Note 564 — Chapter LXI · FROM THE DESTRUCTION OF THE ATHENIAN ARMAMENT IN SICILY, DOWN TO THE OLIGARCHICAL CONSPIRACY OF THE FOUR HUNDRED AT ATHENS.
Reading edition
Thucyd. viii, 9. Αἴτιον δ’ ἐγένετο τῆς ἀποστολῆς τῶν νεῶν, οἱ μὲν πολλοὶ τῶν Χίων οὐκ εἰδότες τὰ πρασσόμενα, οἱ δὲ ὀλίγοι ξυνειδότες, τό τε πλῆθος οὐ βουλόμενοί πω πολέμιον ἔχειν, πρίν τι καὶ ἰσχυρὸν λάβωσι, καὶ τοὺς Πελοποννησίους οὐκέτι προσδεχόμενοι ἥξειν, ὅτι διέτριβον.
Also viii, 14. Ὁ δὲ Ἀλκιβιάδης καὶ ὁ Χαλκιδεὺς ... προξυγγενόμενοι τῶν ξυμπρασσόντων Χίων τισὶ, καὶ κελευόντων καταπλεῖν μὴ προειπόντας ἐς τὴν πόλιν, ἀφικνοῦνται αἰφνίδιοι τοῖς Χίοις. Καὶ οἱ μὲν πολλοὶ ἐν θαύματι ἦσαν καὶ ἐκπλήξει· τοῖς δ’ ὀλίγοις παρεσκεύαστο ὥστε βουλήν τε τυχεῖν ξυλλεγομένην, καὶ γενομένων λόγων ἀπό τε τοῦ Ἀλκιβιάδου, ὡς ἄλλαι τε νῆες πολλαὶ προσπλέουσι, καὶ τὰ περὶ τῆς πολιορκίας τῶν ἐν Πειραίῳ νεῶν οὐ δηλωσάντων, ἀφίστανται Χῖοι, καὶ αὖθις Ἐρυθραῖοι, Ἀθηναίων.