Note 76 — Chapter X · ETHICS. THE GENERAL PRINCIPLES OF THE STOIC ETHICS. ABSTRACT THEORY OF MORALITY.
Oswald J. (Oswald Joseph) Reichel translation
Stob. Ecl. ii. 170, probably from Chrysippus, of whom similar remarks were quoted, p. 246, 3: πᾶν γὰρ πάθος βιαστικόν ἐστιν, ὡς καὶ πολλάκις ὁρῶντας τοὺς ἐν τοῖς πάθεσιν ὄντας ὅτι συμφέρει τόδε οὐ ποιεῖν ὑπὸ τῆς σφοδρότητος ἐκφερομένους … ἀνάγεσθαι πρὸς τὸ ποιεῖν αὐτὸ … πάντες δ’ οἱ ἐν τοῖς πάθεσιν ὄντες ἀποστρέφονται τὸν λόγον, οὐ παραπλησίως δὲ τοῖς ἐξηπατημένοις ἐν ὁτωοῦν, ἀλλ’ ἰδιαζόντως. οἱ μὲν γὰρ ἠπατημένοι … διδαχθέντες … ἀφίστανται τῆς κρίσεως· οἱ δ’ ἐν τοῖς πάθεσιν ὄντες, κἂν μάθωσι κἂν μεταδιδαχθῶσιν, ὅτι οὐ δεῖ λυπεῖσθαι ἢ φοβεῖσθαι ἢ ὅλως ἐν τοῖς πάθεσιν εἶναι τῆς ψυχῆς, ὅμως οὐκ ἀφίστανται τούτων ἀλλ’ ἄγονται ὑπὸ τῶν παθῶν εἰς τὸ ὑπὸ τούτων κρατεῖσθαι τυραννίδος. A different view is taken by Epictet. Diss. i. 28, 8, who à propos of Medea remarks: ἐξηπάτηται· δεῖξον αὐτῇ ἐναργῶς, ὅτι ἐξηπάτηται, καὶ οὐ ποιήσει. ↑