Note 1380 — Chapter X · ORPHIC MYSTERIES. (continued 2)
Reading edition
Schol. ad Oed. Col. 1048 ζητεῖται τί δήποτε οἱ Εὐμολπίδαι τῶν τελετῶν ἐξάρχουσι ξένοι ὄντες· εἴποι δ’ ἄν τις ὅτι ἀξιοῦσι πρῶτον τὸν Εὔμολπον ποιῆσαι τὸν Δηϊόπης τῆς Τριπτολέμου τὰ ἐν Ἐλευσῖνι μυστήρια καὶ οὐ τὸν Θρᾷκα καὶ τοῦτο ἱστορεῖν Ἴστρον ἐν τῷ περὶ τῶν Ἀτάκτων. Ἀκεστόδωρος δὲ πεμπτὸν ἀπὸ τοῦ πρώτου Εὐμόλπου εἶναι τὸν τὰς τελετὰς καταδείξαντα, γράφων οὕτως ‘Κατοικῆσαι δὲ τὴν Ἐλευσῖνα ἱστοροῦσι πρῶτον μὲν τοὺς αὐτόχθονας εἶτα Θρᾷκας τοὺς μετὰ Εὐμόλπου παραγενομένους πρὸς βοήθειαν εἰς τὸν κατ’ Ἐρεχθέως πόλεμον, τινὲς δέ φασι καὶ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν τὴν συντελουμένην κατ’ ἐνιαυτὸν ἐν Ἐλευσῖνι Δήμητρι καὶ Κόρῃ.’