Note 37) — II
Reading edition
Laert. Diog. VII 55. σῶμα δ᾽ ἐστὶν ἡ φωνὴ κατὰ τοὺς στωικους ὥς φησιν Ἀρχέδημός τε ἐν τῇ περὶ φωνῆς καὶ Διογένης καὶ Ἀντίπατρος καὶ Χρύσιππος ἐν τῇ δευτέρᾳ τῶν φυσικῶν. πᾶν γὰρ τὸ ποιοῦν σῶμά ἐστι, ποιεῖ δὲ ἡ φωνὴ προσιοῦσα τοῖς ἀκούουσιν ἀπὸ τῶν φωνούντων. VII 135. σῶμα δ᾽ ἐστί, φησὶν Ἀπολλόδωρος ἐν τῇ φυσικῇ, τὸ τριχῆ διαστατόν, εἰς μῆκος εἰς πλάτος εἰς βάθος τοῦτο δὲ καὶ στερεὸν σῶμα καλεῖται cf. Stob. ecl. phys. I 15 p. 340. 350 Heer.