Note 359 — Chapter IV · THE WOMEN’S FESTIVALS. Thesmophoria, Arrephoria, Skirophoria, Stenia, Haloa.
Reading edition
Schol. ad Theocr. Id. II. 10 τὸν γὰρ χαλκὸν ἐπῇδον ἐν ταῖς ἐκλείψεσι τῆς σελήνης καὶ ἐν τοῖς κατοιχομένοις* ἐπειδὴ ἐνομίζετο καθαρὸς εἶναι καὶ ἀπελαστικὸς τῶν μιασμάτων. διόπερ πρὸς πᾶσαν ἀφοσίωσιν καὶ ἀποκάθαρσιν αὐτῷ ἐχρῶντο, ὥς φησι καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν ... φησὶν Ἀπολλόδωρος Ἀθήνῃσι τὸν ἱεροφάντην τῆς Κόρης ἐπικαλουμένης, ἐπικρούειν τὸ καλούμενον ἠχεῖον. καὶ παρὰ Λάκωσι βασιλέως ἀποθανόντος εἰώθασι κρούειν λέβητα. The reading κατοιχομένοις is doubtful; see Mr A. B. Cook, J.H.S. 1902, p. 14.