Note 635 — Chapter V · THE DEMONOLOGY OF GHOSTS AND SPRITES AND BOGEYS. (continued 2)
Reading edition
Schol. ad Soph. Oed. Col. 489 ‘ἄπυστα φωνῶν.’ τοῦτο ἀπὸ τῆς δρωμένης θυσίας ταῖς Εὐμενίσι· μετὰ γὰρ ἡσυχίας τὰ ἱερὰ δρῶσι καὶ διὰ τοῦτο οἱ μὲν ἀπὸ Ἡσύχου θύουσιν αὐταῖς καθάπερ Πολέμων ἐν τοῖς πρὸς Ἐρατοσθένην φησὶν οὕτω, τὸ δὲ τῶν Εὐπατριδῶν γένος οὐ μετέχει τῆς θυσίας ταύτης. εἶτα ἑξῆς· τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι ὃ δὴ γένος ἐστὶ περὶ τὰς Σεμνὰς θεὰς καὶ τὴν ἡγεμονίαν ἔχει. καὶ προθύονται πρὸ τῆς θυσίας κριὸν Ἡσύχῳ ἱερόν, ἥρω τοῦτον οὕτω καλοῦντες διὰ τὴν εὐφημίαν· οὗ τὸ ἱερὸν παρὰ τὸ Κυλώνειον ἐκτὸς τῶν ἐννέα πυλῶν.