← Table of contents
De M. Terenti Varronis Libris Grammaticis

Note 42) — II

Reading edition

cf. Aristoxeni elem. harm. I uel potius περὶ ἀρχῶν α´ p. 18 Meib. (cf. Porphyr. ad Ptolem. harm. l. l. p. 257. G. L. Mahne diatr. de Aristox. p. 179 n. Westphal l. s. s. p. 41 sq. p. Marquard de Aristox. Tarent. el. harm. p. 33 sq.) λέγεται γὰρ δὴ καὶ λογῶδές τι μέλος, τὸ συγκείμενον ἐκ τῶν προσῳδιῶν, τὸ ἐν τοῖς ὀνόμασι. φυσικὸν γὰρ τὸ ἐπιτείνειν καὶ ἀνιέναι ἐν τῷ διαλέγεσθαι. Aristid. Quint. de mus. I p. 8 Meib.: τάσις δὲ ἐστι μονὴ καὶ στάσις τῆς φωνῆς. ταύτης δὲ εἴδη δύο ἄνεσις τε καὶ ἐπίτασις. ἄνεσις μὲν οὖν ἐστιν ἡνίκα ἂν ἀπὸ ὀξυτέρου τόπου ἐπὶ βαρύτερον ἡ φωνὴ χωρῇ‧ ἐπίτασις δὲ ὅταν ἐκ βαρυτέρου μεταβαίνῃ πρὸς ὀξύτερον. ἐκ δὴ τούτων τὰ γενόμενα τὸ μὲν βαρύτητα τὸ δὲ ὀξύτητα προςαγορεύομεν. cf. Sext. Emp. πρὸς μους. p. 756. 9 Bekk. Mar. Vict. IIII 2, 7 p. 2605 P. Dionys. Halic. de conpos. uerb. 11 p. 126 Schaef.: διαλέκτου μὲν οὖν μέλος ἑνὶ μετρεῖται διαστήματι τῷ λεγομένῳ διὰ πέντε ὡς ἔγγιστα‧ καὶ οὔτε ἐπιτείνεται πέρα τῶν τριῶν τόνων καὶ ἡμιτονίου ἐπὶ τὸ ὀξὺ, οὔτε ἀνίεται τοῦ χωρίου τούτου πλεῖον ἐπὶ τὸ βαρύ. οὐ μὴν ἄπασά γε ἡ λέξις ἡ καθ᾽ ἕν μόριον λόγου ταττομένη ἐπὶ τῆς αὐτῆς λέγεται τάσεως, ἀλλ᾽ ἡ μὲν ἐπὶ τῆς ὀξείας, ἡ δὲ ἐπὶ τῆς βαρείας, ἡ δὲ ἐπ᾽ ἀμφοῖν. τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἱ μὲν κατὰ μίαν συλλαβὴν συνεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρὺ, ἃς δὴ περισπωμένας καλοῦμεν, αἱ δὲ ἐν ἑτέρῳ τε καὶ ἑτέρῳ χωρὶς ἑκάτερον, ἐφ᾽ ἑαυτοῦ τὴν οἰκειαν φυλάττον φύσιν.

Return to II
Explore with AITake your curiosity a little further.

Reading settings