Editorial note — Chapter LII
C. H. (Charles Henry) Tawney translation
Ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,
ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις,
εὖτέ τις ἀμπλακίῃσι φονῳ φίλα γῦια μιήνῃ
αἵμασιν ἢ ἐπίορκον ἁμαρτήσας ἐπομόσσῃ
δαίμων, οἵ τε μακραίωνος λελάχασι βίοιο,
τρὶς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι,
φυόμενον παντοῖα διὰ χρόνου εἴδεα θνητῶν,
ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους.