Note 75) — II
Reading edition
Gelli caput e fonte graeco deriuatum esse ueri simile facit Theodosius p. 15, ubi eidem auctores recurrunt: ὁ δὲ Δημόκριτος καὶ ὁ Ἐπίκουρος καὶ οἱ Στωικοὶ σῶμα λέγουσι τὴν φωνὴν, ὅτι πᾶν ὃ ἔχει 82 ἐνέργειαν καὶ πάθος, ἤγουν δύναται δρᾶσαι καὶ παθεῖν, σῶμα ἐστιν‧ ὥσπερ ὁ σίδηροσ‧ πάσχει γὰρ οὗτος ὑπὸ πυρὸς, δρᾷ δὲ εἰς ἀνθρώπους καὶ εἰς τὰ ξύλα καὶ πέτρασ‧ εἰ τοίνυν ἡ φωνὴ καὶ δρᾷ καὶ πάσχει σῶμά ἐστιν‧ καὶ δρᾷ μὲν, ἡνίκα ἀκούοντες ἡμεῖς ἢ φωνῆς ἢ κιθάρας πρὸς τέρψιν ἐρχόμεθα. πάσχει δὲ ὡς ὅταν φωνούντων ἡμῶν πνευσῇ ἄνεμος καὶ ποιήσῃ ἧττον ἀκούεσθαι τὴν φωνήν. καὶ ἔτι πᾶν αἰσθητὸν σῶμά ἐστιν, οἷον τὸ ξύλον καὶ ὁ σίδηρος, ὁ λίθος καὶ τὰ ὅμοιοα‧ ταῦτα γὰρ αἰσθητά εἰσι καὶ τῇ ὁράσει ὑποπίπτουσιν. αἰσθητὸν τοίνυν καὶ ἡ φωνή ἐστι καὶ τῇ ἀκοῇ ὑποπίπτει‧ ἄρα ἡ φωνὴ σῶμά ἐστιν. καὶ ἐτι ἴδιον τοῦ σώματός ἐστι τὸ ποτὲ μὲν αὐξάνεσθαι, ποτὲ δὲ λήγειν ἡ οὖν φωνὴ ποτὲ μὲν αὔξεται ποτὲ δὲ λήγει‧ ἄρα σῶμά ἐστιν‧ ἐπὶ μὲν τῶν παιδίων βραχεῖά ἐστιν ἡ φωνή μικρῶν ὄντων‧ αὐξηθέντων δὲ μεγάλη‧ λήγει δὲ ἐπὶ τῶν ἀσθενούντων. καὶ ἔτι πᾶν τὸ ἀντιτυποῦν σῶμά ἐστιν, ὡς ἐπὶ τοῦ λίθου‧ καὶ γὰρ ἁπτομένων ἡμῶν τοῦτο ἀντιτυπία γινεται‧ τότε οὖν γίνεται ἡ ἀντιτυπία ὅταν εὑρεθῇ τι προςκροῦον‧ εἰ οὖν ἡ φωνὴ ἀντιτυπεῖ προςκρούουσα ταῖς ἀκοαῖς, ἅρα σῶμά ἐστιν. cf. Pseudo-Galen. hist. phil. XVIIII p. 310 sq. K. Plut. de plac. phil. p. 903 A. sq. Vitruu. V 3, 6.