Note 46 — Chapter I · OLYMPIAN AND CHTHONIC RITUAL.
Reading edition
Eustath. ad Od. XXII. 481 § 1934-5 ἐδόκουν γὰρ οἱ Ἕλληνες οὕτω τὰ τοιαῦτα μύση καθαίρεσθαι διοπομπούμενα. καὶ ἕτεροι μὲν δηλοῦσι τρόπους καθαρσίων ἑτέρους, ἃ καὶ ἐξάγοντες τῶν οἴκων μετὰ τὰς ἐθίμους ἐπαοιδὰς προσέῤῥιπτον ἀμφόδοις ἔμπαλιν τὰ πρόσωπα στρέφοντες καὶ ἐπανιόντες ἀμεταστρεπτί. ὁ δέ γε ποιητικὸς Ὀδυσσεὺς οὐχ οὕτω ποιεῖ ἀλλ’ ἑτέρως ἁπλούστερον. φησὶ γοῦν· οἶσε θέειον γρῆυ κακῶν ἄκος ... πλέον ποιήσας οὐδέν ... θέειον δὲ θυμιάματος εἶδος καθαίρειν δοκοῦντος τοὺς μιασμούς. διὸ καὶ διαστείλας κακῶν ἄκος αὑτό φησιν ὁ ποιητής, οὔτε δέ τινες ἐνταῦθα ἐπῳδαὶ συνήθεις τοῖς παλαιοῖς οὔτε στενωπὸς ἐν ᾧ ἄνθρακες ἀπαγόμενοι αὐτῷ ἀγγείῳ ἐῤῥίπτοντο ὀπισθοφανῶς. ἰστέον δὲ ὅτι οὐ μόνον διὰ θείου ἐγίνοντο καθαρμοὶ καθὰ προσεχῶς ἐγράφη ἀλλὰ καὶ φυτά τινα εἰς τοῦτο χρήσιμα ἦν. ἀριστερεὼν γοῦν, φυτὸν κατὰ Παυσανίαν ἐπιτήδειον εἰς καθαρμόν· καὶ σῦς δὲ εἰς τοιαῦτα, ἐστὶν οὗ, παρελαμβάνετο, ὡς ἐν Ἰλιάδι φαίνεται. καὶ οἱ τὸ διοπομπεῖν δὲ ἑρμηνεύοντές φασιν ὅτι δῖον ἐκάλουν κώδιον ἱερείου τυθέντος Διῒ μειλιχίῳ ἐν τοῖς καθαρμοῖς, φθίνοντος Μαιμακτηριῶνος μηνὸς ὅτε ἤγοντο τὰ πομπαῖα, καὶ καθαρμῶν ἐκβολαὶ εἰς τὰς τριόδους ἐγίνοντο. εἶχον δὲ μετὰ χεῖρας πομπόν· ὅπερ ἦν, φασί, κηρύκιον, σέβας Ἑρμοῦ. καὶ ἐκ τοῦ τοιούτου πομποῦ καὶ τοῦ ῥηθέντος δίου τὸ διοπομπεῖν ... ἄλλως δὲ κοινότερον διοπομπεῖν καὶ ἀποδιοπομπεῖν ἐφαίνετο τὸ Διὸς ἀλεξικάκου ἐπικλήσει ἐκπέμπειν τὰ φαῦλα. Eustathius passes on to speak of purification by blood and the φαρμακοί, see p. 95.