← Table of contents
The Stoics, Epicureans and Sceptics

Note 2 — Chapter V · LOGIC OF THE STOICS.

Oswald J. (Oswald Joseph) Reichel translation

Stob. i. 370: Ζήνωνα δὲ οὕτως ἀποφαίνεσθαι διαρρήδην· τοιαύτην δεήσει εἶναι ἐν περιόδῳ τὴν τοῦ ὅλου διακόσμησιν ἐκ τῆς οὐσίας. ὅταν ἐκ πυρὸς τροπὴ εἰς ὕδωρ δι’ ἀέρος γένηται τὸ μέν τι ὑφίστασθαι καὶ γῆν συνίστασθαι, ἐκ τοῦ λοιποῦ δὲ τὸ μὲν διαμένειν ὕδωρ, ἐκ δὲ τοῦ ἀτμιζομένου ἀέρα γίνεσθαι, ἐκ τινος δὲ τοῦ ἀέρος πῦρ ἐξάπτειν. Diog. vii. 142: γίνεσθαι δὲ τὸν κόσμον ὅταν ἐκ πυρὸς ἡ οὐσία τραπῇ δι’ ἀέρος εἰς ὑγρότητα, εἶτα τὸ παχυμερὲς αὐτοῦ συστὰν ἀποτελεσθῇ γῆ τὸ δὲ λεπτομερὲς ἐξαερωθῇ καὶ τοῦτ’ ἐπιπλέον λεπτυνθὲν πῦρ ἀπογεννήσῃ; εἶτα κατὰ μίξιν ἐκ τούτων φυτά τε καὶ ζῷα καὶ ἄλλα γένη. Chrys. in Plut. St. Rep. 41, 3, p. 1053: ἡ δὲ πυρὸς μεταβολή ἐστι τοιαύτη· δι’ ἀέρος εἰς ὕδωρ τρέπεται· κἀκ τούτου γῆς ὑφισταμένης ἀὴρ ἐνθυμιᾶται· λεπτυνομένου δὲ τοῦ ἀέρος ὁ αἰθὴρ περιχεῖται κύκλῳ. The same writer observes, in the Scholia on Hesiod’s Theogony, v. 459, ὅτι καθύγρων ὄντων τῶν ὅλων καὶ ὄμβρων καταφερομένων πολλῶν τὴν ἔκκρισιν τούτων Κρόνον ὠνομάσθαι. Conf. Clemens, Strom. v. 599, C, and Stob. i. 312. ↑

Explore with AITake your curiosity a little further.

Reading settings