Note 789 — Chapter V · THE ACTORS
Reading edition
Plut. Mus. p. 1140 F ἀλλὰ μὴν καὶ Ἀρχίλοχος τὴν τῶν τριμέτρων ῥυθμοποιΐαν προσεξεῦρε ... καὶ τὴν παρακαταλογήν, καὶ τὴν περὶ ταῦτα κροῦσιν ... ἔτι δὲ τῶν ἰαμβείων τὸ τὰ μὲν λέγεσθαι παρὰ τὴν κροῦσιν, τὰ δ’ ᾄδεσθαι, Ἀρχίλοχόν φασι καταδεῖξαι, εἶθ’ οὕτω χρήσασθαι τοὺς τραγικοὺς ποιητάς. Athen. p. 636 B ἐν οἷς γὰρ (φησὶ) τοὺς ἰάμβους ᾖδον, ἰαμβύκας ἐκάλουν· ἐν οἷς δὲ παρελογίζοντο τὰ ἐν τοῖς μέτροις, κλεψιάμβους. Hesych. s.v. καταλογή· τὸ τὰ ᾄσματα μὴ ὑπὸ μέλει λέγειν.