← Table of contents
The Saxons in England, Volume 2 (of 2)

Note 776 — Chapter VII · THE TOWNS.

Reading edition

Strabo calculated it at not less than one legion, the cost of which establishment could hardly fail to swallow up all the profit. Νυνὶ μέντοι τῶν δυναστῶν τινες τῶν αὐτόθι, πρεσβεύσεσι καὶ θεραπείαις κατασκευασάμενοι τὴν πρὸς Καίσαρα τὸν Σεβαστὸν Φιλίαν, ἀναθήματα τε ἀνέθηκαν ἐν τῷ Καπετωλίῷ, καὶ οἰκείαν σχεδόν τι παρεσκεύασαν τοῖς Ῥωμαίοις ὅλην τὴν νῆσον· τέλη τε οὔπως ὑπομένουσι βαρέα τῶν τε εἰσαγομένων εἰς τὴν Κελτικὴν ἐκεῖθεν καὶ τῶν ἐξαγομένων ἐνθένδε (ταῦτα δ’ ἐστὶν ἐλεφάντινα ψάλια, καὶ περιαυχένια, καὶ λυγγούρια, καὶ ὑαλᾶ σκεύη, καὶ ἄλλος ῥῶπος τοιοῦτος) ὥστε μηδὲν δεῖν φροιρᾶς τῆς νήσου· τοὐλάχιστον μὲν γὰρ ἑνὸς τάγματος χρήζοι ἂν καὶ ἱππικοῦ τινος, ὥστε καὶ φόρους ἀπάγεσθαι παρ’ αὐτῶν· εἰς ἴσον δὲ καθίστατο πᾶν τὸ ἀνάλωμα τῆ στρατιᾷ τοῖς προσφερομένοις χρήμασιν· ἀνάγκη γὰρ μειοῦσθαι τὰ τέλη φόρων ἐπιβαλλομένων, ἅμα δὲ καὶ κινδύνους ἀπαντᾶν τινας, βιὰς ἐπαγομένης. Geogr. lib. iv. cap. 5, § 3.

Explore with AITake your curiosity a little further.

Reading settings