Note 282 — LECTURE V. (continued 2)
Reading edition
Κᾂν μηδέπω μέντοι τυγχάνῃ τὶς ἀξιόχρεως ὢν υἱὸς θεοῦ προσαγορεύεσθαι, σπούδαζε κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἄγγελον πρεσβύτατον, ὡς ἀρχάγγελον πολυώνυμον ὑπάρχοντα.... Καὶ γὰρ εἰ μήπω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν, ἀλλά τοι τῆς ἀϊδίου εἰκόνος αὐτοῦ λόγου τοῦ ἱερωτάτου· θεοῦ γὰρ εἰκὼν, λόγος ὁ πρεσβύτατος. De conf. ling. p. 341. B. C.