Note 148 — ARRIAN ON COURSING.
William Dansey translation
Ælian. de Natur. Animal. L. xiii. c. 14.
Οὐ μὴν ἀναλίσκει τὴν ἑαυτοῦ δύναμιν ἀταμιεύτως, τηρεῖ δὲ τοῦ διώκοντος τὴν ὁρμήν· καὶ ἐὰν μὲν ᾖ νωθὴς, οὐ πάνυ ἀνῆκε τὸ ἑαυτοῦ τάχος· ἀλλὰ καί τι καὶ ἀνέστειλεν, ὡς προεκθεῖν μὲν τοῦ κυνὸς, οὐ μὴν ἀπαγορεῦσαι ὑπὸ τοῦ συντόνου τοῦ δρόμου αὐτός. Οἶδε γὰρ ἀμείνων ὢν, καὶ ὁρᾷ εἰς τὸ μὴ ὑπερπονεῖσθαι οἱ τὸν καιρὸν ὄντα. Ἐὰν δὲ καὶ ὁ κύων ᾖ ὤκιστος, τηνικαῦτα ὁ λαγὼς φέρεται θέων ᾗ ποδῶν ἔχει, κ. τ. λ.