Note 130 — Chapter IV · Some Antecedents of the Belief in Magic in the Roman Empire
Reading edition
Bk. v, ch. xix, sec. 4. Γίγνεται δὲ κηρίον μὲν ἐξ ἀνθῶν. κήρωσιν δὲ φέρσοσιν ἀπὸ τοῦ δακρύου τῶν δένδρων, μέλι δὲ τὸ πίπτον ἐκ τοῦ ἀέρος καὶ μάλιστα ἐν ταῖς τῶν ἄστρων ἐπιτολαῖς, καὶ ὅταν κατασκήφῃ ἡ ἶρις. Ὅλως δ’ οὐ γίγνεται μέλι πρὸ πλειάδος ἐπιτολῆς. τὸν μὲν οὖν κηρὸν ποιεῖ, ὥσπερ εἴρηται, ἐκ τῶν ἀνθέων, τὸ δὲ μέλι ὅτι οὐ ποιεῖ, ἀλλὰ φέρει τὸ πίπτον, σημεῖον. ἐν μιᾷ γὰρ ἢ ἐν δυσὶν ἡμέραις πλήρη εὑρίσκουσι τὰ σμήνη οἱ μελιττουργοὶ μέλιτος. Ἔτι δὲ τοῦ μετοπώρου ἄνθη γίγνεται μὲν, μέλι δ’ οὒ, ὅταν ἀφαιρεθῇ.