← Table of contents
The Origin of Metallic Currency and Weight Standards

Note 199 — Chapter VI · The Gold Unit everywhere the value of a Cow.

Reading edition

Hist. Animal. X. 50, τά γε μὴν ἱερεῖα ἑκάστης ἀγέλης αὐτόματα φοιτᾷ καὶ τῷ βωμῷ παρέστηκεν, ἄγει δὲ ἄρα αὐτὰ πρώτη μὲν ἡ θεός, εἶτα ἡ δύναμίς τε καὶ ἡ τοῦ θύοντος βούλησις. εἰ γοῦν ἐθέλοις θῦσαι οἶν, ἰδού σοι τῷ βωμῷ παρέστηκεν οἶς, καὶ δεῖ χέρνιβα κατάρξασθαι· εἰ δὲ εἴης τῶν ἁδροτέρων καὶ ἐθέλοις θῦσαι βοῦν θήλειαν ἢ καὶ ἔτι πλείους, εἶτα ὑπὲρ τῆς τιμῆς οὔτε σὲ ὁ νομεὺς ἐπιτιμῶν ζημιώσει οὔτε σὺ λυπήσεις ἐκεῖνον· τὸ γὰρ δίκαιον τῆς πράσεως ἡ θεὸς ἐφορᾷ. καὶ εὖ καταθεὶς ἵλεων ἕξεις αὐτήν· εἰ δὲ ἐθέλοις τοῦ δέοντος πρίασθαι εὐτελέστερον, σὺ μὲν κατέθηκας τὸ ἀργύριον ἄλλως, τὸ δὲ ζῷον ἀπέρχεται, καὶ θῦσαι οὐκ ἔχεις.

Explore with AITake your curiosity a little further.

Reading settings