← Table of contents
The Stoics, Epicureans and Sceptics

Note 6 — Chapter XIX · THE MORAL SCIENCE OF THE EPICUREANS. GENERAL PRINCIPLES.

Oswald J. (Oswald Joseph) Reichel translation

Epic. in Diog. 139 (Gell. N. A. ii. 9, 2): ὅρος τοῦ μεγέθους τῶν ἡδονῶν ἡ παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσις. Id. in Diog. 128: τούτων γὰρ [τῶν ἐπιθυμιῶν] ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπαναγαγεῖν οἶδεν ἐπὶ τὴν τοῦ σώματος ὑγίειαν καὶ τὴν τῆς ψυχῆς ἀταραξίαν. ἐπεὶ τοῦτο τοῦ μακαρίως ζῇν ἐστι τέλος. τούτου γὰρ χάριν ἅπαντα πράττομεν ὅπως μήτε ἀλγῶμεν μήτε ταρβῶμεν· ὅταν δὲ ἅπαξ τοῦτο περὶ ἡμᾶς γένηται λύεται πᾶς ὁ τῆς ψυχῆς χειμὼν οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι … τότε γὰρ ἡδονῆς χρείαν ἔχομεν, ὅταν ἐκ τοῦ μὴ παρεῖναι τὴν ἡδονὴν ἀλγῶμεν· ὅταν δὲ μὴ ἀλγῶμεν οὐκέτι τῆς ἡδονῆς δεόμεθα. Ibid. 131; 144; conf. Plut. N. P. Suav. Vivi, 3, 10; Stob. Serm. 17, 35; Lucr. ii. 14; Cic. Fin. i. 11, 37. ↑

Explore with AITake your curiosity a little further.

Reading settings