Note 656 — Chapter LXXXVII · FROM THE COMMENCEMENT OF THE SACRED WAR TO THAT OF THE OLYNTHIAN WAR. (continued 2)
Reading edition
Demosthenes, Philippic i. p. 46. s. 25. δεῖ γὰρ, ἔχοντος ἐκείνου ναυτικὸν, καὶ ταχειῶν τριηρῶν ἡμῖν, ὅπως ἀσφαλῶς ἡ δύναμις πλέῃ.—p. 49. s. 38. Πρῶτον μὲν, τὸν μέγιστον τῶν ἐκείνου πόρων ἀφαιρήσεσθε· ἔστι δ᾽ οὗτος τίς; ἀπὸ τῶν ὑμετέρων ὑμῖν πολεμεῖ συμμάχων, ἄγων καὶ φέρων τοὺς πλέοντας τὴν θάλασσαν. Ἔπειτα, τί πρὸς τούτῳ; τοῦ πάσχειν αὐτοὶ κακῶς ἔξω γενήσεσθε, οὐχ ὥσπερ τὸν παρελθόντα χρόνον εἰς Λῆμνον καὶ Ἴμβρον ἐμβαλὼν αἰχμαλώτους πολίτας ὑμετέρους ᾤχετ᾽ ἄγων, πρὸς τῷ Γεραιστῷ τὰ πλοῖα συλλαβὼν ἀμύθητα χρήματ᾽ ἐξέλεξε, τὰ τελευταῖα εἰς Μαραθῶνα ἀπέβη, καὶ τὴν ἱερὰν ἀπὸ τῆς χώρας ᾤχετ᾽ ἔχων τριήρη, etc.
We can hardly be certain that the Sacred Trireme thus taken was either the Paralus or the Salaminia; there may have been other sacred triremes besides these two.