Note 63 — Chapter VI · THE STUDY OF NATURE. FUNDAMENTAL POSITIONS.
Oswald J. (Oswald Joseph) Reichel translation
Alex. c. 37, p. 118: A second argument ἀπὸ τῆς αὐτῆς παλαίστρας is the following:—οὐ πάντα μὲν ἔστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἀκώλυτος καὶ ἀπαρεμπόδιστος ἡ τοῦ κόσμου διοίκησις· οὐδὲ ἔστι μὲν τοῦτο, οὐκ ἔστι δὲ κόσμος· οὐδὲ ἔστι μὲν κόσμος, οὐκ εἰσὶ δὲ θεοί· (for κόσμος, according to the definitions of Chrysippus, is the whole, including gods and men. See p. 158, 1) εἰ δέ εἰσι θεοὶ, εἰσὶν ἀγαθοὶ οἱ θεοί· ἀλλ’ εἰ τοῦτο, ἔστιν ἀρετή· ἀλλ’ εἰ ἔστιν ἀρετὴ, ἔστι φρόνησις· ἀλλ’ εἰ τοῦτο ἔστιν ἡ ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων· ἀλλὰ ποιητέα μὲν ἔστι τὰ κατορθώματα, οὐ ποιητέα δὲ τὰ ἁμαρτήματα, κ.τ.λ. οὐκ ἄρα πάντα μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ γεραίρειν καὶ ἐπανορθοῦν. ↑