← Table of contents
The first philosophers of Greece

X. EMPEDOKLES.

Reading edition

Empedokles, son of Meton, grandson of an Empedokles who was a victor at Olympia, made his home at Akragas in Sicily. He was born about 494 B.C., and lived to the age of sixty. The only sure date in his life is his visit to Thourioi soon after its foundation (444). Various stories are told of his political activity, which may be genuine traditions; these illustrate a democratic tendency. At the same time he claimed almost the homage due to a god, and many miracles are attributed to him. His writings in some parts are said to imitate Orphic verses, and apparently his religious activity was in line with this sect. His death occurred away from Sicily—probably in the Peloponnesos.

Literature:—Sturz, Emped. vita et phil. carm. rell. Lips. 1805; Karsten, Emped. carm. rell. Amst. 1838; Bergk, Kleine Schriften, Berl. 1839; Panzerbieter, Beitr. z. Kritik u. Erkl. d. Emped. Meining. 1844; Stein, Emped. Frag. Bonn 1852; Schneidewin, Philol. xv.; H. Diels; Hermes xv. pp. 161-179; Gorgias und Empedocles, Acad. Berol. 1884; Unger, Philol. Suppl. 1883, pp. 511-550; O. Kern, Archiv f. d. Gesch. d. Philos. i. 498 ff.; Knatz, ‘Empedoclea’ in Schedae Phil. H. Usener oblatae, Bonn 1891; A. Platt, Journal of Philology, xxiv. p. 246; Bidez, Archiv, ix. 190; Gomperz, Hermes, xxxi. p. 469.

Note.—I print Stein’s numbers at the left of the Greek text, Karsten’s numbers at the right.

Fragments of Empedokles.

ΠΕΡΙ ΦΥΣΕΩΣ ΠΡΩΤΟΣ.

Παυσανία, σὺ δὲ κλῦθι, δαΐφρονος Ἀγχίτου υἱέ. 54 στεινωποὶ μὲν γὰρ παλάμαι κατὰ γυῖα κέχυνται· 32 πολλὰ δὲ δειλ’ ἔμπαια, τά τ’ ἀμβλύνουσι μερίμνας. παῦρον δὲ ζωῆς ἀβίου μέρος ἀθρήσαντες 5 ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν, 35 αὐτὸ μόνον πεισθέντες, ὅτῳ προσέκυρσεν ἕκαστος πάντοσ’ ἐλαυνόμενος, τὸ δ’ ὅλον μὰψ εὔχεται εὑρεῖν· οὕτως οὔτ’ ἐπιδερκτὰ τάδ’ ἀνδράσιν οὐδ’ ἐπακουστὰ οὔτε νόῳ περιληπτά. σὺ δ’ οὖν, ἐπεὶ ὧδ’ ἐλιάσθης, 10 πεύσεαι οὐ πλέον ἠὲ βροτείη μῆτις ὄπωπεν. 40 ἀλλὰ, θεοὶ, τῶν μὲν μανίην ἀποτρέψατε γλώσσης, ἐκ δ’ ὁσίων στομάτων καθαρὴν ὀχετεύσατε πηγήν. καὶ σέ, πολυμνήστη λευκώλενε παρθένε Μοῦσα, ἄντομαι, ὧν θέμις ἐστὶν ἐφημερίοισιν ἀκούειν, 15 πέμπε παρ’ εὐσεβίης, ἐλάουσ’ εὐήνιον ἅρμα· 45 μηδὲ μέ γ’ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς πρὸς θνητῶν ἀνελέσθαι, ἐφ’ ᾧ θ’ ὁσίης πλέον εἰπεῖν θάρσεϊ καὶ τότε δὴ σοφίης ἐπ’ ἄκροισι θοάζειν. ἀλλ’ ἄγ’ ἄθρει πάσῃ παλάμῃ πῆ δῆλον ἕκαστον, 20 μήτε τιν’ ὄψιν ἔχων πίστει πλέον ἢ κατ’ ἀκουὴν 50 μήτ’ ἀκοὴν ἐρίδουπον ὑπὲρ τρανώματα γλώσσης, μήτε τι τῶν ἄλλων, ὁπόσων πόρος ἐστὶ νοῆσαι, γυίων πίστιν ἔρυκε, νόει δ’ ᾗ δῆλον ἕκαστον. φάρμακα δ’ ὅσσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ 25 πεύσῃ, ἐπεὶ μούνῳ σοὶ ἐγὼ κρανέω τάδε πάντα. 425 παύσεις δ’ ἀκαμάτων ἀνέμων μένος οἵ τ’ ἐπὶ γαῖαν ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἀρούρας· καὶ πάλιν, εὖτ’ ἐθέλῃσθα, παλίσσυτα πνεύματ’ ἐπάξεις· Θήσεις δ’ ἐξ ὄμβροιο κελαινοῦ καίριον αὐχμὸν 30 ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο θερείου 430 ῥεύματα δενδρεόθρεπτα κατ’ αἰθέρος ἀΐσσοντα· ἄξεις δ’ ἐξ Ἀίδαο καταφθιμένου μένος ἀνδρός. τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· 55 Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ’ Ἀιδωνεὺς 35 Νῆστίς θ’ ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. ἄλλο δέ τοι ἐρέω· φύσις οὐδενός ἐστιν ἁπάντων θνητῶν, οὐδέ τις οὐλομένου θανάτοιο τελευτή, ἀλλὰ μόνον μεῖξίς τε διάλλαξίς τε μιγέντων ἐστὶ, φύσις δ’ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν. 80 40 οἱ δ’ ὅτε κεν κατὰ φῶτα μιγὲν φῶς αἰθέρι <ἵκῃ> ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων ἠὲ κατ’ οἰωνῶν, τότε μὲν τὰ λέγουσι γενέσθαι· εὖτε δ’ ἀποκριθέωσι, τὰ δ’ αὖ δυσδαίμονα πότμον, 345 ἣ θέμις ἐστί, καλοῦσι, νόμῳ δ’ ἐπίφημι καὶ αὐτός. 45 νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι, οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν ἤ τι καταθνῄσκειν τε καὶ ἐξόλλυσθαι ἁπάντῃ. ἔκ τε γὰρ οὐδάμ’ ἐόντος ἀμήχανόν ἐστι γενέσθαι, 81 καί τ’ ἐὸν ἐξαπολέσθαι ἀνήνυστον καὶ ἄπυστον· 50 αἰεὶ γὰρ στήσονται ὅπη κέ τις αἰὲν ἐρείδῃ. οὐκ ἂν ἀνὴρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσαιτο, 350 ὡς ὄφρα μέν τε βιοῦσι, τὸ δὴ βίοτον καλέουσι, τόφρα μὲν οὖν εἰσὶν καί σφιν πάρα δειλὰ καὶ ἐσθλά, πρὶν δὲ πάγεν τε βροτοὶ καὶ ἐπεὶ λύθεν, οὐδὲν ἄρ’ εἰσίν. 55 ἀλλὰ κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖν. 84 ὡς δὲ παρ’ ἡμετέρης κέλεται πιστώματα Μούσης, γνῶθι, διατμηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο. κορυφὰς ἑτέρας ἑτέρῃσι προσάπτων 447 μύθων, μήτε τελεῖν ἀτραπὸν μίαν· 60 δὶς γὰρ καὶ τρὶς δεῖ ὅ τι δὴ καλόν ἐστιν ἐνίσπειν. 446 [πείρατα μύθων] 87 δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι. δοιὴ δὲ θνητῶν γένεσις, δοιὴ δ’ ἀπόλειψις. 90 τὴν μὲν γὰρ πάντων σύνοδος τίκτει τ’ ὀλέκει τε, 65 ἡ δὲ πάλιν διαφυομένων θρεφθεῖσα διέπτη. καὶ ταῦτ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα, ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορεύμενα Νείκεος ἔχθει, 95 118 εἰς ὅ κεν ἓν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται. 144 οὕτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι 70 ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ τάδ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ αἰὲν ἔασιν ἀκινητὸν κατὰ κύκλον. 100 ἀλλ’ ἄγε, μύθων κλῦθι, μάθη γάρ τοι φρένας αὔξει. 75 ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων πείρατα μύθων, δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθέρος ἄπλετον ὕψος· 105 Νεῖκός τ’ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἑκάστῳ, 80 καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε. τὴν σὺ νόῳ δέρκευ μηδ’ ὄμμασιν ἧσο τεθηπώς, ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις, τῇ τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελεῦσι, 110 γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ’ Ἀφροδίτην· 85 τὴν οὔτις †μετ’ ὄσοισιν ἑλισσομένην δεδάηκε θνητὸς ἀνήρ. σὺ δ’ ἄκουε λόγου στόλον οὐκ ἀπατηλόν. ταῦτα γὰρ ἶσά τε πάντα καὶ ἡλίκα γένναν ἔασι, τιμῆς δ’ ἄλλης ἄλλο μέδει, πάρα δ’ ἦθος ἑκάστῳ. 115 οὐδὲν γὰρ πρὸς τοῖς ἐπιγίγνεται οὐδ’ ἀπολήγει. 90 εἴτε γὰρ ἐφθείροντο διαμπερὲς, οὐκέτ’ ἂν ἦσαν. οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν. τοῦτο δ’ ἐπαυξήσειε τὸ πᾶν τί κε καὶ πόθεν ἐλθόν; 120 πῆ δέ κε καὶ ἀπολοίατ’ ἐπεὶ τῶνδ’ οὐδὲν ἔρημον; 112 ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο 113 καὶ φθίνει εἰς ἄλληλα καὶ αὔξεται ἐν μέρει αἴσης. 138 94 ἀλλ’ αὔτ’ ἔστιν ταῦτα· δι’ ἀλλήλων δὲ θέοντα 122 95 γίνεται ἄλλοθεν ἄλλα καὶ ἠνεκὲς αἰὲν ὁμοῖα. 110 καὶ γὰρ καὶ πάρος ἦν τε καὶ ἔσσεται, οὐδέ ποτ’, οἴω, 111 τούτων ἀμφοτέρων κεινώσεται ἄσπετος αἰών. 96 ἀλλ’ ἄγε τῶνδ’ ὀάρων προτέρων ἐπιμάρτυρα δέρκευ, εἴ τι καὶ ἐν προτέροισι λιπόξυλον ἔπλετο μορφῇ. 125 ἠέλιον μὲν θερμὸν ὁρᾶν καὶ λαμπρὸν ἁπάντῃ, ἄμβροτα δ’ ὄσσα πέλει τε καὶ ἀργέτι δεύεται αὐγῇ, 100 ὄμβρον δ’ ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε, ἐκ δ’ αἴης προρέουσι θέλυμνά τε καὶ στερεωπά. ἐν δὲ Κότῳ διάμορφα καὶ ἄνδιχα πάντα πέλονται, 130 σὺν δ’ ἔβη ἐν Φιλότητι καὶ ἀλλήλοισι ποθεῖται. ἐκ τούτων γὰρ πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἔστι καὶ ἔσται, 105 δένδρεά τ’ ἐβλάστησε καὶ ἀνέρες ἠδὲ γυναῖκες θῆρές τ’ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς καί τε θεοὶ δολιχαίωνες τιμῇσι φέριστοι. 135 ὡς δ’ ὁπόταν γραφέες ἀναθήματα ποικίλλωσιν 120 ἀνέρες ἀμφὶ τέχνης ὑπὸ μήτιος εὖ δεδαῶτε 155 οἵ τ’ ἐπεὶ οὖν μάρψωσι πολύχροα φάρμακα χερσίν, ἁρμονίῃ μίξαντε τὰ μὲν πλέω, ἄλλα δ’ ἐλάσσω, 123 ἐκ τῶν εἴδεα πᾶσιν ἀλίγκια πορσύνουσι· 127 οὕτω μή σ’ ἁπάτη φρένα καινύτω ἄλλοθεν εἶναι 162 θνητῶν, ὅσσα γε δῆλα γεγᾶσιν ἀάσπετα, πηγήν. ἀλλὰ τορῶς ταῦτ’ ἴσθι θεοῦ πάρα μῦθον ἀκούσας.... 130 εἰ δ’ ἄγε, νῦν τοι ἐγὼ λέξω πρῶθ’ ἡλίου ἀρχὴν, ἐξ ὧν δὴ ἐγένοντο τὰ νῦν ἐσορώμενα πάντα, γαῖά τε καὶ πόντος πολυκύμων ἠδ’ ὑγρὸς ἀὴρ Τιτὰν ἠδ’ αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα. 185 [σφαῖρον ἔην.] 64 135 ἔνθ’ οὔτ’ ἠελίοιο δεδίσκεται ἀγλαὸν εἶδος 72 οὐδὲ μὲν οὐδ’ αἴης λάσιον μένος οὐδὲ θάλασσα· οὕτως ἁρμονίης πυκινῷ κύτει ἐστήρικται 59 σφαῖρος κυκλοτερὴς μονίῃ περιηγέϊ γαίων. αὐτὰρ ἐπεὶ μέγα Νεῖκος ἐνὶ μελέεσσιν ἐθρέφθη 66 140 ἐς τιμάς τ’ ἀνόρουσε τελειομένοιο χρόνοιο, ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλαται ὅρκου. πάντα γὰρ ἑξείης πελεμίζετο γυῖα θεοῖο. 70 χωρὶς γὰρ βαρὺ πᾶν, χωρὶς κοῦφον. 71 ἄστοργοι καὶ ἄκρητοι. 145 σωρευόμενον μέγεθος. εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ, 199 ὡς διὰ πολλῶν δὴ βροτέων ῥηθέντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων.... ἥλιος ὀξυβελὴς ἡδ’ αὖ ἱλάειρα σελήνη... 168 150 ἀλλ’ ὁ μὲν ἁλισθεὶς μέγαν οὐρανὸν ἀμφιπολεύει. 187 ἀνταυγεῖν πρὸς Ὄλυμπον ἀταρβήτοισι προσώποις. 188 ἡ δὲ φλὸξ ἱλάειρα μινυθαδίης τύχεν αὐγῆς. 193 ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν. 192 κυκλοτερὲς περὶ γαῖαν ἑλίσσεται ἀλλότριον φῶς 190 155 ἅρματος ὥσπερ ἀν’ ἴχνος 189 ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναντίον ἁγέα κύκλον. 191 ἐπεσκέδασεν δέ οἱ αὐγὰς εἰς αἴθρην καθύπερθεν, ἐπεσκνίφωσε δὲ γαίης 195 τόσσον ὅσον τ’ εὖρος γλαυκώπιδος ἔπλετο μήνης. 160 νύκτα δὲ γαῖα τίθησιν ὑφισταμένη φαέεσσιν. 197 νυκτὸς ἐρημαίης ἀλαώπιδος. 198 πολλὰ δ’ ἔνερθ’ ἕδεος πυρὰ καίεται. 207 φύλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων. 205 ἃλς ἐπάγη ῥιπῄσιν ἐωσμένος ἠελίοιο 206 165 γῆς ἱδρῶτα θάλασσαν. <ἀλλ’> αἰθὴρ μακρῇσι κατὰ χθόνα δύετο ῥίζαις. 203 οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως. καρπαλίμως ἀνόπαιον. 202 αὐτὰρ ἐγὼ παλίνορσος ἐλεύσομαι ἐς πόρον ὕμνων, 165 170 τὸν πρότερον κατέλεξα, λόγου λόγον ἐξοχετεύων κείνου· ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος δίνης, ἐν δὲ μέσῃ Φιλότης στροφάλιγγι γένηται, ἐν τῇ δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι, οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν’ ἄλλοθεν ἄλλα. 170 175 τῶν δὲ συνερχομένων ἐπ’ ἔσχατον ἵστατο Νεῖκος. πολλὰ δ’ ἄμιχθ’ ἕστηκε κεραιομένοισιν ἐναλλάξ, ὅσσ’ ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμέμφεως πὼ πᾶν ἐξέστηκεν ἐπ’ ἔσχατα τέρματα κύκλου. ἀλλὰ τὰ μὲν τ’ ἐνέμιμνε μελέων, τὰ δέ τ’ ἐξεβεβήκει. 175 180 ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπῄει ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή· αἶψα δὲ θνήτ’ ἐφύοντο τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάξαντα κελεύθους. τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν, 180 185 παντοίῃς ἰδέῃσιν ἀρηρότα, θαῦμα ἰδέσθαι. ἄρθμια μὲν γὰρ ἑαυτὰ ἑαυτῶν πάντα μέρεσσιν 326 ἠλέκτωρ τε χθών τε καὶ οὐρανὸς ἠδὲ θάλασσα, ὅσσα φίλ’ ἐν θνητοῖσιν ἀποπλαγχθέντα πέφυκεν. ὡς δ’ αὕτως ὅσα κρᾶσιν ἐπάρτεα μᾶλλον εἶναι, 190 ἀλλήλοις ἐστέρκται ὁμοιωθέντ’ Ἀφροδίτῃ. 330 ἐχθρὰ δὲ πλεῖστον ἀπ’ ἀλλήλων διέχουσι μάλιστα γέννᾳ τε κράσει τε καὶ εἴδεσιν ἐκμακτοῖσιν, πάντῃ συγγίγνεσθαι ἀήθεα καὶ μαλὰ λυγρά Νείκεος ἐννεσίῃσι, ὅτι σφίσι γένναν ἔοργεν. 195 τῇδε μὲν οὖν ἰότητι τύχης πεφρόνηκεν ἅπαντα... 312 καὶ καθ’ ὅσον μὲν ἀραιότατα ξυνέκυρσε πεσόντα. [ὕδατι μὲν γὰρ ὕδωρ,] πυρὶ δ’ αὔξεται [ὠγύγιον] πῦρ 270 αὔξει δὲ χθὼν μὲν σφέτερον δέμας, αἰθέρα δ’ αἰθήρ. ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι 211 200 τὼ δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης. τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο Ἁρμονίης κόλλῃσιν ἀρηρότα θεσπεσίηθεν. ἡ δὲ χθὼν τούτοισιν ἴση συνέκυρσε μάλιστα 215 Ἡφαίστῳ τ’ Ὄμβρῳ τε καὶ Αἰθέρι παμφανόωντι, 205 Κύπριδος ὁρμισθεῖσα τελείοις ἐν λιμένεσσιν, εἴτ’ ὀλίγον μείζων εἴτε πλεόνεσσιν ἐλάσσων. ἐκ τῶν αἷμά τε γέντο καὶ ἄλλης εἴδεα σαρκός. ἄλφιτον ὕδατι κολλήσας ... 208 σχεδύνην Φιλότητα.

ΠΕΡΙ ΦΥΣΕΩΣ ΔΕΥΤΕΡΟΣ

210 Εἰ δέ τί σοι περὶ τῶνδε λιπόξυλος ἔπλετο πίστις, 136 πῶς ὕδατος γαίης τε καὶ αἰθέρος ἠελίου τε κιρναμένων χροιαί τ’ εἴδη τε γενοίατο θνητῶν τοῖ’, ὅσα νῦν γεγάασι συναρμοσθέντ’ Ἀφροδίτῃ... πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες... 243 215 ὣς δὲ τότε χθόνα Κύπρις, ἐπεί τ’ ἐδίηνεν ἐν ὄμβρῳ 207 αἰθέρ’ ἐπιπνείουσα θοῷ πυρὶ δῶκε κρατῦναι. τῶν δ’ ὅσ’ ἔσω μὲν πυκνὰ, τὰ δ’ ἔκτοθι μανὰ πέπηγε, 230 Κύπριδος ἐν παλάμῃς πλάδης τοιῆσδε τυχόντα. οὕτω δ’ ᾠοτοκεῖ μακρὰ δένδρεα πρῶτον ἐλαίας. 245 220 οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοα μῆλα 246 οἶνος ὑπὸ φλοιῷ πέλεται σαπὲν ἐν ξύλῳ ὕδωρ. 247 εἰ γάρ κέν σφ’ ἀδινῇσιν ὑπὸ πραπίδεσσιν ἐρείσας εὐμενέως καθαρῇσιν ἐποπτεύσῃς μελέτῃσιν, ταῦτά τέ σοι μάλα πάντα δι’ αἰῶνος παρέσονται, 225 ἄλλα τε πόλλ’ ἀπὸ τῶνδε κεκτήσεαι· αὐτὰ γὰρ αὔξει ταῦτ’ εἰς ἦθος ἕκαστον, ὅπη φύσις ἐστὶν ἑκάστῳ. εἰ δέ σύ γ’ ἀλλοίων ἐπορέξεαι οἷα κατ’ ἄνδρας μυρία δειλὰ πέλονται, τά τ’ ἀμβλύνουσι μερίμνας, †ζῆν ἄφαρ ἐκλείψουσι περιπλομένοιο χρόνοιο 230 σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γένναν ἵκεσθαι·† πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος αἶσαν. (χάρις) στυγέει δύστλητον Ἀνάγκην. 69 τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμοις βαρυνώτοις 220 καλχῶν κηρύκων τε λιθορρίνων χελύων τε... 235 ἔνθ’ ὄψῃ χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν. ταὐτὰ τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνὰ 223 καὶ φλονίδες γίγνονται ἐπὶ στιβαροῖσι μέλεσσιν. αὐτὰρ ἐχίνοις 225 ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασιν. 240 ἐξ ὧν ὄμματ’ ἔπηξεν ἀτειρέα δῖ’ Ἀφροδίτη. γόμφοις ἀσκήσασα καταστόργοις Ἀφροδίτη. 228 Κύπριδος ἐν παλάμῃσιν ὅτε ξὺμ πρῶτ’ ἐφύοντο. 299 πολυαίματον ἧπαρ. ᾗ πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν, 232 245 γυμνοὶ δ’ ἐπλάζοντο βραχίονες εὔνιδες ὤμων, ὄμματα δ’ οἶ’ ἐπλανᾶτο πενητεύοντα μετώπων. τοῦτο μὲν ἐν βροτέων μελέων ἀριδείκετον ὄγκῳ. 335 ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα γυῖα τὰ σῶμα λέλογχε βίου θαλέθουσιν ἐν ἄκμῃ· 250 ἄλλοτε δ’ αὖτε κακῇσι διατμηθέντ’ ἐρίδεσσι πλάζεται ἄνδιχ’ ἕκαστα παρὰ ῥηγμῖνι βίοιο. ὡς δ’ αὔτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις 340 θηρσί τ’ ὀρειλεχέεσσιν ἰδὲ πτεροβάμοισι κύμβαις. αὐτὰρ ἐπεὶ κατὰ μεῖζον ἐμίσγετο δαίμονι δαίμων, 235 255 ταῦτά τε συμπίπτεσκον ὅπη συνέκυρσεν ἕκαστα, ἄλλα τε πρὸς τοῖς πολλὰ διηνεκῆ ἐξεγένοντο. πολλὰ μὲν ἀμφιπρόσωπα καὶ ἀμφίστερν’ ἐφύοντο, βουγενῆ ἀνδρόπρωρα, τὰ δ’ ἔμπαλιν ἐξανέτελλον 239 ἀνδροφυῆ βούκρανα, μεμιγμένα τῇ μὲν ἀπ’ ἀνδρῶν, 260 τῇ δὲ γυναικοφυῆ, στεῖροις ἠσκημένα γυίοις. εἱλίποδ’ ἀκριτόχειρα. 242 νῦν δ’ ἄγ’, ὅπως ἀνδρῶν τε πολυκλαύτων τε γυναικῶν 248 ἐμμυχίους ὅρπηκας ἀνήγαγε κρινόμενον πῦρ, τῶνδε κλύ’· οὐ γὰρ μῦθος ἀπόσκοπος οὐδ’ ἀδαήμων. 265 οὐλοφυεῖς μὲν πρῶτα τύποι χθονὸς ἐξανέτελλον, ἀμφοτέρων ὕδατός τε καὶ εἴδεος αἶσαν ἔχοντες, τοὺς μὲν πῦρ ἀνέπεμπε θέλον πρὸς ὁμοῖον ἵκεσθαι, οὔτε τί πω μελέων ἐρατὸν δέμας ἐμφαίνοντας, οὔτ’ ἐνοπὴν οἷόν τ’ ἐπιχώριον ἀνδράσι γυῖον. 255 270 ἀλλὰ διέσπασται μελέων φύσις· ἡ μὲν ἐν ἀνδρὸς 257 ἡ δὲ γυναικὸς ἐν.... τῷ δ’ ἐπὶ καὶ πόθος ἦλθε δι’ ὄψιος ἀμμιχθέντι. 256 ἐν δ’ ἐχύθη καθαροῖσι· τὰ μὲν τελέθουσι γυναῖκες 259 ψύχεος ἀντιάσαντα. 275 λιμένας σχιστοὺς Ἀφροδίτης. 261 ἐν γὰρ θερμοτέρῳ τοκὰς ἄρρενος ἔπλετο γαστήρ, 262 καὶ μέλανες διὰ τοῦτο καὶ ἰνωδέστεροι ἄνδρες καὶ λαχνήεντες μᾶλλον. ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε. 265 280 μηνὸς ἐν ὀγδοάτου δεκάτῃ πύον ἔπλετο λευκόν. 266 γνοὺς ὅτι πάντων εἰσίν ἀπορροαὶ ὅσσ’ ἐγένοντο. 267 ὣς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δ’ ἐπὶ πικρὸν ὄρουσεν, 268 ὀξὺ δ’ ἐπ’ ὀξὺ ἔβη, δαλερὸν δαλερῷ ἐπόχευεν. οἴνῳ ὕδωρ μᾶλλον μὲν ἐνάρθμιον, αὐτὰρ ἐλαίῳ 272 285 οὐκ ἐθέλει. βύσσῳ δὲ γλαυκῇ κόκκου καταμίσγεται (ἄνθος) 274 ὧδε δ’ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ· πᾶσι λίφαιμοι 275 σαρκῶν σύρρυγγες πύματον κατὰ σῶμα τέτανται, καί σφιν ἐπὶ στομίοις πύκναις τέτρηνται ἄλοξιν 290 ῥινῶν ἔσχατα τέρθρα διαμπερές, ὥστε φόνον μὲν κεύθειν, αἰθέρι δ’ εὐπορίην διόδοισι τετμῆσθαι. ἔνθεν ἔπειθ’ ὁπόταν μὲν ἀπαΐξῃ τέρεν αἷμα, 280 αἰθὴρ παφλάζων καταΐσσεται οἴδματι μάργῳ, εὖτε δ’ ἀναθρῴσκῃ, πάλιν ἐκπνέει· ὥσπερ ὅταν παῖς, 295 κλεψύδρην παίζουσα διιπετέος χαλκοῖο, εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ’ εὐειδεῖ χερὶ θεῖσα εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυφέοιο, 285 οὐ τότ’ ἐς ἄγγοσδ’ ὄμβρος ἐσέρχεται, ἀλλά μιν εἴργει αἰθέρος ὄγχος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνὰ, 300 εἰς ὅ κ’ ἀποστεγάσῃ πυκινὸν ῥόον· αὐτὰρ ἔπειτα πνεύματος ἐλλείποντος ἐσέρχεται αἴσιμον ὕδωρ. ὣς δ’ αὔτως ὅθ’ ὕδωρ μὲν ἔχει κάτα βένθεα χαλκοῦ 300 πορθμοῦ χωσθέντος βροτέῳ χροὶ ἠδὲ πόροιο, αἰθὴρ δ’ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκει 305 ἀμφὶ πύλας ἰσθμοῖο δυσηχέος, ἄκρα κρατύνων, εἰς ὅ κε χειρὶ μεθῇ· τότε δ’ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν, πνεύματος ἐμπίπτοντος ὑπεκθέει αἴσιμον ὕδωρ. 295 ὣς δ’ αὔτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων ὁππότε μὲν παλίνορσον ἀπαΐξειε μυχόνδε, 310 αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον, εὖτε δ’ ἀναθρῴσκῃ, πάλιν ἐκπνέει ἶσον ὀπίσσω. κέρματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν. 300 ὧδε μὲν οὖν πνοίης τε λελόγχασι πάντα καὶ ὀσμῶν. 301 315 σάρκινον ὄζον. ὡς δ’ ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον χειμερίην διὰ νύκτα, πυρὸς σέλας αἰθομένοιο ἅψας, παντοίων ἀνέμων λαμπτῆρας ἀμοργούς, οἵτ’ ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων, 305 320 φῶς δ’ ἔξω διαθρῷσκον, ὅσον ταναώτερον ἤεν, λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν· ὣς δὲ τότ’ ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ λεπτῇς εἰν ὀθόνῃσι λοχάζετο κύκλοπα κούρην· αἱ δ’ ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφινάοντος, 310 325 πῦρ δ’ ἔξω διαθρῷσκον, ὅσον ταναώτερον ἤεν... (ὀφθαλμῶν) μία γίγνεται ἀμφοτέρων ὄψ. 311 αἵματος ἐν πελάγεσσι τεθραμμένη ἀντιθορόντος, 315 τῇ τε νόημα μάλιστα κυκλίσκεται ἀνθρώποισιν· αἷμα γὰρ ἀνθρώποις περικάρδιόν ἐστι νόημα. 330 πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισιν. 318 ὅσσον τ’ ἀλλοῖοι μετέφυν, τόσον ἂρ σφίσιν αἰεὶ 319 καὶ φρονέειν ἀλλοῖα παρίστατο. γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, 321 αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον, 335 στοργῇ δὲ στοργὴν, νεῖκος δέ τε νείκεϊ λυγρῷ. ἐκ τούτων γὰρ πάντα πεπήγασιν ἁρμοσθέντα καὶ τούτοις φρονέουσι καὶ ἥδοντ’ ἠδὲ ἀνιῶνται.

ΠΕΡΙ ΦΥΣΕΩΣ ΤΡΙΤΟΣ.

Εἰ γὰρ ἐφημερίων ἕνεκέν τί σοι, ἄμβροτε Μοῦσα, ἡμετέρης ἔμελεν μελέτης διὰ φροντίδας ἐλθεῖν, 340 εὐχομένῳ νῦν αὖτε παρίστασο, Καλλιόπεια, ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἐμφαίνοντι. ὄλβιος ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, 354 δειλὸς δ’ ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν. οὐκ ἔστιν πελάσασθ’ οὐδ’ ὀφθαλμοῖσιν ἐφικτὸν 356 345 ἡμετέροις ἢ χερσὶ λαβεῖν, ἥπερ τε μεγίστη πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει. οὐ μὲν γὰρ βροτέῃ κεφαλῇ κατὰ γυῖα κέκασται, οὐ μὲν ἀπαὶ νώτοιο δύο κλάδοι ἀίσσονται, 360 οὐ πόδες, οὐ θοὰ γοῦν’, οὐ μήδεα λαχνήεντα, 350 ἀλλὰ φρὴν ἱερὴ καὶ ἀθέσφατος ἔπλετο μοῦνον, φροντίσι κόσμον ἅπαντα καταΐσσουσα θοῇσιν.

ΚΑΘΑΡΜΟΙ

Ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ζαθέου Ἀκράγαντος 389 ναίετ’ ἀν’ ἄκρα πόλευς, ἀγαθῶν μελεδήμονες ἔργων, ξείνων αἰδοίων λιμένες, κακότητος ἄπειροι, 355 χαίρετ’· ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς, πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικε, ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις. τοῖσιν ἅμ’ εὖτ’ ἂν ἵκωμαι ἐς ἄστεα τηλεθόωντα, 395 ἀνδράσιν ἠδὲ γυναιξὶ σεβίζομαι· οἱ δ’ ἅμ’ ἕπονται 360 μυρίοι, ἐξερέοντες ὅπη πρὸς κέρδος ἀταρπός, οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ’ ἐπὶ νούσων, δηρὸν δὴ χαλεπῇσι πεπαρμένοι ἀμφ’ ὀδύνῃσι, παντοίων ἐπύθοντο κλύειν εὐηκέα βάξιν. 400 ἀλλὰ τί τοῖσδ’ ἐπίκειμ’, ὡσεὶ μέγα χρῆμά τι πράσσων, 365 εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπων; ὦ φίλοι, οἶδα μὲν οὖν ὅτ’ ἀληθείη παρὰ μύθοις, 407 οὓς ἐγὼ ἐξερέω· μάλα δ’ ἀργαλέη γε τέτυκται ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὅρμη. ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, 1 370 ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις. εὖτέ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ 3 αἵματος ἢ ἐπίορκον ἁμαρτήσας ἐπομόσσῃ δαίμων, οἵτε μακραίωνος λελάχασι βιοῖο, 4 τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι, 375 φυόμενον παντοῖα διὰ χρόνου εἴδεα θνητῶν, 6 ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους. αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, 16 πόντος δ’ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ’ ἐς αὐγὰς ἠελίου ἀκάμαντος, ὁ δ’ αἰθέρος ἔμβαλε δίναις. 380 ἄλλος δ’ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες. τῶν καὶ ἐγὼ νῦν εἰμὶ, φυγὰς θέοθεν καὶ ἀλήτης, 7 νείκει μαινομένῳ πίσυνος. ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε 380 θάμνος τ’ οἰωνός τε καὶ εἰν ἅλι ἔλλοπος ἰχθύς. 385 κλαῦσά τε καὶ κώκυσα, ἰδὼν ἀσυνήθεα χῶρον, 13 ἔνθα Φόνος τε Κότος τε καὶ ἄλλων ἔθνεα Κηρῶν 21 αὐχμηραί τε νόσοι καὶ σήψιες ἔργα τε ῥευστά. Ἀτῆς ἀν λειμῶνα κατὰ σκότος ἠλάσκουσιν. 23 αἰῶνος ἀμερθείς. 390 ἐξ οἵης τιμῆς τε καὶ ὅσσου μήκεος ὄλβου 11 ὧδε πεσὼν κατὰ γαῖαν ἀναστρέφομαι μετὰ θνητοῖς. ἠλύθομεν τόδ’ ὑπ’ ἄντρον ὑπόστεγον. 31 ἔνθ’ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις, 24 Δῆρις θ’ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις, 395 Καλλιστώ τ’ Αἰσχρή τε, Θόωσά τε Δηναίη τε, Νημερτής τ’ ἐρόεσσα μελάγκουρός τ’ Ἀσάφεια, Φυσώ τε Φθιμένη τε, καὶ Εὐναίη καὶ Ἔγερσις Κινώ τ’ Ἀστεμφής τε, πολυστέφανός τε Μεγιστὼ †καὶ Φορύη, Σιωπή τε καὶ Ὀμφαίη.† 400 ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον, 14 τοίων ἔκ τ’ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε. σαρκῶν αἰολόχρωτι περιστέλλουσα χιτῶνι. 379 ἀμφιβρότην χθόνα. ἐκ μὲν γὰρ ζώων ἐτίθει νεκροείδε’ ἀμείβων. 378 405 οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς, 368 οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια. 370 τὴν οἵγ’ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο γραπτοῖς τε ζῴοισι μύριοισί τε δαιδαλεόδμοις 410 σμύρνης τε ἀκρήτου θυσίαις λιβάνου τε θυώδους, ξουθῶν τε σπονδὰς μελιτῶν ῥιπτοῦντες ἐς οὖδας, ταύρων δ’ ἀκρήτοισι φόνοις οὐ δεύετο βωμός. 375 ἀλλὰ μύσος τοῦτ’ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον, θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἠέα γυῖα. 415 ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιούσια εἰδὼς 440 παντοίων τε μάλιστα σοφῶν ἐπιήρανος ἔργων, 442 ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον. 441 ὁππότε γὰρ πάσῃσιν ὀρέξαιτο πραπίδεσσιν, ῥεῖά γε τῶν ὄντων πάντων λεύσσεσκεν ἕκαστον, 420 καί τε δέκ’ ἀνθρώπων καί τ’ εἴκοσιν αἰώνεσσιν.... 445 ἦσαν γὰρ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ, 364 φῆρές τ’ οἰωνοί τε, φιλοφροσύνῃ τε δεδήει, δένδρεα δ’ ἐμπεδόφυλλα καὶ ἐμπεδόκαρπα τεθήλει, καρπῶν ἀφθονίῃσι κατήορα πάντ’ ἐνιαυτόν. 425 οὐ πέλεται τοῖς μὲν θεμιτὸν τόδε, τοῖς δ’ ἀθέμιστον, 403 ἀλλὰ τὸ μὲν πάντων νόμιμον διά τ’ εὐρυμέδοντος αἰθέρος ἠνεκέως τέταται διά τ’ ἀπλέτου αὐγῆς. οὐ παύσεσθε φόνοιο δυσηχέος; οὐκ ἐσορᾶτε 416 ἀλλήλους δάπτοντες ἀκηδείῃσι νόοιο; 430 μορφὴν δ’ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας 410 σφάζει ἐπευχόμενος, μέγα νήπιος· οἱ δὲ φορεῦνται λισσόμενοι θύοντος· ὁ δ’ ἂρ νήκουστος ὁμοκλέων σφάξας ἐν μεγάροισι κακὴν ἀλεγύνατο δαῖτα. ὣς δ’ αὔτως πατέρ’ υἱὸς ἑλὼν καὶ μητέρα παῖδες 435 θυμὸν ἀπορραίσαντε φίλας κατὰ σάρκας ἔδουσιν. οἴμοι ὅτ’ οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ, 9 πρὶν σχέτλ’ ἔργα βορᾶς περὶ χείλεσι μητίσασθαι. ἐν θήρεσσι λέοντες ὀρειλεχέες χαμαιεῦναι 382 γίγνονται, δάφναι δ’ ἐνὶ δένδρεσσιν ἠυκόμοισιν. 440 δαφναίων φύλλων ἀπὸ πάμπαν ἔχεσθαι. 419 δειλοί, πανδειλοί, κυάμων ἄπο χεῖρας ἔχεσθαι. 418 κρηνάων ἄπο πέντε ταμὼν ἐν ἀτειρέι χαλκῷ 422 χεῖρας ἀπόρρυψαι. νηστεῦσαι κακότητος. 406 445 τοιγάρτοι χαλεπῇσιν ἀλύοντες κακότησιν 420 οὔποτε δειλαίων ἀχέων λωφήσετε θυμόν. εἰς δὲ τελὸς μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροὶ 384 καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται, ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι, 450 ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, αὐτοτράπεζοι, εὔνιες ἀνδρείων ἀχέων, ἀπόκηροι, ἀτειρεῖς.

Sources and Critical Notes.

1. Diog. Laer. viii. 60. 2-10. Sext. Emp. Math. vii. 123-124. 3. Prokl. on Tim. p. 175. 5. Plut. Mor. 360 C. 6. Diog. Laer. ix. 73; 8-9 a. Plut. Mor. 17 E.

3. MSS. δειλεμπέα, corr. Emperius. Prokl. δειν’ ἔπεα, 4. MSS. ζωῆσι βίου, corr. Scaliger. CFR ἀθροίσαντος. 7 MSS. ἐλαυνόμενοι, τὸ δ’ ὅλον εὔχεται, corr. Stein. 9. Bergk adds δ’ after σὺ. 10. MSS. πλεῖόν γε, Karsten πλέον’ ἠὲ, Stein πλέον: MSS. ὄρωρεν, corr. Panzerbieter.

11-23. Sext. Emp. Math. vii. 125. 16-17. Clem. Al. Strom. p. 682. 18. Prokl. Tim. 106; Plut. Mor. 93 B.

12. MSS. ὀχεύσατε, corr. Steph. 16. MSS. σέ, Stein μέ. 17. Sext. MSS. ἐφωθοείης, corr. Steph. Clem. confirms correction. 18. MSS. Θοάζει, Plut. θαμίζειν, corr. Hermann. 19. MSS. ἀλλὰ γὰρ ἄθρει πᾶς, corr. Bergk. 20. Bergk τι ... πιστήν, Gomperz, ὄψει ἔχων πίστιν πλέον’. 22. MSS. ὁπόση, corr. Stein. 23. MSS. θ’, Karsten δ’.

24-32. Diog. Laer. viii. 59 from Satyros; Suidas under ἄπνους; Eudocia, p. 170; Tzetzes, Chil. ii. 906 f.; Iriarte, Catal. Matrit. p. 450. 26-28. Clem. Al. Strom. p. 754.

27. Clem. Θνητοῖσι; Clem., Diog. Laer. Vin. MS., Tzt. ἀρούρας. Elsewhere ἄρουραν. 28. Clem. εὖτ’, others ἤν κ’. Diog., Clem. παλίντιτα, corr. Stein. 29. Tzt. στήσεις, Suidas στήσει. 30. Tzt. στήσεις. 31. Diog. τὰ δ’ ἐν θέρει ἀήσαντα, Hermann τά τ’ αἰθέρι αἰθύσσονται, corr. Stein.

33-35. Sext. Emp. Math. ix. 362, and x. 315; Plut. Mor. 878 A (Eus. Pr. Evang. xiv. p. 749); Probus on Verg. Ecl. vi. 31; Hipp. Ref. haer. 246; Stob. Ecl. i. 10, p. 287. 34-35. Athenag. Legatio, p. 22; Diog. Laer. viii. 76; Herakl. Alleg. Hom. 443 G. Clem. Al. Strom. p. 746 joins 33, 78, and 104.

33. τῶν, Sext. γὰρ, Prob. δὴ. Last word Prob. ἐᾶσιν. 34. Plut. Ζεὺς αἰθὴρ. 35. Diog. Laer. ἐπιπικροῖ ὄμμα βρότειον, Prob. γε πικροῖς νωμα (νωμᾷ?) βρότειον γένος.

36-39. Plut. Mor. 1111 F, 885 D. 36 b, 38. Arist. Gen. Corr. I. 1; 314 b 7; Meta. iv. 4; 1015 a 1. 38, 39. Arist. de X. Z. G. c. 2 975 b 7.

36. Plut. de placit. οὐδὲν, adv. Colot. ἑκάστου. Ar. Meta. ἐόντων. 37. Plut. adv. Col. οὐλομένη θ. γενέθλη. 39. Plut. de placit. φύσις δὲ βροτοῖς.

40-44, Plut. Colot. 1113 C. 44. Plut. Mor. 820 F.

40. MSS. ὅτε μὲν ... φῶς αἰθέρι, Mul. ὅ τι κεν, Panz. αἰθέρος κῃ. 42. MSS. τὸν γενέσθαι, Reiske τὸ λέγουσι γεν., Karst. δοκέουσι γεν. 43. MSS. ἀποκριθῶσι, corr. Ritschl. 44. MSS. εἶναι καλέουσι· ὅμως. Plut. Mor. 820 F gives the line as in the text. Duebner suggests εἰκαίως for εἶναι here.

45-47. Plut. Colot. 1113 C.

47. MS. ἤτοι, corr. Reiske. MS. πάντη, corr. Steph.

48-50. Arist. de X. Z. G. 2; 975 a 36. 48-49. Philo, de incorr. mundi p. 488.

48. Vulg. ἔκ τε μὴ, Cd. Lps. Syl. ἐκ τοῦ μὴ, Philo ἐκ τοῦ γὰρ οὐδαμῆ. 49. MS. τό τε ὂν, Stein καί τ’ ἐὸν. Arist. ἄπρηκτον, Philo ἄπαυστον. Text from Diels, Hermes xv. p. 161. 50. MS. θήσεσθαι, corr. Karst.

51-54. Plut. Colot. 1113 D.

53. MSS. εἰσὶ καί σφι, corr. Karst. MSS. δεινα, corr. Bergk.

55-57. Clem. Al. Strom. 656. 56-57. Theod. Serm. 476 Sch.

56. Theod. ὧδε γὰρ.

58-59. Plut. de orac. def. 418 C. Arranged in verse by Xylander. MSS. μήτε λέγειν corr. Knatz, Empedoclea, p. 7.

60. Plut. non pos. suav. viv. 1103 F δὶς γὰρ ὃ δεῖ καλόν ἐστιν ἀκοῦσαι, Schol. Plat. Gorg. 124 Ruhnk. δὶς καὶ τρὶς τὸ καλὸν ... Ἐμπεδ. τὸ ἔπος “καὶ δὶς γὰρ ὃ δεῖ καλόν ἐστιν ἐνίσπειν.” Text from Sturz.

61-73. Simpl. in Arist. Phys. 34 r 158, 1 sq. 66-68. Tzetzes, Hom. 58 Sch. 67-73. Simpl. de caelo Peyr. p. 47 sq. 67-68. Simpl. Phys. 6 v 25, 29, and 310 r. Diog. Laer. viii. 76; Stob. Ecl. i. 11, p. 290; vit. Hom. p. 327 Gal. 69-73. Arist. Phys. viii. 1; 250 b 30.

61. Karst. supplies πείρατα μύθων from v. 75. 62. Cf. 104. 65. E δρυφθεῖσα, MS. δρεπτή. 66-67. Cf. 116-117. 68. Simpl. 158, 8 δίχα πάντα. Elsewhere as in text. 69. Om. Simpl. 158 b 1. 73. MSS. ἀκίνητοι corr. Bergk.

74-95. Simpl. Phys. 34 r 158, 13 sq. following the preceding without break. 74. Stob. Ecl. App. 34 Gais.; cf. Clem. Al. Strom. 697. 77-80. Simpl. Phys. 6 v 26, 1; Sext. Emp. Math. ix. 10. 78. Plut. de adult. p. 63 D; Clem. Al. Strom. 746 (with v. 33). 79-80. Sext. Emp. Math. x. 317. 79. Plut. Mor. 952 B. 80-81. Plut. Amat. 756 D. 81. Clem. Al. Strom. 653; Simpl. Phys. 41 r 188, 26. 91. Cf. Stob. Ecl. i. 18; Placit. i. 18 and Theod. iv. 529 C (Dox. 316); Galen, Hist. phil. 10. 92. Arist. X. Z. G. 975 b 10. Simpl. omits 91.

74. Simpl. μέθη, corr. Bergk from Stob. and Clem. 78. Sext. ἤπιον, Clem. αἰθέρος, Plut. αἰθέρος ἤπιον. 79. Simpl. ἕκαστον, Sext. ἁπάντῃ, corr. Panz. 80. Plut. ἐν τοῖς, Sext. φιλίη ... ἴσον. 81. Simpl. aF σὺν νῷ; cf. Plut. 82. Simpl. F φυτοῖσιν: Bergk, Karst. ἐνίζεται. 83. Simpl. DE καὶ ἄρθμια, F καὶ ἄρ’ ὅμοια. 85. Simpl. μετ’ ὄσοισιν, Panz. μεθ’ ὅλοισιν, Prel. γ’ ὄσσοισιν. I have suggested μετὰ τοῖσιν. 89. Simpl. καὶ πρὸς τοῖς οὔτ’ ἄρτι. Cf. 159, 8 μηδὲν ἐπιγίνεσθαι μηδ’ ἀπολήγειν, corr. Stein. 93. Simpl. DEa κε καὶ κήρυξ, F omits κε, corr. Stein (notes). 95. D γίνονται. MS. ἄλλοτε, corr. Stein. DE καὶ ἠνεκὲς (cf. Hesych.), aF διηνεκὲς.

96-109. Simpl. Phys. 34 r 159, 13. 98-107. Simpl. Phys. 7 v 33, 8, 98 and 100. Arist. Gen. Corr. i. 1, 314 b 19; Philopon. Comment. on this passage; Plut. de prim. frig. 249 F; Galen, vol. xiii. p. 31 Chart. 104-107ᵃ. Arist. Meta. ii. 4; 1000 a 29.

98. Arist. Philopon. λευκὸν ... θερμὸν, Simpl. Galen θερμὸν ... λαμπρὸν: Simpl. Arist. ὁρᾶν, Plut. Aristot. ὅρα, Simpl. F ὁρᾷ. 99. Simpl. ἔδεται or ἐδειτο: Stein ὅσσα πέλει, Diels ὅσσα θέει τε. 100. Some MSS. Arist. and Plut. ζοφόεντα. 101. Simpl. θέλημα, a θελίμνα, corr. Sturz: Simpl. 33, 11 στερέωμα. 102. Simpl. 159, 19 πέλοντα. 104. Simpl. 159, 21 D παντὸς ἄτην, a F πάντ’ ἠν: Arist. Met. ἐξ ὧν πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἐσθ’ ὅσα τ’ ἔσται ὀπίσσω. 105. Simpl. 133, 15 δένδρα τε βεβλάστηκε. 108. ED τογον, Diels τό γ’ ὄν? Hermes xv. 163 τόσον: E διάκρασις, D διάκρισις. Sturz. διάπτυξις from Simpl. 34 v. 161, 20. Platt διὰ Κύπρις ἀμείβει Journ. Philol. 48, p. 246.

I bracket 108-109 as another form of 94-95.

[αὐτὰ γάρ ἐστι ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα 109 γίνεται ἀλλοιωπά. †τογον διὰ κρᾶσις ἀμείβει.] 137

110-111. Hippol. Ref. haer. 247 Mill.

110. MS. εἰ γὰρ ... ἔσται οὐδέπω τοίω, corr. Schneid. Phil. vi. 160. 111. MS. κενώσεται ἄσβεστος, corr. Mill.

112-118. Simpl. Phys. 8 r 33, 19.

114. MS. ἐστι, corr. Panz. 115. MS. κηρῶν, Stz. θηρῶν, Bergk θνητῶν. 118. E ἑν, D ὁν, F ὂν, A ἂν, Text Hermes xv. 163.

Lines 114-115 are bracketed as a duplication of 94-95, and accordingly 112-113 are inserted before 94-95, where 113 corresponds excellently with 93; 116-117 are bracketed as another form of 67-68 (cf. 248), and accordingly 118 finds its proper place after 68. Cf. “Repetitions in Empedokles,” Classical Review, Jan. 1898.

114 [αὐτὰ γὰρ ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα 140 115 γίνοντ’ ἄνθρωποί τε καὶ ἄλλων ἔθνεα κηρῶν, ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἕνα κόσμον, ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορεύμενα Νείκεος ἔχθει, εἰς ὅ κεν ἓν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται.]

119-129. Simpl. Phys. 34 r 160, 1.

120. DEF ἄμφω: F δεδαωτες. 122. MSS. ἁρμονίη: D μίξαντες, a μόξαν τε. 123. aF πασ’ ἐναλίγκια. 124. D κτίζοντες ... ἀνέρες. 127. F οὕτω μὴν ἁπάτη; a ὡς νύ κεν: Bergk φρένας: καινύτω (Hesych. νικάτω) corr. Blass for MSS. καί νύ τῳ. 128. MSS. γεγάασιν ἄσπετα, corr. Bergk.

130-133. Clem. Al. Strom. 674.

130. εἰ δ’ ἄγε τοι λέξω, Pott. εἰ δ’ ἄγε τοι μὲν ἐγὼ. 131. Gomperz, Hermes xxxi, 469 ἐσορῶμεν ἅπαντα.

134. Simpl. Phys. 258 r καὶ θεὸν ἐπονομάζει καὶ οὐδετέρως ποτὲ καλεῖ σφαῖρον ἔην. Cf. v. 138.

135-138. Simpl. Phys. 272 v. 135-136. Plut. de fac. in lun. 926 E. 138. Simpl. de caelo, Peyr. 47; M. Antonin. xii. 3; Stob. Ecl. Phys. i. 15, 354; Achilles (Tatius) in Arat. 77 Pet. and frag. Schol. p. 96; Prokl. in Tim. 160.

135. Simpl. διείδεται ὠκέα γυῖα, Plut. δεδίττεται, corr. Karst. 136. Plut. MS. γένος, Bergk μένος. 137. MS. κρυφῷ or κρύφα, Karst. κρύφῳ, Stein κύτει. 138. Simpl. Phys. μονιὴ περιγηθέι αἰών, Text from Simpl. de caelo. Stob. Tatius χαίρων. Schol. in Arat. κυκλοτερεῖ μανίᾳ.

[δένδρεά τε κτίζοντε καὶ ἀνέρας ἠδὲ γυναῖκας 125 θῆράς τ’ οἰωνούς τε καὶ ὑδατοθρέμμονας ἰχθῦς 160 καί τε θεοὺς δολιχαίωνας τιμῇσι φερίστους.]

139-141. Arist. Meta. ii. 4; 1000 b 13; Simpl. Phys. 272 b.

139. Arist. ἀλλ’ ὅτε δὴ, Simpl. αὐτὰρ ἐπεὶ. 141. Simpl. ὃ: Arist. E παρελήλατο.

142. Simpl. Phys. 272 v. associated with v. 135.

143-144. Plut. de fac. lun. 926 F.

143. Sturz ends the line ἔθηκεν with object Νεῖκος. 144. MSS. ἄκρατοι καὶ ἄστοργοι, corr. Stein.

145. Arist. Gen. et Corr. i. 8; 325 b 22.

146-148. Arist. de X. Z. G. 2; 976 a 35; de coelo ii. 113; 294 a 25; and Simpl. on this passage. 147-148. Clem. Al. Strom. 817.

147. Arist. X. Z. G. βροτέων, de coelo, Clem. γλώσσης: Clem. ἐλθόντα. 148. Clem. εἰδότων.

149. Plut. de fac. lun. 920 C.

MS. ὀξυμελὴς, Xylander ὀξυβελὴς: MS. ἠδὲ λάινα, corr. G. Dindorf. Cf. Hesych. ἱλάειρα; Preller λάιν’ ἠδὲ.

150. Macrob. Saturn. i. 17; Etym. Mag., Orion Etym., Suidas, under ἥλιος; Cramer, Anec. ii. 444.

Macrob. οὕνεκ’ ἀναλισθείς, Suid. Cram. ἀλεῖσθαι; Et. M. μέσον.

151. Plut. Pyth. or. 400 B; Galen, de us. part. iii. 3.

Plut. ἀνταυγεῖν, Galen ἀνταυγέω.

152. Simpl. Phys. 74 v; 331, 7.

a DF ψύχε, E τύχε: MSS. γαίης, Stein αὐγῆς.

153. Plut. de fac. lun. 929 E.

153a. Diels, Hermes xv. 175, constructs the following line from Philo ed. Aucher, p. 92:

καὶ μέγαν, αὐτίκ’ ἀνῆλθε, θέουσ’ ὡς οὐρανὸν ἵκοι.

154. Achill. Tat. Introd. in Arat. c. 16 p. 77 Pet. 155. Plut. de fac. orb. lun. 925.

155. Plut. (σελήνη) περιφερομένη πλήσιον, ἅρματος ὥσπερ ἴχνος ἀνελίσσεται ἥτε περὶ ἄκραν.

156. Bekk. Anecd. i. 337.

157-159. Plut. de fac. lun. 929 C.

157. MS. ἀπεσκεύασε, Xyl. ἀπεσκέδασεν, Bergk ἀπεσκίασεν. 158. MS. ἔστε γαία, Xyl. ἐς γαῖαν: Stein ἱσταμένη or εἰς αἴθρην: MS. ἀπεσκνίφωσε, corr. Karst. 159. γλαυκώπιδος, cf. Plut. de fac. lun. 934 D (Diels, Hermes xv. 176).

160. Plut. Quaest. Plat. 1006 F.

161. Plut. Quaest. conv. 720 E.

MS. ἀγλαώπιδος, corr. Xyl. Cf. Hesych. ἀλαῶπιν· ... οὐ βλέπουσαν.

162. Prokl. on Tim. iii. 141.

MS. οὔδεος, Sturz writes ὕδεος from following. Diels finds connection only with preceding and writes ἕδεος. Cf. Hesych. ἕδος· ... γή.

163. Plut. Quaes. conv. 685 F.

Karst. πολυσπορέων. Cf. 214.

164. Hephaest. Enchir. c. 1 p. 4 Gais.

165. Arist. Meteor. ii. 3; 357 a 26; Plut. Placit. phil. iii. 13, and de Is. 365 B. Clem. Al. Strom. 676. Porphyr. Vit. Pyth. c. 41.

166-167. Arist. de Gen. et Corr. ii. 6; 334 a 3. 167. Phys. ii. 4; 196 a 22.

166. Diels suggests ῥιπαῖς. Cf. v. 164.

168. Eustath. on Od. α 320, p. 1 (from Herodian, περὶ σχημ. Ὁμηρ.). Cf. Arist. de gen. et corr. ii. 6; 334 a 1.

169-185. Simpl. de caelo, Peyron p. 27; Gais. Poet. Min. Gr. ii. p. xlii; Schol. Aristot. Brand. p. 507 a. 171-185. Simpl. Phys. 7 v 32, 11. 175. Stob. Ecl. i. 286. Cf. Arist. Met. ii. 4; 1000 b 2. 178-181. Simpl. de caelo, Peyr. p. 37. 182-183. Theophr. Athen. x. 423; Arist. Poet. c. 25; 1461 a 24. Eust. ad Iliad. i. p. 746, 57.

170. MS. λόγῳ, corr. Bergk. Peyr. ὑποχετεύων, Brand. ἐποχ., corr. Bergk. 173. Simpl. Phys. ἐν τῇ δὴ, de caelo Cd. Taur. Peyr. ἐν τῇ ἠδέ, corr. Bergk. 174. Phys. DE θελημὰ, F θέλημα, de caelo JP Cd. Taur. ἀλλ’ ἐθέλημα. 175. Simpl. repeats 184 instead of 175, which is inserted from Stob. by Schneid. 176. Phys. E ἐστι: DEF κεκερασμένοισιν, Taur. κεραιζομένοισιν, text from de caelo. 177. de caelo ἀμφαφέως. 178. Phys. aF πω πᾶν, DE οὔπω πᾶν, de caelo τὸ πᾶν. 180. aF ὑπεκπροθέει. 181. Phys. DE πίφρων, F ἣ περίφρων, DEF (de caelo P) φιλότητος, Phys. ἀμεμφέος, de caelo ἀμφέσσον, Stein φιλότης τε καὶ ἔμπεσεν. 182. Arist. omits εἶναι. 183. Phys. ἄκριτα, Theophr. ἄκρητα: Arist. ζῶα τε πρὶν κέκριτο Athen. διαλλάττοντα, Phys. διαλλαξαντα.

186-194. Simpl. Phys. 34 r 160, 28. 191-192. Theophr. de sens. § 16.

186. DE ἄρθμια, aF ἄρτια: DE ἑαυτὰ ἑαυτῶν, aF αὐτὰ ἑαυτῶν, Stein suggests πάνθ’ αὑτῶν ἐγένοντο, Diels ἔασιν ἑαντῶν. 188. MS. ὅσσα φιν, Diels ὅσσα φίλ’, Hermann ὁσσάκις. 189. MSS. ἐπάρκεα, Karst. ἐπάρτεα, aF ἔχθρα, ED ἔργα: MS. μάλιστα, Karst. ἄμικτα, 192. DEF κρίσει, a κράσει. 193. DE δ’ ὑγρὰ, a λυγρὰ 194. MSS. and Simpl. 161, 12 νεικεογεννέστησιν, Panz. νείκεος ἐννεσίῃσι, MS. σφίσι γένναν ὀργᾶ (a γέννας), Panz. σφίσι γένν’ ἄστοργος, Diels ἔοργεν.

195-196. Simpl. Phys. 74 v 331, 12.

195. aF omit οὖν.

197-198. Arist. de gen. et corr. ii. 6; 333 b 1.

197. Arist. πυρὶ γὰρ αὔξει τὸ πῦρ, corr. Karst. 198. γένος H, δέμας.

199-202. Simpl. Phys. 66 v 300, 21. 199-201. Arist. de anima i. 5; 410 a 4; and commentators on this passage.

199. Simpl. aEF εὐτύκτοις, D and Arist. εὐστέρνοις. 200. aF τὰ, DE τὰς, Diels τὼ: aF μερέων, DE μοιράων.

203-207. Simpl. Phys. 7 v 32, 6. 203. 74 v, 331, 5.

205. aDE ὁρμησθεῖσα, F ὁρμισθεῖσα. 206. MS. πλέον ἐστίν, corr. Panz. 207. aF αἵματ’ ἐγένοντο, D αἷμα τέγεντο, E αἵματ’ ἔγεντο.

208. Arist. Meteor. iv. 4; 382 a 1; Probl. 21, 22; 929 b 16; cf. Plut. de prim. frig. 952 B.

209. Plut. de prim. frig. 952 B.

210-213. Simpl. de caelo, Peyr. p. 28; Gaisf. Poet. Min. Gr. II. xliii. Brand. Schol. Arist. 507 a.

210. A εἰ δ’ ἔτι σοι, B εἰδέτι σοι, Taur. εἰ δέ τισι. 212. MS. εἴδη τε γενοίατο χροιάστε, corr. Ritschl.

214. Athen. viii. 334 B.

215-218. Simpl. de caelo a little after 213. 218. Simpl. Phys. 74 v 331, 9.

215. MS. ὡς δὲ ... ἔπειτ’, corr. Karst.: A ἐδίῃνεν ἐν, B ἐδείκνυεν ἐν, Taur. ἐδείκνυεν. 216. A ἡ δέ ἀποπνέουσα, B εἰ δὲ ἀποπνοίουσα, Taur. ἡ δὲ ἀποπνείουσα, Panz. ἡδὺ δ’ ἐπιπνείουσα, corr. Stein. 217. Phys. E πλάσης, a πλάσιος, text from de caelo.

219. Arist. de gen. anim. i. 23; 731 a 5; cf. Philop. on this passage and Theophr. de caus. plant. i. 7, 1.

Philop. and Arist. ... μικρὰ ... ἐλαίας.

220. Plut. Quaest. conv. 683 D.

221. Plut. Quaest. nat. 912 C, 919 D; cf. Arist. Top. iv. 5; 127 a 18. MS. ἀπὸ φλοιοῦ, corr. Meziriacus.

222-231. Hippolyt. Ref. haer. 251 Mill; Schneidewin, Philol. vi. p. 165.

222. MS. καὶ ἓν, corr. Mill. MS. σφαδίνησιν ... corr. Schneid. 223. MS. ἐποπτεύεις, corr. Schneid. 224. MS. ταῦτα δὲ, corr. Schneid. 225. MS. κτ ... Schneid. κατερχόμεν’, corr. Stein. 227. MS. τάλλ’ οἱῶν ἐπιρέξεις, corr. Schneid. 228, MS. δῆλα πέλονται ... μέριμναι, Schneid. δείλ’ ἀπάλαμνα ... μερίμνας. 299. MS. σῆς, Schneid. ἶσ’. 231. Cf. Sext. E. Math. viii. 286. MS. of Hippol. καὶ γνωματοσισον.

232. Plut. Quaest. conv. 745 D.

233-235. Plut. Quaest. conv. 618 B. 234-235, de fac. lun. 927 F.

234. Quaest. conv. καὶ μὴν, de fac. lun. καὶ τὴν, Stein μαινῶν, Diels καλχῶν, comparing Nicander, Alexipharm. 393 and Schol. Schneid. p. 98 for the interpretation of a fish furnishing a dye. Also Arist. Hist. anim. viii. 13; 599 a 10 πορφύραι καὶ κήρυκες.

236-237. Arist. Meteor. iv. 9 387 b 4.

237. MS. λεπίδες, corr. Karst. from a gloss of Hesych.

238-239. Plut. de fort. 98 D.

238. MS. ἐχῖνος, corr. Steph. 239. MS. ὀξυβελὴς δέ τε, text follows Cd. Vulc.

240-242. Simpl. de caelo, Peyr. 28; Gaisford xliii. Brand. Schol. 512 a. The three lines are cited separately.

242. A ξυμπρώτ’, B ξυμπρώταις, corr. Karst.

243. Plut. Quaest. conv. 683 E.

244-246. Simpl. de caelo, Peyr. 46; Gaisf. xliv. Schol. Brand. 512 a. 244. Ar. de anim. iii. 6; 430 a 29; de gen. an. i. 18; 722 b 20, and commentators.

244. MS. ᾗ, ἤ, ὡς. 245. πολλαὶ, πολλῶν ἐμπλάζοντο.

247-253. Simpl. Phys. 258 r.

247. MS. τοῦτον μὲν ἂν ... ὄγκον, Vulg. omits ἂν, text from Diels. 249. MS. θαλέθοντος, corr. Karst. 253. Ald. ὀρειμελέεσσιν, corr. Schneider (cf. 438).

254-256. Simpl. de caelo following 246 after a break.

254. B Taur. omit δαίμονι. 256. B Taur. ἐξεγένετο.

257-260. Aelian, hist. anim. xvi. 29. Cf. Plut. Colot. 1123 B.

257. MS. φύεσθαι, Karst. ἐφύοντο. 258. MS. ἀνδρόπρωνα ... ἐξανατείνειν, corr. Gronovius. 259. MS. ὑπ’, corr. Jacobs. 260. MS. σκιεροῖς, corr. Diels.

261. Plut. Colot. 1123 B.

MS. εἱλίποδα κριτόχειρα, corr. Karst. and Duebner.

262-269. Simpl. Phys. 86 v 381, 31.

263. MS. ἐννυχίους, corr. Panz. cf. Odyssey λ 344 ἀπὸ σκοποῦ, which perhaps should be restored here. 266. MS. εἴδεος, Stz. οὔδεος, but cf. Simpl. 382, 7. 269. E οἵα τ’, F οὔτ’, a οὔτ’ αὖ, Diels οἷόν τ’: EF γύων, a γῆρυν, corr. Stein.

270. Arist. de gen. anim. i. 18; 722 b 12; ibid. i. 1; 764 b 17; and 270-271 in Philop. on this passage.

270. Z omits ἐν. 271. Stein transposes last two words.

272. Plut. Quaest. nat. 917 C.

MS. τῷ δέ τι ... εἴτε διὰ πέψεως ἀμμίσγων. Karst, τῷ δ’ ἐπὶ ... δι’ ὄψεος ἀντ’ ἀίσσων, Stein ἀμμιχθέντι.

273-274. Arist. de gen. anim. iv. 1; 723 a 24 after 271. S ἐλύθη.

275. Schol. Eur. Phoen. p. 600 Valck. Stein transposes first two words.

276-278. Galen in Hippokr. Epidem. iv. 2.

276. MS. τὸ κατ’ ἄρρενα ἔπλετο γαίης. Text from Diels.

279. Plut. de amic. mult. 95 A; cf. Arist. de gen. anim. iv. 4; 771 b 23.

280. Arist. de gen. anim. iv. 8; 777 a 10; and Philop. on this passage.

281. Plut. Quaest. Nat. 916 D.

282-283. Plut. Quaest. Conv. 663 A.

282. MS. μὲν ἐπὶ γλυκὺ, corr. Macrob. 283. MS. omits ἔβη and ends δαλεροῦ λαβέτω, corr. Karst.

284-285. Philop. on Arist. de gen. anim. 59 a.

284. MS. ὕδωρ οἴνῳ μᾶλλον ἐναρίθμιον. Text from Stein.

286. Plut. de def. orac. 433 B.

MS. γλαυκῆς κρόκου, corr. Karst. and Xylander.

287-311. Arist. de respir. 7; 473 b 9.

287. Mil δίαιμοι. 289. MSS. ἐπιστομίοις, Z Mil ἐπιστομίαις, corr. Stz. MSS. πυκναῖς or πυκίνοις, Mil δόναξι. 290. Some MSS. τέθρα, Mil φόνον, others φανὸν. 291. M μέν γ’ ἐνθεῖναι θέρει, pr Z εὔπνοιαν. 292. Several MSS. ἐπάξῃ, ἐπαίξῃ. 293. Bekker with majority of MSS. καταβήσεται. 294. MSS. ἀναθρώσκει, corr. Karst. 295. Several MSS. κλεψύδραις, il παίζησι, MZ παίζουσι, others παιζουσα, MZil διιπετέος, others δι’ εὐπετέος. 298. ilMZ οὐδ’ ὅτ’, οὐδέτ’, Bk οὐδ’ ὅγ’, Stein οὐ τότ’. 299. MSS. ἀέρος, corr. Stein. 301. MSS. αὔξιμον, a few others αἴσιμον. Cf. Simpl. Phys. 151 v. 303. Many MSS. χρωσθέντος. 307. MSS. αὔξιμον, Bk. αἴσιμον. 309. MSS. ἐπαίξειε, corr. Stein. 310. MZil αἰθέρος, others ἕτερον, MZil οἶδμα τιταίνων. 311. l ἀναθρώσκοι.

313.⁠[75] Plut. Quaest. nat. 917 E; de curios. 520 F.

MS. (Q.n.) κέμματα, (de c.) τέρματα, Buttmann κέρματα.

From Plutarch Mor. 917 E and Arist. Problem. inedit. II. 101, (Didot, IV. p. 310); Diels Hermes xv. 176 restores the following line after 313:

<ἐν δρίῳ> ὅσσ’ ἀπέλειπε ποδῶν ἁπαλὴ περίπνοια.

314. Theophrast. de sens. § 22.

315. Theophr. ibid. § 9. Diels Dox. 501 suggests ὀστοῦν.

316-325. Arist. de sens. et sensib. c. 2; 437 b 26. Alex. Aphrod. on this passage.

318. YE ἀμόργους, Ml ἀμουργούς. 320. Many MSS. πῦρ. 323. MSS. λεπτῇσιν γ’ ὀθόνῃσιν corr. Bekker: several MSS. ἐχεύατο, λοχάζετο. 324. Several MSS. ἀμφιναέντος.

326. Arist. Poet. c. 21; 1458 a 5. Strabo, viii. 364.

327-329. Stob. Ecl. Phys. i. p. 1026.

327. MSS. τετραμένα, corr. Grot. ACt. ἀντιθρῶντος, other MSS. ἀντιθροῶντος, corr. Bergk. 328. ACt. κικλήσκεται. 329. Cf. Etym. M. and Or. under αἷμα; Tertul. de an. xv. 576; Chalcid. on Tim. p. 305.

330-332. Arist. de anim. iii. 3; 427 a 23; and Philop. on this passage. Arist. Met. iii. 5; 1009 b 18; Themist. on Arist. de anima 85 b.

330. Some MSS. ἐναύξεται. 330. MS. omits τ’. 331. MS. καὶ τὸ φρονεῖν, corr. Karst.

333-335. Arist. de anim. i. 2; 404 b 12; Met. ii. 4; 1000 b 6; Sext. Emp. Math. i. 303, vii. 92, 121. Philop. on Arist. de Gen. et corr. 59 b; Hipp. Ref. haer. p. 165. Single lines are mentioned elsewhere.

334. Sext. ἠέρι δ’ ἠέρα. 335. Sometimes στοργὴν δὲ στοργῇ.

336-337. Theophr. de sens. § 10; Dox. 502.

336. MS. ὡς ἐκ τούτων π., corr. Karst. 337. MS. ἥδονται καὶ ἀ., corr. Karst.

338-341. Hipp. Ref. haer. vii. 31; 254. Cf. Schneid. Philol. vi. 167.

338. MS. εἰκάραι φημερίων, corr. Mill. MS. τινὸς, corr. Schneid. 339. MS. ἡμετέρας μελέτας, corr. Schn. 340. MS. εὐχομένων, corr. Schn. 341. MS. μακάρων, corr. Mill. Schn. καθαρὸν λόγον.

342-343. Clem. Al. Strom. 733.

344-346. Clem. Al. Strom. 694; Theodor. Ther. i. 476 D.

344. Theod. πελάσασθ’ οὐδ’, Clem. πελάσασθαι ἐν.

347-351. Ammon. on Arist. de interpret. 199 b; Schol. Arist. i. 35 b. Tzet. Chiliad. xiii. 79. 348-349. Hippol. Ref. haer. p. 248. 350-351. Tzet. vii. 522.

347. Ammon. οὔτε γὰρ ἀνδρομέῃ κεφαλῇ, Tzt. οὐ μὲν γὰρ βροτέῃ κεφαλῇ. 348. Tzt. οὐ μὲν ἀπαὶ, Hippol. οὐ γὰρ ἀπὸ, Ammon. Tzt. νώτων γε ... ἀίσσουσιν. Text from Hippol. 349. Hippol. γούνατ’ οὐ μήδεα γενήεντα. (349a. Hippol. adds after 349 the following ἀλλὰ σφαῖρος ἔην καὶ ἶσος ἐστὶν αὐτῷ, Schneid. ἀλλὰ σφαῖρος ἕεις καὶ πάντοθεν ἶσος ἑαυτῷ.)

352-363. Diog. Laer. viii. 62. Omitting 354, 362, Anthol. Bosch. i. 86. 352-353, 355-356. Anth. gr. Jacobs ix. 569. 352-353. Diog. Laer. viii. 54 (cited as beginning of Book on Purifications). 354 inserted by Stz. from Diod. Sic. xiii. 83. 355. Diog. Laer. viii. 66; Sext. Emp. Math. i. 302; Philost. vit. Apoll. i. 1.; Lucian, pro laps. inter salut. i. 496; Cedren. chron. i. 157.

352. MS. ξανθοῦ, Bergk ζαθέου. 353. variant ναίετε ἄκρην: variants ἀν, ἀν’, ἂν. Anth. πόληος, Bergk πόλεως, Steph. πόλευς. 364. MS. αἰδοῖοι, Bergk αἰδοίων. 355. Vulg. ὑμῖν, Bergk ὔμμιν. 356. Cd. Vind. τετιμημένος ... ἔοικα. 357. Vulg. θαλείης, corr. Karst. 361. MS. δέ τι, corr. Stz. Clem. Al. Strom. 754 παρακολουθεῖν ... τοὺς μὲν μαντοσυνῶν κεχρημένους, τοὺς δ’ ἐπὶ νοῦσον σιδηρὸν δὴ χαλεποῖσι πεπαρμένους. 363. Platt, Journ. Philol. 48 p. 247 ἐβόλοντο: MS. εὐηκέα, Scal. εὐήχεα.

364-365. Sext. Emp. Math. i. 302.

365. Some MSS. πολυφθορέων. Cf. 163.

366-368. Clem. Al. Strom. 648.

366. AH ὅτ’ ἀληθείη, Cd. Paris. ἐκ τ’ ἀληθείη. 367. Diels οὓς ἐρέω· μάλα δ’ ἀργαλέη πάντεσσι τέτυκται.

369-382. 369, 371, 373-374, 381 Plut. de exil. 607 C. 369-370, 372-383. Hippol. Ref. haer. 249-251 (scattered through the text). 369-370. Simpl. Phys. 272 v; Stob. Ecl. ii. 7; 384. 374-375. Origen c. Cels. viii. 53 p. 780. 377-380. Plut. de Is. et Os. 361 C (Euseb. Praep. Ev. v. 5; 187). 377-379. Plut. de vit. alien. 830 F. 381-382. Asclep. in Brand. Schol. Arist. 629 a; Hierokl. carm. aur. 254; Plotin. Enn. iv. 81; 468 C.

369. Plut. ἔστι τῆς (τι), Hippol. ἔστι τί: Simpl. σφράγισμα. 371. Panz. Schneid. φρενῶν. 372. MS. ὃς καὶ ἐπιορκον ἁμαρτήσας ἐπομώσει, corr. Schneid. Schneid. αἵμασιν, Stein αἵματος. Knatz rejects 372 as a gloss from Hesiod Theog. 793. 373. Plut. δαίμονες οἵτε μακραίωνες λελόγχασι βίοιο, Hippol. δαιμόνιοί τε (remainder as in text), Heeren δαίμων., Orig. Hipp. μὲν ἀπὸ. Cf. ἀπαὶ v. 348. 375. Orig. γιγνομένην παντοίαν διὰ χρόνον ἰδέαν, Hippol. φυομένους παντοῖα διὰ χρόνον εἴδεα. 377. Hippol. μέν γε. 378. Plut. de vit. alien. δὲ χθονὸς ... ἀνέπτυσε. Plut. de Is. ἐσαῦθις. 378. Hipp. φαέθοντος. 381. MSS. ὡς, τὴν, τὼς, corr. Scal.; Hippol. confirms correction. Hippol. omits νῦν. Asclep. δεῦρ’. 382. Asclep. αἰθομένῳ.

383-384. Clem. Al. Strom. 750; Diog. Laer. viii. 77; Athen. viii. 365; Philostr. vit. Apoll. i. 1; 2, and often.

383. Hippol. Philos. 3 ἤτοι μὲν γὰρ, Cedren. Chron. i. 157 ἤτοι μὲν πρῶτα. Often κούρη τε κόρος τε. 384. Cedren. καὶ θὴρ κ.θ. ἐξ ἁλὸς ἔμπνους ἰχθὺς καὶ ἐν Ὀλυμπίᾳ βοῦς, Diog. Laer. ἔμπυρος, Athen. ἔμπορος, Clem. ἔλλοπος. Others ἄμφορος, νήχυτος, φαίδιμος.

385-388. 385. Clem. Al. Strom. 516. 385b-386. Hierocl. carm. aur. 254. 386, 388. Synesius de prov. i. 89 D. 386-387. Prokl. on Kratyl. 103; 386. Philo vol. ii. 638 Mang. 388. Synes. epist. 147; Julian. Imp. orat. &c.

385. Clem. ἀσυνήθεα, Hierocl. ἀτέρπεα. 386. Synes. φθόνος, Philo φόνοι τε λίμοι τε. 388. Syn. Iul. ἐν λειμῶνι, Hier. ἀνὰ λειμῶνα, corr. Bentl.

389. Hierocl., as just cited; λειμῶνα ὃν ἀπολιπὼν ... εἰς γήινον ἔρχεται σῶμα ὀλβίου αἰῶνος ἀμερθείς.

390-391. Clem. Al. Strom. 516. 390. Plut. de exil. 607 E; Stob. Flor. ii. 80 Gais.

390. Clem. καὶ οἵου. 391. Clem. λιπὼν.

392. Porphyr. de ant. nymph. c. viii.

393-399. (United by Bergk.) 393-396. Plut. de tranquil. an. 474 B. 394. Plut. de Is. Os. 370 E. 396. Tzt. Chiliad. xii. 575. 397-399. Cornut. de nat. deor. chap. xvii.

394. Plut. Is. Os. μέροπι. 395. MS. Δειναίη, corr. Bentl. 396. Tzt. μελάγκο(υ)ρος, Plut. μελάγκαρπος. MSS. φοριή, σόφη. Mullach Σιωπή.

400-401. Clem. Al. Strom. 516-517. Timon Phlias. in Euseb. Pr. ev. xiv. 18.

400. MS. ἢ δ, corr. Scalig. 401. MS. οἵων, corr. Stein. Cf. Timon and Porphyr. de abstin. ii. 27.

402. Stob. Ecl. i. 1050; Plut. de esu car. 998 C.

Plut. ἀλλογνῶτι, Stob. V ἀλλοιχῶτι, A ἀλλογλῶτι.

403. Plut. Quaest. conv. 683 E.

404. Clem. Al. Strom. 516.

MS. νεκρὰ, εἴδε’, Flor. ἠδὲ, corr.

405-414. Porphyr. de abstin. ii. 21 (405-412), 27 (413-414). 405-411. Athen. xii. 510 D. 405-407. Eustath. Iliad. x. p. 1261, 44. 412-414. Euseb. Pr. ev. iv. 14 from Porphyry; Cyrill. adv. Julian. ix. 307.

406. Porphyr. οὐδ’ ὁ Κρόνος, Eustath. omits. 407. Porphyr. adds ἥ ἐστιν ἡ φιλία. 408. Cf. Plato Legg. vi. 782 D and Iamblich. Vit. Pyth. 151. 409. Athen. γρ. δὲ, Burnett μακτοῖς: Porphyr. δαιδαλεόσμοις. 410. Porphyr. ἀκράτου. 411. Athen. ξανθῶν ... ῥίπτοντες. 412. Porphyr. Cyrill. ἀκρίτοισι, Euseb. ἀκράτοισι, corr. Scalig. Porphyr. δεύεται. 413. Cyrill. ἔσχον. 414. Porphyr. ἀπορρέσαντες ... ἐέλμεναι, corr. Stein and Viger.

415-420. Iamblich. Vit. Pyth. 67. Porphyr. Vit. Pyth. 30. 415, 417. Diog. Laer. viii. 54.

Order of verses in MS. 415, 17, 16.

421-424. 421-422. Schol. Nicand. Theriac. p. 81 Schn. 423-424. Theophrast. de caus. plant. i. 13, 2. Cf. Plut. Quaest. conv. 649 C.

422. MS. φιλοφροσύνη, corr. Stz. 423-424. ἀείφυλλα καὶ ἐμπεδόκαρπά φησι θάλλειν καρπῶν ἀφθονίῃσι κατ’ ἠέρα πάντ’ ἐνιαυτὸν restored by Hermann. Herm. αἰείφυλλα, corr. Karst. from Plutarch. Stz. κατ’ ἠέρα, Lobeck. κατήορα.

425-427. Arist. Rhet. i. 13 1373 b 15.

425. Arist. τοῦτο γὰρ οὐ τισὶ μὲν δίκαιον, τισὶ δ’ οὐ δίκαιον, Karst. θεμιτὸν ... ἀθέμιστον. 427. YbZbAc αὐγῆς, Bekker from one MS. αὖ γῆς.

428-429. Sext. E. Math. ix. 129.

430-435. Sext. following the last verses. 430-431. Plut. de superstitione 171 C.

431. MSS. οἱ δὲ πορεῦνται, Scalig. ὃς ... πορεῦται, Diels φορεῦνται. 432. MSS. θύοντες ὅδ’ ἀνήκουστος, corr. Hermann. 435. MSS. ἀπορραίσαντα, corr. Karst.

436-437. Porphyr. de abst. ii. 31.

438-439. Aelian, Hist. An. xii. 7; Orphic. Frag. p. 511 Herm.

438. Ael. ἐν θηρσὶ δὲ.

440. Plut. Quaest. conv. 646 D.

MSS. τῆς δάφνης τῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθαι χρή, corr. Stein.

441. Aul. Gell. N. A. iv. 11; Didym. Geopon. ii. 35, 8.

442-443, Theo. Smyrn. Arith. i. 19 Bull, p. 15, 9 Hill.

MS. κρηνάων ἀπὸ πεντ’ ἀνιμῶντα, φησίν, ἀτείρει χαλκῷ δεῖν ἀπορρύπτεσθαι, Arist. poet. xxi.; 1457 b 13 ταμὼν ἀτειρέι χαλκῷ. Text from Diels.

444. Plut. de ira 464 B.

445-446. Clem. Al. Protr. p. 23. Cf. Carmen aureum v. 54 f.

447-449. Clem. Al. Strom. p. 632; Theod. Therap. viii. p. 599.

450-451. Clem. Al. Strom. p. 722; Euseb. Praep. evang. xiii. 13. MSS. ἐόντες ἀ. Ἀχαιῶν ἀπόκληροι ἀπηρεῖς corr. Scaliger.

Translation.

Notes in this chapter

Explore with AITake your curiosity a little further.

Reading settings