Note 258 — Chapter III · HARVEST FESTIVALS. The Thargelia, Kallynteria, Plynteria.
Reading edition
Fragments of Hipponax (6th cent. B.C.) incorporated by Tzetzes Hist. 23. 726-756:
Τί τὸ κάθαρμα; ὁ φαρμακὸς τὸ κάθαρμα τοιοῦτον ἦν τὸ πάλαι. ἂν συμφορὰ κατέλαβε πόλιν θεομηνίᾳ, εἴτ’ οὖν λιμὸς εἴτε λοιμὸς εἴτε καὶ βλάβος ἄλλο, τῶν πάντων ἀμορφότερον ἦγον ὡς πρὸς θυσίαν εἰς καθαρμὸν καὶ φάρμακον πόλεως τῆς νοσούσης. εἰς τόπον δὲ τὸν πρόσφορον στήσαντες τὴν θυσίαν τυρόν τε δόντες τῇ χειρὶ καὶ μᾶζαν καὶ ἰσχάδας, ἑπτάκις γὰρ ῥαπίσαντες ἐκεῖνον εἰς τὸ πέος σκίλλαις, συκαῖς ἀγρίαις τε καὶ ἄλλοις τῶν ἀγρίων, τέλος πυρὶ κατέκαιον ἐν ξύλοις τοῖς ἀγρίοις, καὶ τὸν σποδὸν εἰς θάλασσαν ἔρραινον καὶ ἀνέμους καὶ καθαρμὸν τῆς πόλεως ὡς ἔφην τῆς νοσούσης.
ὁ δέ Ἱππῶναξ ἄριστα σύμπαν τὸ ἔθος λέγει
1 πόλιν καθαίρειν καὶ κράδῃσι βάλλεσθαι (φαρμακόν),
καὶ ἀλλαχοῦ δέ πού φησι πρώτῳ ἰάμβῳ γράφων
2 βάλλοντες ἐν λειμῶνι καὶ ῥαπίζοντες κράδῃσι καὶ σκίλλῃσιν ὥσπερ φαρμακὸν.
καὶ πάλιν ἄλλοις τόποις δὲ ταῦτά φησι κατ’ ἔπος
3 δεῖ δ αὐτὸν ἐς φαρμακὸν ἐκποιήσασθαι. 4 κἄφη παρέξειν ἰσχάδας τε καὶ μᾶζαν καὶ τυρὸν οἷον ἐσθίουσι φαρμακοί. 5 πάλαι γὰρ αὐτοὺς προσδέχοντα(ι) χάσκοντες κράδας ἔχοντες ὡς ἔχουσι φαρμακοί.
καὶ ἀλλαχοῦ δέ πού φησιν ἐν τῷ αὐτῷ ἰάμβῳ
6 λιμῷ γένηται ξηρὸς ὡς ἐν τῷ θυμῷ φαρμακὸς ἀχθεὶς ἑπτάκις ῥαπισθείη.