα μὴ καταδύῃ τὸ πλοῖον.

20. ἐπιβάται οὗτοι, οἳ ἂν ἐπιβῶσι μὲν τῷ πλοίῳ, ναῦται δὲ μὴ ὦσιν.

24. χαρίεις· γελοῖος, κομψός.

25. Αἰακὸς εἷς ἦν τῶν ἐν Ἅιδου δικαστῶν· ἐνταῦθα δὲ φύλαξ.

26. ἐνοχλῶ· ὀχλον παρέχω, πράγματα παρέχω, ταράττω.

4

Page 56. 11. περιηγοῦμαι ὁδηγὸς ὤν, ὥσπερ δεικνὺς ξένῳ τὰ μάλιστα ἄξια ὁρᾶν.

14. κεφαλαιώδης· τὰ κεφάλαια οὐκ ἂν ἁμάρτοις λέγων τὰ μέγιστα, καὶ οἷ᾽ ἂν ἀσμένως ἴδοι τις.

15. διαπερῶ καὶ διαπορευόμενος καὶ διαπορθμεύων· ἐνταῦθα δὲ πότερον εἰκὸς λέγειν;

16. Πυριφλεγέθων· ποταμὸς ἐν Ἅιδου πυρὸς μεστός.

17. πυλωρὸς φυλάττει τὰς πύλας.

18. Ἐρινῦς· αἱ Ἐρινύες διώκουσι τοὺς φονέας καὶ δίκην λαμβάνουσιν.

19. ἔνδοξος· ἐν δόξῃ ὤν· κλεινός· μεγάλου ἀξιώματος.

20. Ἀγαμέμνων τε καὶ οἱ ἄλλοι ἥρωες ἦσαν, περὶ ὧν ἐποίησεν ὁ Ὁμηρος· οὐ γάρ;

23. ῥαψῳδίᾱ· οἱ ῥαψῳδοὶ ᾖδον τὰ τοῦ Ὁμήρου.

24. χαμαί· ἐπὶ τῆς γῆς, κάτω.

25. ἀμενηνὰ κάρηνα· ἀσθενεῖς κεφαλαί· ἡ δὲ λέξις τοῦ Ὁμήρου.

27. Κῦρον μὲν οἶσθα που βασιλέα ὄντα τῶν Μήδων, Κροῖσον δὲ τῆς Λυδίας, Ἀσσυρίων δὲ Σαρδανάπαλλον, τῆς δὲ Φρυγίας Μίδαν, πάντας γενομένους πλουσιωτάτους· καὶ δὴ καὶ τὸν Ξέρξην τίς οὐκ οἶδε καταστρέψαντα τὴν Ἑλλάδα; ζητητέον μέντοι ἐν τῷ λεξικῷ περὶ τούτων.

Page 57. 3. φρίττω· φοβοῦμαι, ὥστε ὀρθὰς ἀναστῆναι τὰς τρίχας ἁπάσας κατὰ τὸ σῶμα.

ἐζεύγνῡ μὲν τὸν Ἑλλήσποντον ποιήσας τὴν γέφυραν ἐκείνην· ἔπλει δὲ διὰ τῶν ὀρῶν ποιήσας τὴν διώρυχα τὴν ἐπ᾿ Ἄθω.

6. ἐπὶ κόρρης· τὴν κόρρην ἴδοις ἂν ἑκατέρωθε τοῦ μετώπου· κρόταφοι δ᾽ οὗτοι· τύπτει δέ τις ἐπὶ κόρρης ὅταν καθίκηται ὑπτίᾳ τῇ χειρί.

ἐπίτρεψον· ἔασον.

7. διαθρύπτω· θραύω, ῥήγνυμι.

9. προσπτύω (ῡ) ἀφιεὶς πτύσμα ἐκ τοῦ στόματος.

13. Πῡθαγόρᾱς φιλόσοφος ἦν ἐν τοῖς κλεινότατος· δόγμα δ᾽ ἦν αὐτοῦ, ὅτι αἱ ψυχαὶ τῶν τ᾽ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων μετὰ τὸν θάνατον εἰς ἄλλα σώματα ἐνδύεται. ἔφασκε γοῦν τὴν ἑαυτοῦ ψυχὴν πάλαι πεφυκέναι ἐν τῷ τοῦ Εὐφόρβου σώματι· ὁ δ᾽ Εὔφορβος ἥρως ἦν τῶν Τρωικῶν. τεκμήριον δέ· ἰδὼν γὰρ ἐν τῷ τῆς Ἥρας ἱερῷ τῷ ἐν Ἄργει ἀσπίδας ἀνακειμένας εὐθὺς ἐπέγνω τὴν τοῦ Εὐφόρβου, ἥτις εἴη.

17. χρυσοῦς ἦν ὁ μηρός, κατὰ τὰ λεγόμενα· ὁ δὲ μηρὸς τὸ ἄνω μέρος τοῦ σκέλους, μεταξὺ ὂν τοῦ τε γόνατος καὶ τοῦ ἰσχίου.

20. κυάμους· καὶ γὰρ ἀπηγόρευεν ὁ Πυθαγόρας κυάμους μὴ ἐσθίειν. πρὸς τί μέντοι λέγει τοῦτο, ἄλλα τε λέγουσιν οἱ ἑρμηνευταὶ καὶ ὅτι ἔοικε κεφαλαῖς τοκέων.

22. τοκήων· τοκέων· ἰωνικῶς ὁ Πυθαγόρας.

24. Σόλων· νομοθέτης Ἀθηναῖος.

Θαλῆς φιλόσοφος Μιλήσιος.

25. Πιττακὸς τύραννος Μυτιλήνης· ἦν δὲ καὶ οὗτος τῶν ἑπτά, σοφωτάτων ὄντων.

27. μόνοι τῶν ἄλλων· φαιδροὶ μὲν οὗτοι, οἱ δ᾽ ἄλλοι οὔ.

28. σποδός· κόνις.

ἐγκρυφίᾱς ἄρτος· ὁ ἐν τῇ σποδῷ ὠπτημένος· κεκρυμμένος γὰρ ἦν ἐν ᾧ ὠπτᾶτο.

29. φλύκταινα ἐπιγίγνεται ἐάν τις καύσῃ τὸν χρῶτα· ἔστι δὲ δέρμα μὲν ἔξω, ὕδωρ δ᾽ ἔνδον. οὗτος δ᾽ ἐξηνθηκὼς ἦν, ἐπεὶ αἱ φλύκταιναι ἐπῆσαν ὥσπερ ἄνθη.

Page 58. 1. ἡμίεφθος· ἐὰν μέν τι εἰστιθῇς εἰς ὕδωρ, τὸ δ᾽ ὕδωρ ζέῃ, ἕψεις τὸ ἐνόν· ὁ οὖν Ἐμπεδοκλῆς ἔρριψεν ἑαυτὸν εἰς τοὺς κρατῆρας τῆς Αἴτνης· ὥστ᾽ εἰκὸς αὐτὸν φαίνεσθαι ἐν Ἅιδου ὥσπερ ἡμίεφθον.

3. χαλκόπους· διὰ τὸ χαλκᾶ φορεῖν πέδιλα.

τί παθών· ἐκ τίνος ὀργῆς· ἄλλο δέ τι τὸ τί μαθών, τίνι λόγῳ πειθόμενος.

7. κόρυζα καταρρεῖ ἐκ τῆς ῥινός, ὅταν νοσῶμεν διὰ τὸ ψῦχος· οἱ δὲ ἀνόητοι καὶ μῶροι τὸ αὐτὸ πάσχουσιν, ἅτε ἀκρατεῖς ὄντες τοῦ ῥεύματος. ἐνταῦθα οὖν σημαίνει τὴν ἐσχάτην μωρίαν· ὦφλε γὰρ μωρίαν ὁ Ἐμπεδοκλῆς οὕτως ἀποθανών, ὡς θεός τις δὴ δόξων.

αὐταῖς κρηπῖσιν· μετὰ τῶν πεδίλων. λέγεται δὲ θάτερον τῶν πεδίλων καταλειφθῆναι ἐπὶ τοῦ τῶν κρατήρων χείλους, καὶ διὰ τοῦτο φανερὸν γενέσθαι ὅπως ἀπέθανεν.

8. σόφισμα· τέχνη, ἀπάτη.

9. ἐφωράθης (ᾱ)· ἐξηυρέθης, φανερὸς ἐγένου τεθνηκώς· ᾤετο γὰρ ὁ ἄνθρωπος λήσειν ἀποθανών, ὥστε δοκεῖν ἀναπεπτάσθαι εἰς τὸν οὐρανόν.

Explore with AITake your curiosity a little further.

Reading settings