Note 135 — Chapter II · THE ANTHESTERIA. The Ritual of Ghosts and Sprites.
Reading edition
Athen. IX. 78 § 409 E ff. ἰδίως δὲ καλεῖται παρ’ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων ὡς καὶ Κλείδημος ἐν τῷ ἐπιγραφομένῳ Ἐξηγητικῷ. Προθεὶς γὰρ περὶ ἐναγισμῶν γράφει τάδε· “Ὄρυξαι βόθυνον πρὸς ἑσπέραν τοῦ σήματος. Ἔπειτα παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε, λέγων τάδε· ‘Ὑμῖν ἀπόνιμμα οἷς χρὴ καὶ οἷς θέμις.’ Ἔπειτα αὖθις μύρον κατάχεε.” Παρέθετο ταῦτα καὶ Δωρόθεος φάσκων καὶ ἐν τοῖς Εὐπατριδῶν πατρίοις τάδε γεγράφθαι περὶ τῆς τῶν ἱκετῶν καθάρσεως. Ἔπειτ’ ἀπονιψάμενος αὐτὸς καὶ οἱ ἄλλοι οἱ σπλαγχνεύοντες, ὕδωρ λαβὼν κάθαιρε ἀπόνιζε τὸ αἷμα τοῦ καθαιρομένου καὶ μετὰ τὸ ἀπόνιμμα ἀνακινήσας εἰς ταὐτὸ ἔγχεε.