Note 197 — Second Part. (continued 3)
Reading edition
Galen, Vol. XVII. A. p. 674., Καὶ χωρὶς λοιμώδους καταστάσεως, ὅταν ἐν τούτοις τοῖς χωρίοις ἤτοι φλεγμονή τις ἢ ἐρυσίπελας γένηται, ῥᾷστά τε σήπεται καὶ συμπαθείας ἐργάζεται τῶν ὑπερκειμένων μορίων· διὸ καὶ πολλάκις ἀναγκαζόμεθα μετὰ τὸ περικόψαι τὰ σεσηπότα τὴν χώραν ἐκκαίειν· οὐδὲν οὖν θαυμαστὸν, τοιαύτης καταστάσεως γινομένης ὡς καὶ βραχίονα καὶ μηρὸν καὶ κνήμην, πλευράν τε καὶ κεφαλὴν διασήπειν, ἐπὶ πλεῖστον ἥκειν κακώσεως τὰ περὶ αἰδοῖα .... Ἄχρι τοῦ νῦν ὁ λόγος αὐτῷ γέγονε περὶ τῶν ἐρυσιπελάτων, ὅσα δ’ἕλκωσιν ἤ τι μικρὸν οὕτως ἄλλο τῶν ἔξωθεν αἰτίων συνέστη· ἐφεξῆς δὲ περὶ τῶν ἄνευ τοιαύτης αἰτίας γενομένων ποιήσεται τὸν λόγον. (for translation see text above).