Note 1744 — Chapter V · THE VARIOUS PROCESSES OF AGRICULTURE.
Reading edition
Καὶ ἀκροτομοίης δ᾽ἂν, ἔφη, ἢ παρὰ γῆν τέμνοις; ἢν μὲν βραχὺς ἦ ὁ κάλαμος τοῦ σίτου, ἔγωγ’, ἔφην, κάτωθεν ἂν τέμνοιμι, ἵνα ἱκανὰ τὰ ἄχυρα μᾶλλον γίγνηται. Ἐὰν δὲ ὑψηλὸς ᾖ, νομίζω ὀρθῶς ἂν ποιεῖν μεσοτομῶν, ἵνα μήτε οἱ ἁλοῶντες μοχθῶσι περιττὸν πόνον, μήτε οἱ λικμῶντες, ὧν οὐδὲν προσδέονται. Τὸ δὲ ἐv τῇ γῇ λειφθὲν ἡγοῦμαι καὶ κατακαυθὲν συνωφελεῖν ἂν τὴν γῆν καὶ εις κοπρον ἐμβληθὲν τὴν κόπρον συμπληθύνειν. Xenoph. Œconom. xviii. 2.