Note 57) — II
Reading edition
I p. 49 Meib.: μέτρον μὲν οὖν ἐστι σύστημα ποδῶν ἐξ ἀνομοίων συλλαβῶν συγκείμενον ἐπὶ μῆκος σύμμετρον. διαφέρειν δὲ τοῦ ῥυθμοῦ φασιν, οἱ μὲν ὡς μέρος ὅλου, τομὴν γὰρ ῥυθμοῦ φασιν αὐτὸ, παρὸ καὶ μέτρον εἰρῆσθαι, διὰ τὸ μείρειν ὅ σημαίνει μερίζειν. οἱ δὲ κατὰ τὴν ὕλην‧ τῶν γὰρ γινομένων ἐκ δυοῖν ἀνομοίων τοὐλάχιστον γεννώμενον τὸν μὲν ῥυθμὸν ἐν ἄρσει καὶ θέσει τὴν οὐσίαν ἔχειν‧ τὸ δὲ μέτρον ἐν συλλαβαῖς καὶ τῇ τούτων ἀνομοιότητι.