Note 93 — Chapter V · LOGIC OF THE STOICS.
Oswald J. (Oswald Joseph) Reichel translation
Simpl. 42, ε: οἱ δὲ Στωϊκοὶ ἀνθ’ ἑνὸς γένους δύο κατὰ τὸν τόπον τοῦτον ἀριθμοῦνται, τὰ μὲν ἐν τοῖς πρός τι τιθέντες, τὰ δ’ ἐν τοῖς πρός τί πως ἔχουσι, καὶ τὰ μὲν πρός τι ἀντιδιαιροῦντες τοῖς καθ’ αὑτὰ, τὰ δὲ πρός τί πως ἔχοντα τοῖς κατὰ διαφοράν. (Ibid. 44, β: οἱ Στωϊκοὶ νομίζουσι πάσης τῆς κατὰ διαφορὰν ἰδιότητος ἀπηλλάχθαι τὰ πρός τί πως ἔχοντα.) Sweet and bitter belong to τὰ πρός τι· to the other class belong δεξιὸς, πατὴρ, &c., κατὰ διαφορὰν δέ φασι τὰ κατά τι εἶδος χαρακτηριζόμενα. Every καθ’ αὑτὸ is also κατὰ διαφορὰν (determined as to quality), and every πρός τί πως ἔχον is also a πρός τι, but not conversely. Conf. 43, β. εἰ δὲ δεῖ σαφέστερον μεταλαβεῖν τὰ λεγόμενα, πρός τι μὲν λέγουσιν ὅσα κατ’ οἰκεῖον χαρακτῆρα διακείμενά πως ἀπονεύει πρὸς ἕτερον (or, according to the definition in Sext. Math. viii. 454: πρός τι ἐστὶ τὸ πρὸς ἑτέρῳ νοούμενον), πρός τι δέ πως ἔχοντα ὅσα πέφυκε συμβαίνειν τινὶ καὶ μὴ συμβαίνειν ἄνευ τῆς περὶ αὐτὰ μεταβολῆς καὶ ἀλλοιώσεως μετὰ τοῦ πρὸς τὸ ἐκτὸς ἀποβλέπειν, ὥστε ὅταν μὲν κατὰ διαφοράν τι διακείμενον πρὸς ἕτερον νεύσῃ, πρός τι μόνον τοῦτο ἔσται, ὡς ἡ ἕξις καὶ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις· ὅταν δὲ μὴ κατὰ τὴν ἐνοῦσαν διαφορὰν κατὰ ψιλὴν δὲ τὴν πρὸς ἕτερον σχέσιν θεωρῆται, πρὸς τί πως ἔχοντα ἔσται· ὁ γὰρ υἱὸς καὶ ὁ δεξιὸς ἔξωθεν τινῶν προσδέονται, πρὸς τὴν ὑπόστασιν· διὸ καὶ μηδεμιᾶς γινομένης περὶ αὐτὰ μεταβολῆς γένοιτ’ ἂν οὐκέτι πατὴρ, τοῦ υἱοῦ ἀποθανόντος, ὁ δὲ δεξιὸς τοῦ παρακειμένου μεταστάντος· τὸ δὲ γλυκὺ καὶ πικρὸν οὐκ ἂν ἀλλοῖα γένοιτο εἰ μὴ συμμεταβάλλοι καὶ ἡ περὶ αὐτὰ δύναμις. In this sense, therefore, πρός τι belongs to ποιὸν, being composed (as Simpl. 43, α, says) of ποιὸν and πρός τι. On the other hand, πρός τί πως ἔχον only expresses, to quote Herbart, an accidental relation. Prantl’s quotation (I. 437, 108) from Simpl. 44, β, we have no special reason to refer to the Stoics. ↑