← Table of contents
The Plague of Lust, Vol. 1 (of 2)

Note 372 — FIRST SECTION. (continued 3)

Reading edition

De vita contemplativa, p. 480., Τὸ δὲ Πλατωνικὸν ὅλον σχεδόν ἐστι περὶ ἔρωτος, οὐκ ἀνδρῶν ἐπὶ γυναιξὶν ἐπιμανέντων, ἢ γυναικῶν ἀνδράσιν αὐτὸ μόνον (ἐπιτελοῦντο γὰρ αἱ ἐπιθυμίαι αὗται νόμῳ φύσεως)· ἀλλὰ ἀνδρῶν ἄρσεσιν ἡλικίᾳ μόνον διαφέρουσι. Καὶ γὰρ εἴτι περὶ ἔρωτος καὶ οὐρανίου Ἀφροδίτης κεκομψεῦσθαι δοκεῖ, χάριν ἀστεϊσμοῦ παρείληπται· τὸ γὰρ πλεῖστον αὐτοῦ μέρος ὁ κοινὸς καὶ πάνδημος Ἔρως διείληφεν· ἀνδρείαν μὲν τὴν βιωφελεστάτην ἀρετὴν κατὰ πόλεμον καὶ κατ’ εἰρήνην ἀφαιρούμενος, θήλειαν δὲ νόσον ταῖς ψυχαῖς ἀπεργαζόμενος, καὶ ἀνδρογύνους κατασκευάζων, οὓς ἐχρῆν πᾶσι τοῖς πρὸς ἀλκὴν ἐπιτηδεύμασι συγκροτεῖσθαι. Λυμῃνάμενος δὲ τὴν παιδικὴν ἡλικίαν καὶ εἰς ἐρωμένης τάξιν καὶ διάθεσιν ἀγαγὼν, ἐζημίωσε καὶ τοὺς ἐραστὰς περὶ τὰ ἀναγκαιότατα, σῶμά τε καὶ ψυχὴν καὶ οὐσίαν. Ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικὰ, καὶ πρὸς ταῦτα μόνον ὀξυδερκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιά τε καὶ κοινὰ τυφλούμενον ἀπὸ τῆς ἐπιθυμίας καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι· τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκ τε ἀμελείας, καὶ τῶν εἰς τὸν ἐρώμενον ἀναλωμάτων. Παραφύετο δὲ καὶ μεῖζον ἄλλο πάνδημον κακόν· ἐρημίαν γὰρ πόλεων, καὶ σπάνιν τοῦ ἀρίστου γένους ἀνθρώπων, καὶ στείρωσιν καὶ ἀγονίαν τεχνάζονται, οἳ μιμοῦνται τοὺς ἀνεπιστήμονας τήν γεωργίας, κ. τ. λ. (for translation see text above). This passage at any rate shows beyond a doubt that Philo quite failed to understand Plato, who not only clearly and distinctly distinguishes paedophilia from paederastia, but also analyzes at length the injuries to body and soul the latter involves on the pathic,—particularly in the Phaedrus, pp. 239-241, which we beg the reader to consult. To quote textually would occupy too much space.

Explore with AITake your curiosity a little further.

Reading settings