Note 360 — Chapter LXXVII · FROM THE SUBJUGATION OF OLYNTHUS BY THE LACEDÆMONIANS DOWN TO THE CONGRESS AT SPARTA, AND PARTIAL PEACE, IN 371 B.C. (continued 2)
Reading edition
Thucyd. iv, 126.
Brasidas, addressing his soldiers when serving in Macedonia, on the approach of the Illyrians:—
Ἀγαθοῖς γὰρ εἶναι προσήκει ὑμῖν τὰ πολέμια, οὐ διὰ ξυμμάχων παρουσίαν ἑκάστοτε, ἀλλὰ δι’ οἰκείαν ἀρετὴν, καὶ μηδὲν πλῆθος πεφοβῆσθαι ἑτέρων· οἵ γε μηδὲ ἀπὸ πολιτειῶν τοιούτων ἥκετε, ἐν αἷς οὐ πολλοὶ ὀλίγων ἄρχουσιν, ἀλλὰ πλειόνων μᾶλλον ἐλάσσους· οὐκ ἄλλῳ τινὶ κτησάμενοι τὴν δυναστείαν ἢ τῷ μαχόμενοι κρατεῖν.