← Table of contents
Prolegomena to the study of Greek religion

Note 378 — Chapter IV · THE WOMEN’S FESTIVALS. Thesmophoria, Arrephoria, Skirophoria, Stenia, Haloa.

Reading edition

Luc. Dial. Meretr. VII. 4 ‘τήμερον Ἁλῷά ἐστι, τί δὲ σοὶ δέδωκεν εἰς τὴν ἑορτήν;’ schol. ad loc. Ἑορτὴ Ἀθήνησι μυστήρια περιέχουσα Δήμητρος καὶ Κόρης καὶ Διονύσου ἐπὶ τῇ τομῇ τῶν ἀμπέλων καὶ τῇ γεύσει τοῦ ἀποκειμένου ἤδη οἴνου γινόμενα παρὰ Ἀθηναίοις ἐν οἷς προτίθεται (d. Subject fehlt im Cod.: zu ergänzen ist πέμματά?) τινα αἰσχύναις ἀνδρείοις (sic) ἐοικότα, περὶ ὧν διηγοῦνται ὡς πρὸς σύνθημα τῆς τῶν ἀνθρώπων σπορᾶς γινομένων ὅτι ὁ Διόνυσος δοὺς τὸν οἶνον.... After recounting the death of Ikarios the scholiast continues, ὑπόμνημα δὲ τοῦ πάθους ἡ τοιαύτη ἑορτή. ἐν ταύτῃ καὶ τελετή τις εἰσάγεται γυναικῶν ἐν Ἐλευσῖνι, καὶ παιδιαὶ λέγονται πολλαὶ καὶ σκώμματα, μόναι δὲ γυναῖκες εἰσπορευόμεναι ἐπ’ ἀδείας ἔχουσιν ἃ βούλονται λέγειν. καὶ δὴ τὰ αἴσχιστα ἀλλήλαις λέγουσι τότε, αἱ δὲ ἱέρειαι λάθρα προσιοῦσαι ταῖς γυναιξὶ κλεψιγαμίας πρὸς τὸ οὖς ὡς ἀπόρρητόν τι συμβουλεύουσιν. ἀναφωνοῦσι δὲ πρὸς ἀλλήλας πᾶσαι αἱ γυναῖκες αἰσχρὰ καὶ ἄσεμνα, βαστάζουσαι εἴδη σωμάτων (so die Hs.: der Sinn erfordert σχημάτων genitalium) ἀπρεπῆ (ἀπρεπεῖ die Hs.) ἀνδρεῖά τε καὶ γυναικεῖα. ἐνταῦθα οἶνός τε πολὺς πρόκειται καὶ τράπεζαι πάντων τῶν τῆς γῆς καὶ θαλάσσης γέμουσαι βρωμάτων, πλὴν τῶν ἀπειρημένων ἐν τῷ μυστικῷ, ῥοιᾶς φημὶ καὶ μήλου καὶ ὀρνίθων κατοικιδίων, καὶ ᾠῶν, καὶ θαλασσίας τρίγλης ἐρυθίνου (ἐριθύνου die Hs.), μελανούρου, κωράβου (?καράβου), γαλαιοῦ (γαλεοῦ?). παρατιθέασι δὲ τὰς τραπέζας οἱ ἄρχοντες καὶ ἔνδον καταλιπόντες ταῖς γυναιξὶν, αὐτοὶ χωρίζονται ἔξω διαμένοντες, ἐπιδεικνύμενοι τοῖς ἐπιδημοῦσι πᾶσι τὰς ἡμέρους τροφὰς παρὰ αὐτῶν εὑρεθῆναι καὶ πᾶσι κοινωνηθῆναι τοῖς ἀνθρώποις παρ’ αὐτῶν. πρόσκειται δὲ ταῖς τραπέζαις καὶ ἐκ πλακοῦντος κατεσκευασμένα ἀμφοτέρων γενῶν αἰδοῖα. ἁλῷα δὲ ἐκλήθη διὰ τὸν καρπὸν τοῦ Διονύσου· ἀλωαὶ γὰρ αἱ τῶν ἀμπέλων φυτεῖαι.

Explore with AITake your curiosity a little further.

Reading settings