Note 74 — Einundzwanzigstes Kapitel. Wilhelm III. (continued 2)
Reading edition
Der erste Schriftsteller, der die Thatsache hervorgehoben hat, daß da, wo gutes Geld und schlechtes Geld neben einander coursiren, das schlechte Geld das gute Geld verdrängt, war Aristophanes. Er scheint der Meinung gewesen zu sein, daß der Vorzug, den seine Mitbürger den leichten Münzen gaben, einem verdorbenen Geschmacke zugeschrieben werden müsse, ähnlich dem, der sie verleitete, Männern wie Kleon und Hyperbolus die Leitung wichtiger Angelegenheiten zu übertragen. Aber wenn auch seine Staatsökonomie keine Prüfung aushält, seine Verse sind vortrefflich:
πολλάκις γ’ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον. οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων, καὶ μόνοις ὀρθῶς κοπεῖσι, καὶ κεκωδωνισμένοις ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ, χρώμεθ’ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις, χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι. τῶν πολιτῶν θ’ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας ἄνδρας ὄντας, καὶ δικαίους, καὶ καλούς τε κἀγαθούς, καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ, προυσελοῦμεν τοῖς δὲ χαλκοῖς, καὶ ξένοις, καὶ πυῤῥίαις, καὶ πονηροῖς, κἀκ πονηρῶν, εἰς ἅπαντα χρώμεθα.