← Table of contents
Prolegomena to the study of Greek religion

Note 1410 — Chapter X · ORPHIC MYSTERIES. (continued 2)

Reading edition

Psellus, Quaenam sunt Graecorum opiniones de daemonibus 3 (ed. Migne). ἃ δέ γε μυστήρια τούτων οἷα αὐτίκα τὰ Ἐλευσίνια τὸν μυθικὸν ὑποκρίνεται Δία μιγνύμενον ἤγουν τῇ Δηοῖ ἢ τῇ Δημήτερι καὶ τῇ θυγατρὶ ταύτης Φερεφάττῃ, τῇ καὶ Κόρῃ. Ἐπειδὴ δὲ ἔμελλον καὶ ἀφροδίσιοι ἐπὶ τῇ μυήσει γίνεσθαι συμπλοκαί, ἀναδύεταί πως ἡ Ἀφροδίτη ἀπό τινων πεπλασμένων μηδέων πελάγιος. Εἶτα δὲ γαμήλιος ἐπὶ τῇ Κόρῃ ὑμεναῖος. Καὶ ὑπᾴδουσιν οἱ τελούμενοι ‘ἐκ τυμπάνου ἔφαγον, ἐκ κυμβάλων ἔπιον, ἐκιρνοφόρησα, ὑπὸ τὸν παστὸν εἰσέδυν.’ Ὑποκρίνεται δὲ καὶ τὰς Δηοῦς ὠδῖνας. Ἱκετηρίαι γοῦν αὐτίκα Δηοῦς. καὶ χολῆς πόσις καὶ καρδιαλγίαι. Ἐφ’ οἷς καὶ τραγόσκελες μίμημα παθαινόμενον περὶ τοῖς διδύμοις ὅτι περ ὁ Ζεὺς δίκας ἀποτιννὺς τῆς βίας τῇ Δήμητρι τράγου ὄρχεις ἀποτεμὼν τῷ κόλπῳ ταύτης κατέθετο ὥσπερ δὴ καὶ ἑαυτοῦ. Ἐπὶ πᾶσιν αἱ τοῦ Διονύσου τιμαὶ καὶ ἡ κίστις καὶ τὰ πολυόμφαλα πόπανα καὶ οἱ τῷ Σαβαζίῳ τελούμενοι καὶ οἱ μητριάζοντες Κλώδωνές τε καὶ Μιμαλλόνες, καί τις ἠχῶν λέβης Θεσπρώτειος καὶ Δωδώναιον χαλκεῖον καὶ Κορύβας ἄλλος καὶ Κούρης ἕτερος δαιμόνων μιμήματα. Ἐφ’ οἷς ἡ Βαυβὼ τοὺς μηροὺς ἀνασυρομένη καὶ ὁ γυναικεῖος κτείς· οὕτω γὰρ ὀνομάζουσι τὴν αἰδῶ αἰσχυνόμενοι. Καὶ οὕτως ἐν αἰσχρῷ τὴν τελετὴν καταλύουσιν.

I owe this reference to Taylor’s Eleusinian Mysteries. The book is by modern authorities as a rule contemptuously ignored, probably because Taylor’s construing is always vague and often inaccurate and he entirely declines to accentuate his Greek. In spite of these minor drawbacks his attitude towards the interpretation of the Mysteries is far in advance of that of many better furnished scholars.

Explore with AITake your curiosity a little further.

Reading settings