Note 157 — Chapter V · Belief in Magic in the Empire
Reading edition
Ricardus Volkmann, Plotini Enneades, Lipsiae (Teubner) 1883. Ennead ii, ch. iii, sec. 7. ἀλλ’ εἰ σημαίνουσιν οὗτοι τὰ ἐσόμενα, ὥσπερ φαμὲν πολλὰ καὶ ἄλλα σημαντικὰ εἶναι τῶν ἐσομένων, τί ἂν τὸ ποιοῦν εἴη; καὶ ἡ τάξις πῶς; οὐ γὰρ ἂν ἐσημαίνετο τεταγμένως μὴ ἑκάστων γιγνομένων. ἔστω τοίνυν ὣσπερ γράμματα ἐν οὐρανῷ γραφόμενα ἀεὶ ἢ γεγραμμένα καὶ κινούμενα, ποιοῦντα μέντοι ἔργον καὶ ἄλλο. ἐπακολουθείτω δὲ τῷδε ἡ παρ’ αὐτῶν σημασία, ὡς ἀπὸ μιᾶς ἀρχῆς ἐν ἑνὶ ζῴῳ παρ’ ἄλλου μέρους ἄλλο ἄν τις μάθοι. καὶ γὰρ καὶ ἦθος ἄν τις γνοίη εἰς ὀφθαλμούς τινος ἰδὼν ἤ τι ἄλλο μέρος τοῦ σώματος καὶ κινδύνους καὶ σωτηρίας. καὶ οὖν μέρη μὲν ἐκεῖνα, μέρη δὲ καὶ ἡμεῖς. ἄλλα οὖν ἂλλοις. μεστὰ δὲ πάντα σημείων καὶ σοφός τις ὁ μαθὼν ἐξ ἄλλου ἄλλο. πολλὰ δὲ ἤδη συνηθείᾳ γιγνόμενα γινώσκεται πάσι. τίς οὖν ἡ οὐνταξις ἡ μία; οὕτω γὰρ καὶ τὸ κατὰ τοὺς ὄρνεις εὔλογον καὶ τὰ ἄλλα ξῷα, ἀφ’ ὦν σημαινόμεθα ἕκαστα. συνηρτῆσθαι δὴ δει ἀλλήλοις τὰ πάντα, καὶ μὴ μόνον ἐν ἑνὶ τῶν καθ’ ἕκαστα τοῦ εὖ εἰρομένου σύμπνοια μία, ἀλλὰ πολὺ μᾶλλον καὶ πρότερον ἐν τῷ παντί. This entire third chapter of the Ennead deals with the subject. περὶ τοῦ εἰ ποιεῖ τὰ ἄστρα.
See The Philosophy of Plotinus, Dunlap Printing Co., Phila., 1896, page 40, for further references to passages in his works giving his views anent astrology. He believed that the souls of the dead are still able to benefit men and to inspire with powers of divination. Ennead, iv, ch. vii, sec. 15.