← Table of contents
History of Greece, Volume 11 (of 12)

Note 682 — Chapter LXXXVII · FROM THE COMMENCEMENT OF THE SACRED WAR TO THAT OF THE OLYNTHIAN WAR. (continued 2)

Reading edition

Demosthenes, Philippic i. p. 54 s. 58. Ἐγὼ μὲν οὖν οὔτ᾽ ἄλλοτε πώποτε πρὸς χάριν εἱλόμην λέγειν, ὅ,τι ἂν μὴ καὶ συνοίσειν πεπεισμένος ὦ, νῦν τε ἃ γιγνώσκω πάνθ᾽ ἁπλῶς, οὐδὲν ὑποστειλάμενος, πεπαῤῥησίασμαι. Ἐβουλόμην δ᾽ ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τὰ βέλτιστα ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστα εἰπόντι· πολλῷ γὰρ ἂν ἥδιον εἶπον. Νῦν δ᾽ ἐπ᾽ ἀδήλοις οὖσι τοῖς ἀπὸ τούτων ἐμαυτῷ γενησομένοις, ὅμως ἐπὶ τῷ συνοίσειν ὑμῖν, ἂν πράξητε, ταῦτα πεπεῖσθαι λέγειν αἱροῦμαι.

Explore with AITake your curiosity a little further.

Reading settings