Note 117 — Chapter XXIII · THE NEW ACADEMY.
Oswald J. (Oswald Joseph) Reichel translation
Exc. Vatic. xii 26: καὶ γὰρ ἐκείνων [τῶν ἐν Ἀκαδημίᾳ] τινὲς βουλόμενοι περί τε τῶν προφανῶς καταληπτῶν εἶναι δοκούντων καὶ περὶ τῶν ἀκαταλήπτων εἰς ἀπορίαν ἄγειν τοὺς προσμαχομένους τοιαύταις χρῶνται παραδοξολογίαις καὶ τοιαύτας εὐποροῦσι πιθανότητας, ὥστε διαπορεῖν, ἀδύνατόν [l. εἰ δυνατόν] ἐστι, τοὺς ἐν Ἀθήναις ὄντας ὀσφραίνεσθαι τῶν ἑψομένων ὠῶν ἐν Ἐφέσῳ, καὶ διστάζειν, μή πω καθ’ ὃν καιρὸν ἐν Ἀκαδημίᾳ διαλέγονται περὶ τούτων οὐχ ὑπὲρ ἄλλων ἄρ’ ἐν οἴκῳ κατακείμενοι τούτους διατίθενται τοὺς λόγους· ἐξ ὧν δι’ ὑπερβολὴν τῆς παραδοξολογίας εἰς διαβολὴν ἤχασι τὴν ὅλην αἵρεσιν, ὥστε καὶ τὰ καλῶς ἀπορούμενα παρὰ τοῖς ἀνθρώποις εἰς ἀπιστίαν ἦχθαι, καὶ χωρὶς τῆς ἰδίας ἀστοχίας καὶ τοῖς νέοις τοιοῦτον ἐντετόκασι ζῆλον, ὥστε τῶν μὲν ἠθικῶν καὶ πραγματικῶν λόγων μηδὲ τὴν τυχοῦσαν ἐπίνοιαν ποιεῖσθαι, δι’ ὧν ὄνησις τοῖς φιλοσοφοῦσι, περὶ δὲ τὰς ἀνωφελεῖς καὶ παραδόξους εὑρεσιλογίας κενοδοξοῦντες κατατρίβουσι τοὺς βίους. In the time of Carneades, whose cotemporary was Polybius, to whom the language as to the enthusiasm of youth for Sceptical teaching refers, such depreciatory remarks could not have been made of the Academy. The historical value, therefore, of the whole passage is suspicious. It bears besides the mark of exaggeration so strongly that it is of no greater use for giving a view of the Academy than are the caricatures of opponents for conveying an idea of modern German philosophy. ↑