← Table of contents
The Heroic Age

Note 145 — Chapter V · THE POETRY AND MINSTRELSY OF EARLY TIMES.

Reading edition

οὗτος ἀνὴρ ξὺν Οὐάρνων τοῖς λογιμωτάτοις ἐν χωρίω τῳ ἱππευόμενος ὄρνιν τινὰ ἐπὶ δένδρου τε καθημένην εἶδε καὶ πολλὰ κρώζουσαν. εἴτε δὲ τῆς ὄρνιθος τῆς φωνῆς ξυνεὶς εἴτε ἄλλο μέν τι ἐξεπιστάμενος, ξυνεῖναι δὲ τῆς ὄρνιθος μαντευομένης τερατευσάμενος, τοῖς παροῦσιν εὐθὺς ἔφασκεν ὡς τεθνήξεται τεσσαράκοντα ἡμέραις ὕστερον. τοῦτο γὰρ αὐτῷ τὴν τῆς ὄρνιθος δηλοῦν πρόρρησιν.

Explore with AITake your curiosity a little further.

Reading settings