Note 119 — Chapter XVIII · ARISTOPHANES.
Reading edition
ἀέναοι Νεφέλαι, ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον, πατρὸς ἀπ' Ὠκεανοῦ βαρυαχέος ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ δενδροκόμους, ἵνα τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα, καρπούς τ' ἀρδόμεναν ἱερὰν χθόνα, καὶ ποταμῶν ζαθέων κελαδήματα, καὶ πόντον κελάδοντα βαρύβρομον· ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται μαρμαρέαις ἐν αὐγαῖς. ἀλλ' ἀποσεισάμενοι νέφος ὄμβριον ἀθανάτας ἰδέας ἐπιδώμεθα τηλεσκόπῳ ὄμματι γαῖαν.
Clouds, 275.