Note 62 — Chapter VI · THE STUDY OF NATURE. FUNDAMENTAL POSITIONS.
Oswald J. (Oswald Joseph) Reichel translation
Alex. c. 35: λέγουσι γάρ· οὐκ ἔστι τοιαύτη μὲν ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ πεπρωμένη· (It never happens that there is a εἱμαρμένη but not a πεπρωμένη) οὐδὲ ἔστι πεπρωμένη, οὐκ ἔστι δὲ αἶσα· οὐδὲ ἔστι μὲν αἶσα, οὐκ [οὐδὲ] ἔστι δὲ νέμεσις· οὐκ ἔστι μὲν νέμεσις, οὐκ ἔστι δὲ νόμος· οὐδὲ ἔστι μὲν νόμος, οὐκ ἔστι δὲ λόγος ὀρθὸς προστακτικὸς μὲν ὧν ποιητέον ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον· ἀλλὰ ἀπαγορεύεται μὲν τὰ ἁμαρτανόμενα, προστάττεται δὲ τὰ κατορθώματα· οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἁμαρτήματα καὶ κατορθώματα· ἀλλ’ εἰ ἔστιν ἁμαρτήματα καὶ κατορθώματα, ἔστιν ἀρετὴ καὶ κακία· εἰ δὲ ταῦτα, ἔστι καλὸν καὶ αἰσχρόν· ἀλλὰ τὸ μὲν καλὸν ἐπαινετὸν, τὸ δὲ αἰσχρὸν ψεκτόν· οὐκ ἄρα ἔστι τοιαύτη μὲν ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἐπαινετὸν καὶ ψεκτόν. What is praiseworthy deserves τιμὴ or γέρως ἀξίωσις, and what is blameworthy merits κόλασις or ἐπανόρθωσις. ↑