← Table of contents
The Stoics, Epicureans and Sceptics

Note 4 — Chapter XVII · THE EPICUREAN VIEWS ON NATURE.

Oswald J. (Oswald Joseph) Reichel translation

Epic. in Diog. 78: καὶ μὴν καὶ τὴν ὑπὲρ τῶν κυριωτάτων αἰτίαν ἐξακριβῶσαι φυσιολογίας ἔργον εἶναι δεῖ νομίζειν καὶ τὸ μακάριον ἐν τῇ περὶ τῶν μετεώρων γνώσει ἐνταῦθα πεπτωκέναι· καὶ ἐν τῷ, τίνες φύσεις αἱ θεωρούμεναι κατὰ τὰ μετέωρα ταυτὶ, καὶ ὅσα συγγενῆ πρὸς τὴν εἰς ταῦτα ἀκρίβειαν· ἔτι δὲ καὶ τὸ πλεοναχῶς ἐν τοῖς τοιούτοις εἶναι [evidently μὴ εἶναι must be read], καὶ τὸ εὐδεχομένως καὶ ἄλλως πως ἔχειν, ἀλλ’ ἁπλῶς μὴ εἶναι ἐν ἀφθάρτῳ καὶ μακαρίᾳ φύσει τῶν διάκρισιν ὑποβαλλόντων ἢ τάραχον μηθέν· καὶ τοῦτο καταλαβεῖν τῇ διανοίᾳ ἔστιν ἁπλῶς οὕτως εἶναι. τὸ δ’ ἐν τῇ ἱστορίᾳ πεπτωκὸς τῆς δύσεως καὶ ἀνατολῆς καὶ τροπῆς καὶ ἐκλείψεως καὶ ὅσα συγγενῆ τούτοις μηθὲν ἔτι πρὸς τὸ μακάριον τῆς γνώσεως συντείνειν (how very different from Aristotle! See Zeller, Philosophie der Griechen, ii. b, 113, 3; 114, 3; 359, 2), ἀλλ’ ὁμοίως τοὺς φόβους ἔχειν τοὺς ταῦτα κατιδόντας τίνες δὲ αἱ φύσεις ἀγνοοῦντας καὶ τίνες αἱ κυριώταται αἰτίαι, καὶ εἰ (as if) μὴ προσῄδεσαν ταῦτα, τάχα δὲ καὶ πλείους, ὅταν τὸ θάμβος ἐκ τῆς τούτων προκατανοήσεως μὴ δύνηται τὴν λύσιν λαμβάνειν κατὰ τὴν περὶ τῶν κυριωτάτων οἰκονομίαν. (Conf. Lucr. vi. 50; v. 82.) διὸ δὴ καὶ πλείους αἰτίας εὑρίσκομεν τροπῶν, κ.τ.λ. καὶ οὐ δεῖ νομίζειν τὴν ὑπὲρ τούτων χρείαν ἀκρίβειαν μὴ ἀπειληφέναι ὅση πρὸς τὸ ἀτάραχον καὶ μακάριον ἡμῶν συντείνει, κ.τ.λ. Ibid. 104: καὶ κατ’ ἄλλους δὲ τρόπους πλείονας ἐνδέχεται κεραυνοὺς ἀποτελεῖσθαι. μόνον ὁ μῦθος ἀπέστω. ↑

Explore with AITake your curiosity a little further.

Reading settings