Note 373 — FIRST SECTION. (continued 3)
Reading edition
De Abrahamo, pp. 20. sqq., Οὐ γὰρ μόνον θηλυμανοῦντες ἀλλοτρίους γάμους διέφθειρον, ἀλλὰ καὶ ἄνδρες ὄντες ἄῤῥεσιν ἐπιβαίνοντες, τὴν κοινὴν πρὸς τοὺς πάσχοντας οἱ δρῶντες φύσιν οὐκ αἰδούμενοι, παιδοσποροῦντες ἠλέγχοντο μὲν ἀτελῆ γονὴν σπείροντες. Ὁ δ’ ἔλεγχος πρὸς οὐδὲν ἦν ὄφελος, ὑπὸ βιαιοτέρας νικωμένων ἐπιθυμίας· εἶτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἐθίζοντες τὰ γυναικῶν ὑπομένειν τοὺς ἄνδρας γεννηθέντας, θήλειαν κατεσκεύαζον αὑτοῖς νόσον, κακὸν δύσμαχον. Οὐ μόνον γὰρ τὰ σώματα μαλακότητι καὶ θρύψει γυναικοῦντες, ἀλλὰ καὶ τὰς ψυχὰς ἀγεννεστάτας ἀπεργαζόμενοι, τό γ’ ἐπ’ αὐτοῖς ἧκον μέρος, τὸ σύμπαν ἀνθρώπων γένος διέφθειρον. Εἰ γοῦν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι συμφωνήσαντες ἐζήλωσαν τὰς τοιαύτας ὁμιλίας, ἠρήμωντο ἂν ἑξῆς αἱ πόλεις, ὥσπερ λοιμώδει νόσῳ κενωθεῖσαι. (for translation see text above).