Note 131 — Chapter II · MIMUS AND SCÔP
Reading edition
Priscus, Hist. Goth. (ed. Bonn) 205 ἐπιγενομένης δὲ ἑσπέρας δ̂ᾷδες ἀνήφθησαν, δύο δὲ ἀντικρὺ τοῦ Ἀττήλα παρελθόντες βάρβαροι ᾄσματα πεποιημένα ἔλεγον, νίκας αὐτοῦ καὶ τὰς κατὰ πόλεμον ᾄδοντες ἀρετάς ἐς οὓς οἱ τῆς εὐωχίας ἀπέβλεπον, καὶ οἱ μὲν ἤδοντο τοῖς ποιήμασιν, οἱ δὲ τῶν πολέμων ἀναμιμνησκόμενοι διηγείροντο τοῖς φρονήμασιν, ἄλλοι δέ ἐχώρουν ἐς δάκρυα, ὧν ὑπὸ τοῦ χρόνου ἠσθένει τὸ σῶμα καὶ ἡσυχάζειν ὁ θυμὸς ἠναγκάζετο. μετὰ δὲ τὰ ἄσματα Σκύθης τις παρελθὼν φρενοβλαβής, ... ἐς γέλωτα πάντας παρεσκεύασε παρελθεῖν. μεθ’ ὃν ... Ζέρκων ὁ Μαυρουσιος ... πάντας ... ἐς ἄσβεστον ὁρμῆσαι γέλωτα παρεσκεύασε, πλὴν Ἀττήλα. Cf. Gibbon, iii. 440; Hodgkin, ii. 86; Kögel, i. 1. 114.