Note 1157 — Chapter XIV · THE FEAST OF FOOLS (continued)
Reading edition
Theodorus Balsamon, In Can. lxii Conc. in Trullo (P. G. cxxxvii. 727) Σημείωσαι τὸν παρόντα κανόνα, καὶ ζήτησον διόρθωσιν ἐπὶ τοῖς γινομένοις παρὰ τῶν κληρικῶν εἰς τήν ἑορτὴν ἐπὶ τῆς γεννήσεως τοῦ Χριστοῦ, καὶ τὴν ἑορτὴν τῶν Φώτων [Luminarium, Candlemas] ὑπεναντίως τούτῳ· καὶ μᾶλλον εἰς τὴν ἁγιωτάτην Μεγάλην ἐκκλησίαν ... ἀλλὰ καί τινες κληρικοὶ κατά τινας ἑορτὰς πρὸς διάφορα μετασχηματίζονται προσωπεῖα. καὶ ποτὲ μὲν ξιφήρεις ἐν τῷ μεσονάω τῆς ἐκκλησίας μετὰ στρατιωτικῶν ἀμφίων εἰσέρχονται, ποτὲ δὲ καὶ ὡς μοναχοὶ προοδεύουσιν, ἢ καὶ ὡς ζῶα τετράποδα. ἐρωτήσας οὖν ὅπως ταῦτα παρεχωρήθησαν γίνεσθαι, οὐδέν τε ἕτερον ἤκουσα ἀλλ’ ἢ ἐκ μακρᾶς συνθείας ταῦτα τελεῖσθαι. τοιαῦτά εἰσιν, ὡς ἐμοὶ δοκεῖ, καὶ τὰ παρά τινων δομεστικευόντων ἐν κλήρῳ γινόμενα, τὸν ἀέρα τοῖς δακτύλοις κατὰ ἡνιόχους τυπτόντων, καὶ φύκη ταῖς γνάθοις δῆθεν περιτιθεμένων καὶ ὑπορρινομένων ἔργα τινὰ γυναικεῖα, καὶ ἕτερα ἀπρεπῆ, ἵνα πρὸς γελωτα τοὺς βλέποντας μετακινήσωσι. τὸ δὲ γελᾶν τοὺς ἀγρότας ἐγχεομένους τοῦ οἴνου τοῖς πίθοις, ὡσεί τι παρεπόμενον ἐξ ἀνάγκης ἐστὶ τοῖς ληνοβατοισιν· εἰ μήτις εἴπη τὴν σατανικὴν ταύτην ἐργασίαν καταργεῖσθαι διὰ τοῦ λέγειν τοὺς ἀγρότας συχνότερον ἐφ’ ἑκάστῳ μέτρῳ σχεδὸν τό, Κύριε ἐλέησον. τὰ μέντοι ποτὲ γινόμενα ἀπρεπῆ παρὰ τῶν νοταρίων παιδοδιδασκάλων κατὰ τὴν ἑορτὴν τῶν ἁγίων νοταρίων, μετὰ προσωπείων σκηνικῶν διερχομένων τὴν ἀγοράν, πρὸ χρόνων τινῶν κατηργήθησαν, καθ’ ὁρισμὸν τοῦ ἁγιωτάτου ἐκείνου πατριάρχου κυρίου Λουκᾶ.