Note 135 — Chapter XXXVII · REPUBLIC — REMARKS ON THE PLATONIC COMMONWEALTH. (continued 2)
Reading edition
Aristotel. Politic. viii. 1, p. 1337, Ἐπεὶ δ’ ἓν τὸ τέλος τῇ πόλει πάσῃ, φανερὸν ὅτι καὶ τὴν παιδείαν μίαν καὶ τὴν αὐτὴν ἀναγκαῖον εἶναι πάντων, καὶ ταύτης τὴν ἐπιμέλειαν εἶναι κοινὴν καὶ μὴ κατ’ ἰδίαν· ὃν τρόπον νῦν ἕκαστος ἐπιμελεῖται τῶν αὐτοῦ τέκνων ἰδία τε καὶ μάθησιν ἰδίαν, ἣν ἂν δόξῃ, διδάσκων … Ἅμα δὲ οὐδὲ χρὴ νομίζειν αὐτὸν αὑτοῦ τινὰ εἶναι τῶν πολιτῶν, ἀλλὰ πάντας τῆς πόλεως … ἡ δ’ ἐπιμέλειας πέφυκεν ἑκάστου μορίου βλέπειν πρὸς τὴν τοῦ ὅλου ἐπιμέλειαν.