Note 464 — II. THE COLOSSIAN HERESY. (continued 2)
Reading edition
The passage is so important that I give it in full; Joseph. Vit. 2 περὶ ἑκκαίδεκα δὲ ἔτη γενόμενος ἐβουλήθην τῶν παρ’ ἡμῖν αἱρέσεων ἐμπειρίαν λαβεῖν. τρεῖς δ’ εἰσὶν αὗται· Φαρισαίων μὲν ἡ πρώτη, καὶ Σαδδουκαίων ἡ δευτέρα, τρίτη δὲ ἡ Ἐσσηνῶν, καθὼς πολλάκις εἴπαμεν. οὕτως γὰρ ᾠόμην αἱρήσεσθαι τὴν ἀρίστην, εἰ πάσας καταμάθοιμι. σκληραγωγήσας γοῦν ἐμαυτὸν καὶ πολλὰ πονηθεὶς τὰς τρεῖς διῆλθον. καὶ μηδὲ τὴν ἐντεῦθεν ἐμπειρίαν ἱκανὴν ἐμαυτῷ νομίσας εἶναι, πυθόμενός τινα Βανοῦν ὄνομα κατὰ τὴν ἐρημίαν διατρίβειν, ἐσθῆτι μὲν ἀπὸ δένδρων χρώμενον, τροφὴν δὲ τὴν αὐτομάτως φυομένην προσφερόμενον, ψυχρῷ δὲ ὕδατι τὴν ἡμέραν καὶ τὴν νύκτα πολλάκις λουόμενον πρὸς ἁγνείαν, ζηλωτὴς ἐγενόμην αὐτοῦ. καὶ διατρίψας παρ’ αὐτῷ ἐνιαυτοὺς τρεῖς καὶ τὴν ἐπιθυμίαν τελειώσας εἰς τὴν πόλιν ὑπέστρεφον. ἐννεακαίδεκα δ’ ἔτη ἔχων ἠρξάμην τε πολιτεύεσθαι τῇ Φαρισαίων αἱρέσει κατακολουθῶν κ.τ.λ.